Humanitext Reader

柏拉图 · 理想国 §5.469-5.470

阵亡护卫者的葬礼与希腊同胞间战争的限制

第 78 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和格劳孔讨论了战死护卫者的葬礼仪式,区分了针对蛮族的战争与希腊人之间的内讧,并同意限制对希腊同胞的破坏行为。

§5.469ἀλλʼ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα— " οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων;
“但是,难道我们不应该听从赫西俄德的说法吗? 当这种种族的人死去时,他正是这样说的—— ‘他们成为地上圣洁的守护神,善良、驱除邪恶、凡人人类的保护者’?
" πεισόμεθα μὲν οὖν.
” “我们当然要听从。
διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτῃ θήσομεν ᾗ ἂν ἐξηγῆται;
”“那么,我们要去询问神明,应该如何安葬这些具有神性且神圣的人,以及应该给他们怎样的特殊礼遇,然后我们就按照他所指引的方式和方法去安葬,是吗?
τί δʼ οὐ μέλλομεν;
”“怎么会不这样呢?
καὶ τὸν λοιπὸν δὴ χρόνον ὡς δαιμόνων, οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας;
”“而且在以后的时间里,我们要像对待神明一样,照料并祭拜他们的坟墓,是吗?
ταὐτὰ δὲ ταῦτα νομιοῦμεν ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσιν;
而且,只要在生活中被判定为特别优秀的人,无论是因年老还是由于其他原因去世,我们都要采用这完全相同的惯例,是吗?
δίκαιον γοῦν, ἔφη.
”“这当然是公正的,”他说。
τί δέ; πρὸς τοὺς πολεμίους πῶς ποιήσουσιν ἡμῖν οἱ στρατιῶται;
“那么,对待敌人,我们的士兵应该如何行动?
τὸ ποῖον δή;
”“那是指什么呢?
πρῶτον μὲν ἀνδραποδισμοῦ πέρι, δοκεῖ δίκαιον Ἕλληνας Ἑλληνίδας πόλεις ἀνδραποδίζεσθαι, ἢ μηδʼ ἄλλῃ ἐπιτρέπειν κατὰ τὸ δυνατὸν καὶ τοῦτο ἐθίζειν, τοῦ Ἑλληνικοῦ γένους φείδεσθαι, εὐλαβουμένους τὴν ὑπὸ τῶν βαρβάρων δουλείαν;
”“首先关于奴役的问题,你认为希腊人奴役希腊的城邦是公正的吗? 还是说,应该尽最大可能不让其他城邦这样做,并培养这种习惯——爱惜希腊的种族,警惕被蛮族奴役的危险?
ὅλῳ καὶ παντί, ἔφη, διαφέρει τὸ φείδεσθαι.
”“宽恕和怜惜是完全、彻底地胜过的,”他说。
μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτούς, τοῖς τε ἄλλοις Ἕλλησιν οὕτω συμβουλεύειν;
“那么,我们自己也决不占有希腊人作奴隶,并且也这样建议其他希腊人,是吗?
πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν γʼ ἂν οὖν οὕτω πρὸς τοὺς βαρβάρους τρέποιντο, ἑαυτῶν δʼ ἀπέχοιντο.
”“完全赞成,”他说,“因为这样他们就会更多地转向对付蛮族,而克制自己人之间的内耗。
τί δέ; σκυλεύειν, ἦν δʼ ἐγώ, τοὺς τελευτήσαντας πλὴν ὅπλων, ἐπειδὰν νικήσωσιν, ἦ καλῶς ἔχει;
”“那么,”我说,“在获胜后,剥去死者除武器以外的身上之物,这真的合适吗?
ἢ οὐ πρόφασιν μὲν τοῖς δειλοῖς ἔχει μὴ πρὸς τὸν μαχόμενον ἰέναι, ὥς τι τῶν δεόντων δρῶντας ὅταν περὶ τὸν τεθνεῶτα κυπτάζωσι, πολλὰ δὲ ἤδη στρατόπεδα διὰ τὴν τοιαύτην ἁρπαγὴν ἀπώλετο;
还是说,这难道不会给那些胆怯者提供一个借口,让他们不去迎战正在战斗的敌人,而是借口在死尸旁弯腰搜寻是在尽应尽的职责? 而且已经有很多军队因为这种掠夺而灭亡了,不是吗?
καὶ μάλα.
”“确实如此。
ἀνελεύθερον δὲ οὐ δοκεῖ καὶ φιλοχρήματον νεκρὸν συλᾶν, καὶ γυναικείας τε καὶ σμικρᾶς διανοίας τὸ πολέμιον νομίζειν τὸ σῶμα τοῦ τεθνεῶτος ἀποπταμένου τοῦ ἐχθροῦ, λελοιπότος δὲ ᾧ ἐπολέμει;
”“而且,掠夺尸体难道不显得下贱和贪财吗? 把死者的躯体当作敌人,而在真正的敌人已经飞走、留下了他曾与之战斗的躯壳时,这种想法难道不显得女气而狭隘吗?
ἢ οἴει τι διάφορον δρᾶν τοὺς τοῦτο ποιοῦντας τῶν κυνῶν, αἳ τοῖς λίθοις οἷς ἂν βληθῶσι χαλεπαίνουσι, τοῦ βάλλοντος οὐχ ἁπτόμεναι;
或者,你认为那些这样做的人与那些对砸向它们的石头生气,却不去咬投石者的狗有什么两样吗?
οὐδὲ σμικρόν, ἔφη.
”“毫无二致,”他说。
ἐατέον ἄρα τὰς νεκροσυλίας καὶ τὰς τῶν ἀναιρέσεων διακωλύσεις;
“那么,我们应该禁止掠夺尸体和阻碍收尸的行为吗?
ἐατέον μέντοι, ἔφη, νὴ Δία.
”“确实应该禁止,指宙斯发誓,”他说。
§5.470οὐδὲ μήν που πρὸς τὰ ἱερὰ τὰ ὅπλα οἴσομεν ὡς ἀναθήσοντες, ἄλλως τε καὶ τὰ τῶν Ἑλλήνων, ἐάν τι ἡμῖν μέλῃ τῆς πρὸς τοὺς ἄλλους Ἕλληνας εὐνοίας·
“我们绝不会把武器带到神殿里去奉纳,尤其是希腊人的武器,如果我们还在意对其他希腊人的友好感情的话。
μᾶλλον δὲ καὶ φοβησόμεθα μή τι μίασμα ᾖ πρὸς ἱερὸν τὰ τοιαῦτα ἀπὸ τῶν οἰκείων φέρειν, ἐὰν μή τι δὴ ὁ θεὸς ἄλλο λέγῃ.
相反,我们甚至会害怕,把这些来自同胞的东西带到神殿里会是一种亵渎,除非神明另有指示。
ὀρθότατα, ἔφη.
”“非常正确,”他说。
τί δὲ γῆς τε τμήσεως τῆς Ἑλληνικῆς καὶ οἰκιῶν ἐμπρήσεως; ποῖόν τί σοι δράσουσιν οἱ στρατιῶται πρὸς τοὺς πολεμίους;
“那么,对于希腊土地的蹂躏和房屋的焚烧,士兵们对待敌人会做出怎样的行为?
σοῦ, ἔφη, δόξαν ἀποφαινομένου ἡδέως ἂν ἀκούσαιμι.
”“如果你能发表一下你的看法,我会乐意听的,”他说。
ἐμοὶ μὲν τοίνυν, ἦν δʼ ἐγώ, δοκεῖ τούτων μηδέτερα ποιεῖν, ἀλλὰ τὸν ἐπέτειον καρπὸν ἀφαιρεῖσθαι.
“依我看来,”我说,“这两件事都不应该做,而应该只夺取他们当年的收成。
καὶ ὧν ἕνεκα, βούλει σοι λέγω;
你想让我告诉你这是为什么吗?
πάνυ γε.
”“非常想。
φαίνεταί μοι, ὥσπερ καὶ ὀνομάζεται δύο ταῦτα ὀνόματα, πόλεμός τε καὶ στάσις, οὕτω καὶ εἶναι δύο, ὄντα ἐπὶ δυοῖν τινοιν διαφοραῖν.
”“在我看来,正如‘战争’和‘内讧’这两个词所表达的那样,确实存在着这两种基于两种不同分歧的争端。
λέγω δὲ τὰ δύο τὸ μὲν οἰκεῖον καὶ συγγενές, τὸ δὲ ἀλλότριον καὶ ὀθνεῖον.
我说这两种争端,一种是内部的、同族的,另一种是外部的、异族的。
ἐπὶ μὲν οὖν τῇ τοῦ οἰκείου ἔχθρᾳ στάσις κέκληται, ἐπὶ δὲ τῇ τοῦ ἀλλοτρίου πόλεμος.
因此,对内部的敌对称为‘内讧’,对外部的敌对则称为‘战争’。
καὶ οὐδέν γε, ἔφη, ἀπὸ τρόπου λέγεις.
”“你的说法完全不过分,”他说。
ὅρα δὴ καὶ εἰ τόδε πρὸς τρόπου λέγω.
“那么,看看我接下来的说法是否也合乎情理。
φημὶ γὰρ τὸ μὲν Ἑλληνικὸν γένος αὐτὸ αὑτῷ οἰκεῖον εἶναι καὶ συγγενές, τῷ δὲ βαρβαρικῷ ὀθνεῖόν τε καὶ ἀλλότριον.
我认为,希腊民族本身在内部是同族和亲属,而对蛮族来说则是异族和外人。
καλῶς γε, ἔφη.
”“说得好,”他说。
Ἕλληνας μὲν ἄρα βαρβάροις καὶ βαρβάρους Ἕλλησι πολεμεῖν μαχομένους τε φήσομεν καὶ πολεμίους φύσει εἶναι, καὶ πόλεμον τὴν ἔχθραν ταύτην κλητέον· Ἕλληνας δὲ Ἕλλησιν, ὅταν τι τοιοῦτον δρῶσιν, φύσει μὲν φίλους εἶναι, νοσεῖν δʼ ἐν τῷ τοιούτῳ τὴν Ἑλλάδα καὶ στασιάζειν, καὶ στάσιν τὴν τοιαύτην ἔχθραν κλητέον.
“因此,当希腊人与蛮族、蛮族与希腊人战斗并交战时,我们会说他们本性上是敌人,必须把这种敌对称为‘战争’;而当希腊人对希腊人做出这种事时,他们本性上是朋友,但在这种情况下希腊病了并处于分裂中,必须把这种敌对称为‘内讧’。
ἐγὼ μέν, ἔφη, συγχωρῶ οὕτω νομίζειν.
”“我同意这样看待,”他说。
σκόπει δή, εἶπον, ὅτι ἐν τῇ νῦν ὁμολογουμένῃ στάσει, ὅπου ἄν τι τοιοῦτον γένηται καὶ διαστῇ πόλις, ἐὰν ἑκάτεροι ἑκατέρων τέμνωσιν ἀγροὺς καὶ οἰκίας ἐμπιμπρῶσιν, ὡς ἀλιτηριώδης τε δοκεῖ ἡ στάσις εἶναι καὶ οὐδέτεροι αὐτῶν φιλοπόλιδες—οὐ γὰρ ἄν ποτε ἐτόλμων τὴν τροφόν τε καὶ μητέρα κείρειν—ἀλλὰ μέτριον εἶναι τοὺς καρποὺς ἀφαιρεῖσθαι τοῖς κρατοῦσι τῶν κρατουμένων, καὶ διανοεῖσθαι ὡς διαλλαγησομένων καὶ οὐκ ἀεὶ πολεμησόντων.
“那么,请注意,”我说,“在目前公认的内讧中,凡是发生这种事且城邦分裂的地方,如果双方互相蹂躏田地、焚烧房屋,这种内讧会被看作是多么不吉利,而且双方都没有爱国心——因为他们绝不敢去蹂躏他们的抚育者和母亲——相反,适度的做法是由胜者夺取败者的收成,并怀着将来和解而非永远战斗的心态。
πολὺ γάρ, ἔφη, ἡμερωτέρων αὕτη ἡ διάνοια ἐκείνης.
”“这种想法比那种想法要温和得多,”他说。
τί δὲ δή; ἔφην· ἣν σὺ πόλιν οἰκίζεις, οὐχ Ἑλληνὶς ἔσται;
“那么,”我说,“你所建的城邦,难道不是希腊的城邦吗?
δεῖ γʼ αὐτήν, ἔφη.
”“当然必须是,”他说。
οὐκοῦν καὶ ἀγαθοί τε καὶ ἥμεροι ἔσονται;
“那么,他们难道不也会是善良而温和的吗?
σφόδρα γε.
”“非常如此。
ἀλλʼ οὐ φιλέλληνες;
”“他们难道不也是热爱希腊的吗?
οὐδὲ οἰκείαν τὴν Ἑλλάδα ἡγήσονται, οὐδὲ κοινωνήσουσιν ὧνπερ οἱ ἄλλοι ἱερῶν;
他们难道不也把希腊当成自己的家,并且分享其他希腊人共同的祭礼吗?
καὶ σφόδρα γε.
”“非常赞成。 ”

词汇与语法注释

  1. 469aοἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων — 引用自赫西俄德的《工作与时日》第122-123行,描述了黄金一代死后成为守护神(daimones)。柏拉图将这一段应用于战死护卫者的身后荣誉。
  2. 469cὅλῳ καὶ παντί... διαφέρει τὸ φείδεσθαι — 意为“宽恕/怜惜是完全优越/更好的”。此处 διαφέρει 具有“胜过”、“更可取”的意思,强调不奴役希腊同胞(φείδεσθαι)是显然更好的选择。
  3. 469dλελοιπότος δὲ ᾧ ἐπολέμει — 属格独立结构(genitive absolute)。解释了敌人飞走后的情况,“留下了他曾与之战斗的东西”。ᾧ 是关系代词与格,指代战斗的工具或对手。
  4. 470aἐὰν μή τι δὴ ὁ θεὸς ἄλλο λέγῃ — 带有现在虚拟语气的条件从句。作为一个例外条款:“除非神(阿波罗)另有指示”,使用 ἐάν 搭配虚拟语气来表达未来或普遍的可能性。
  5. 470bδύο ταῦτα ὀνόματα, πόλεμός τε καὶ στάσις... ὄντα ἐπὶ δυοῖν τινοιν διαφοραῖν — 意为“‘战争’(polemos)和‘内讧’(stasis)这两个名称基于两种不同的分歧(或不和)”。ὄντα 是中性复数分词,修饰这两个名称,规定了它们区分的基础。
  6. 470dοὐ γὰρ ἄν ποτε ἐτόλμων τὴν τροφόν τε καὶ μητέρα κείρειν — 虚拟条件句的主句(apodosis),将语气助词 ἄν 与直说过去未完成时(ἐτόλμων)结合,表示与过去/现在事实相反的假设。暗示“因为他们决不敢去蹂躏他们的抚育者和母亲(大地)”。

引用这一段

柏拉图, 理想国 §5.469-5.470. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.469-5.470

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。