§5.471οὐκοῦν τὴν πρὸς τοὺς Ἕλληνας διαφοράν, ὡς οἰκείους, στάσιν ἡγήσονται καὶ οὐδὲ ὀνομάσουσιν πόλεμον;
“那么,由于希腊人是同族,他们难道不会把与希腊人的争端视为内讧,甚至不称之为战争吗?
οὐ γάρ.
” “当然不会。
καὶ ὡς διαλλαγησόμενοι ἄρα διοίσονται;
” “那么,他们交战时也怀着将要和解的心态吗?
πάνυ μὲν οὖν.
” “完全如此。
εὐμενῶς δὴ σωφρονιοῦσιν, οὐκ ἐπὶ δουλείᾳ κολάζοντες οὐδʼ ἐπʼ ὀλέθρῳ, σωφρονισταὶ ὄντες, οὐ πολέμιοι.
” “因此,他们将怀着好意去规诫,而不是为了奴役或毁灭而惩罚,因为他们是规诫者,而不是敌人。
οὕτως, ἔφη.
” “正是这样,”他说。
οὐδʼ ἄρα τὴν Ἑλλάδα Ἕλληνες ὄντες κεροῦσιν, οὐδὲ οἰκήσεις ἐμπρήσουσιν, οὐδὲ ὁμολογήσουσιν ἐν ἑκάστῃ πόλει πάντας ἐχθροὺς αὑτοῖς εἶναι, καὶ ἄνδρας καὶ γυναῖκας καὶ παῖδας, ἀλλʼ ὀλίγους ἀεὶ ἐχθροὺς τοὺς αἰτίους τῆς διαφορᾶς.
“那么,既然是希腊人,他们既不会蹂躏希腊的土地,也不会焚烧房屋,更不会承认在每个城邦中所有人(包括男人、女人和孩子)都是他们的敌人,而是始终只把引起争端的少数人视为敌人。
καὶ διὰ ταῦτα πάντα οὔτε τὴν γῆν ἐθελήσουσιν κείρειν αὐτῶν, ὡς φίλων τῶν πολλῶν, οὔτε οἰκίας ἀνατρέπειν, ἀλλὰ μέχρι τούτου ποιήσονται τὴν διαφοράν, μέχρι οὗ ἂν οἱ αἴτιοι ἀναγκασθῶσιν ὑπὸ τῶν ἀναιτίων ἀλγούντων δοῦναι δίκην.
” “因此,由于大多数人是朋友,他们既不愿蹂躏他们的土地,也不愿推倒房屋,而只会把争端持续到那些有罪者被受苦的无罪者迫使接受惩罚为止。
ἐγὼ μέν, ἔφη, ὁμολογῶ οὕτω δεῖν πρὸς τοὺς ἐναντίους τοὺς ἡμετέρους πολίτας προσφέρεσθαι· πρὸς δὲ τοὺς βαρβάρους, ὡς νῦν οἱ Ἕλληνες πρὸς ἀλλήλους.
” “至于我,”他说,“我同意我们的公民必须这样对待他们的对手;而对待蛮族,则应该像现在的希腊人彼此对待那样。
τιθῶμεν δὴ καὶ τοῦτον τὸν νόμον τοῖς φύλαξι, μήτε γῆν τέμνειν μήτε οἰκίας ἐμπιμπράναι;
” “那么,我们是否也为护卫者制定这条法律:既不蹂躏土地,也不焚烧房屋?
θῶμεν, ἔφη, καὶ ἔχειν γε καλῶς ταῦτά τε καὶ τὰ πρόσθεν.
” “制定吧,”他说,“这些规则以及之前的规则都是极好的。
ἀλλὰ γάρ μοι δοκεῖς, ὦ Σώκρατες, ἐάν τίς σοι τὰ τοιαῦτα ἐπιτρέπῃ λέγειν, οὐδέποτε μνησθήσεσθαι ὃ ἐν τῷ πρόσθεν παρωσάμενος πάντα ταῦτα εἴρηκας, τὸ ὡς δυνατὴ αὕτη ἡ πολιτεία γενέσθαι καὶ τίνα τρόπον ποτὲ δυνατή·
” “然而,苏格拉底,在我看来,如果有人允许你继续谈论这些事情,你似乎永远不会提起你之前推开一边才说出这所有事情的那个问题——即,这个城邦制如何可能实现,以及究竟以何种方式可能实现。
ἐπεὶ ὅτι γε, εἰ γένοιτο, πάντʼ ἂν εἴη ἀγαθὰ πόλει ᾗ γένοιτο, καὶ ἃ σὺ παραλείπεις ἐγὼ λέγω, ὅτι καὶ τοῖς πολεμίοις ἄριστʼ ἂν μάχοιντο τῷ ἥκιστα ἀπολείπειν ἀλλήλους, γιγνώσκοντές τε καὶ ἀνακαλοῦντες ταῦτα τὰ ὀνόματα ἑαυτούς, ἀδελφούς, πατέρας, ὑεῖς·
因为,如果它能实现,对于它得以实现的城邦来说,一切都将是美好的,而且我还要说出你所忽略的一点:由于最不容易互相背弃,他们将与敌人进行最好的战斗,因为他们彼此认识并用这些名字——兄弟、父亲、儿子——来呼唤对方。
εἰ δὲ καὶ τὸ θῆλυ συστρατεύοιτο, εἴτε καὶ ἐν τῇ αὐτῇ τάξει εἴτε καὶ ὄπισθεν ἐπιτεταγμένον, φόβων τε ἕνεκα τοῖς ἐχθροῖς καὶ εἴ ποτέ τις ἀνάγκη βοηθείας γένοιτο, οἶδʼ ὅτι ταύτῃ πάντῃ ἄμαχοι ἂν εἶεν·
而且,如果女性也一同参军,无论是在同一阵列中还是部署在后方,既为了威慑敌人,也为了在万一需要援助时提供帮助,我知道,他们在这方面将是完全无敌的。
καὶ οἴκοι γε ἃ παραλείπεται ἀγαθά, ὅσα ἂν εἴη αὐτοῖς, ὁρῶ.
而且在城邦内部,我也看到了被忽略的种种好处,凡是他们所能拥有的。
ἀλλʼ ὡς ἐμοῦ ὁμολογοῦντος πάντα ταῦτα ὅτι εἴη ἂν καὶ ἄλλα γε μυρία, εἰ γένοιτο ἡ πολιτεία αὕτη, μηκέτι πλείω περὶ αὐτῆς λέγε, ἀλλὰ τοῦτο αὐτὸ ἤδη πειρώμεθα ἡμᾶς αὐτοὺς πείθειν, ὡς δυνατὸν καὶ ᾗ δυνατόν, τὰ δʼ ἄλλα χαίρειν ἐῶμεν.
但是,既然我已经同意如果这个城邦制能够实现,所有这些以及无数其他的好处都会存在,你就不要再多谈它了,而是让我们现在就开始努力说服我们自己:它是如何可能的,以及通过何种方式可能,而把其余的事情都放在一边吧。
§5.472ἐξαίφνης γε σύ, ἦν δʼ ἐγώ, ὥσπερ καταδρομὴν ἐποιήσω ἐπὶ τὸν λόγον μου, καὶ οὐ συγγιγνώσκεις στραγγευομένῳ.
” “你真是突然,”我说,“对我的论点进行了袭击,并且对我的拖延毫不宽容。
ἴσως γὰρ οὐκ οἶσθα ὅτι μόγις μοι τὼ δύο κύματε ἐκφυγόντι νῦν τὸ μέγιστον καὶ χαλεπώτατον τῆς τρικυμίας ἐπάγεις, ὃ ἐπειδὰν ἴδῃς τε καὶ ἀκούσῃς, πάνυ συγγνώμην ἕξεις, ὅτι εἰκότως ἄρα ὤκνουν τε καὶ ἐδεδοίκη οὕτω παράδοξον λόγον λέγειν τε καὶ ἐπιχειρεῖν διασκοπεῖν.
因为你或许不知道,在我好不容易逃脱了那两个浪头之后,你现在又把那三重浪中最大、最困难的一个引向我;当你看到并听到它时,你一定会完全宽容,因为你明白,我自然是犹豫和害怕说出并着手考察如此惊世骇俗的论点的。
ὅσῳ ἄν, ἔφη, τοιαῦτα πλείω λέγῃς, ἧττον ἀφεθήσῃ ὑφʼ ἡμῶν πρὸς τὸ μὴ εἰπεῖν πῇ δυνατὴ γίγνεσθαι αὕτη ἡ πολιτεία.
” “你这样的话说得越多,”他说,“我们越不会放过你让你不说明这个城邦制如何可能实现。
ἀλλὰ λέγε καὶ μὴ διάτριβε.
所以请说吧,不要耽搁。
οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν τόδε χρὴ ἀναμνησθῆναι, ὅτι ἡμεῖς ζητοῦντες δικαιοσύνην οἷόν ἐστι καὶ ἀδικίαν δεῦρο ἥκομεν.
” “那么,”我说,“首先我们必须记住这一点:我们来到这里是为了探求正义是什么,不正义是什么。
χρή·
” “是必须;但那又怎样呢?
ἀλλὰ τί τοῦτο;
”他说。
ἔφη.
“没什么。
οὐδέν·
但是如果我们找到了正义是什么,我们是否也会要求正义的人决不能与正义本身有任何不同,而必须在一切方面都像正义本身那样?
ἀλλʼ ἐὰν εὕρωμεν οἷόν ἐστι δικαιοσύνη, ἆρα καὶ ἄνδρα τὸν δίκαιον ἀξιώσομεν μηδὲν δεῖν αὐτῆς ἐκείνης διαφέρειν, ἀλλὰ πανταχῇ τοιοῦτον εἶναι οἷον δικαιοσύνη ἐστίν;
还是说,如果他尽可能地接近它,并且比其他人更多地分享它,我们就会感到满足?
ἢ ἀγαπήσομεν ἐὰν ὅτι ἐγγύτατα αὐτῆς ᾖ καὶ πλεῖστα τῶν ἄλλων ἐκείνης μετέχῃ;
” “这样做,”他说,“我们就会满足。
οὕτως, ἔφη·
” “那么,是为了树立榜样,”我说,“我们才去探求正义本身是什么,以及如果存在一个完美正义的人,他会是什么样,以及反过来,不正义和最不正义的人,以便看着他们,看他们在幸福及相反情况方面向我们呈现出什么样子,从而被迫对我们自己做出承认:谁与他们最相似,谁就将拥有最相似的命运——但并不是为了证明这些事情有可能实现。
ἀγαπήσομεν.
” “这一点,”他说,“你说得很对。
παραδείγματος ἄρα ἕνεκα, ἦν δʼ ἐγώ, ἐζητοῦμεν αὐτό τε δικαιοσύνην οἷόν ἐστι, καὶ ἄνδρα τὸν τελέως δίκαιον εἰ γένοιτο, καὶ οἷος ἂν εἴη γενόμενος, καὶ ἀδικίαν αὖ καὶ τὸν ἀδικώτατον, ἵνα εἰς ἐκείνους ἀποβλέποντες, οἷοι ἂν ἡμῖν φαίνωνται εὐδαιμονίας τε πέρι καὶ τοῦ ἐναντίου, ἀναγκαζώμεθα καὶ περὶ ἡμῶν αὐτῶν ὁμολογεῖν, ὃς ἂν ἐκείνοις ὅτι ὁμοιότατος ᾖ, τὴν ἐκείνης μοῖραν ὁμοιοτάτην ἕξειν, ἀλλʼ οὐ τούτου ἕνεκα, ἵνʼ ἀποδείξωμεν ὡς δυνατὰ ταῦτα γίγνεσθαι.
” “那么,你认为,一个画出了最美的人应该是什么样子的模范、并在画作中充分展现了所有细节的画家,如果他无法证明这样的人也是有可能存在的,他会因此算是一个较差的画家吗?
τοῦτο μέν, ἔφη, ἀληθὲς λέγεις.
” “指宙斯发誓,我不这么认为,”他说。
οἴει ἂν οὖν ἧττόν τι ἀγαθὸν ζωγράφον εἶναι ὃς ἂν γράψας παράδειγμα οἷον ἂν εἴη ὁ κάλλιστος ἄνθρωπος καὶ πάντα εἰς τὸ γράμμα ἱκανῶς ἀποδοὺς μὴ ἔχῃ ἀποδεῖξαι ὡς καὶ δυνατὸν γενέσθαι τοιοῦτον ἄνδρα;
“那么怎么说呢?
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη.
难道我们不也是像我们所说的那样,在言辞中塑造了一个善的城邦的模范吗?
τί οὖν;
” “确实如此。
οὐ καὶ ἡμεῖς, φαμέν, παράδειγμα ἐποιοῦμεν λόγῳ ἀγαθῆς πόλεως;
” “那么,你认为我们会因为无法证明能够像所说的那样去管理一个城邦,就说明我们的论述不那么好吗?
πάνυ γε.
” “绝非如此,”他说。
ἧττόν τι οὖν οἴει ἡμᾶς εὖ λέγειν τούτου ἕνεκα, ἐὰν μὴ ἔχωμεν ἀποδεῖξαι ὡς δυνατὸν οὕτω πόλιν οἰκῆσαι ὡς ἐλέγετο;
“那么,”我说,“这就是事实。
οὐ δῆτα, ἔφη.
但是,如果为了你的缘故,我们也必须努力证明在何种程度和何种情况下它最有可能实现,那么为了进行这样的证明,请再次与我确认相同的几点。
τὸ μὲν τοίνυν ἀληθές, ἦν δʼ ἐγώ, οὕτω· εἰ δὲ δὴ καὶ τοῦτο προθυμηθῆναι δεῖ σὴν χάριν, ἀποδεῖξαι πῇ μάλιστα καὶ κατὰ τί δυνατώτατʼ ἂν εἴη, πάλιν μοι πρὸς τὴν τοιαύτην ἀπόδειξιν τὰ αὐτὰ διομολόγησαι.
哪些点?
τὰ ποῖα;
”