§5.465καὶ γὰρ τόδε ὀρθὸν ἔχει, ἦν δʼ ἐγώ, οὗτος ὁ νόμος·
“实际上,这项法律是正确的,”我说,“如果有人对某人生气,在这种情况下发泄怒气,他就不太可能走向更大的内讧。
εἴ πού τίς τῳ θυμοῖτο, ἐν τῷ τοιούτῳ πληρῶν τὸν θυμὸν ἧττον ἐπὶ μείζους ἂν ἴοι στάσεις.
”“完全如此。
πάνυ μὲν οὖν.
”“此外,年长者将被命令去统治并惩罚所有年轻者。
πρεσβυτέρῳ μὴν νεωτέρων πάντων ἄρχειν τε καὶ κολάζειν προστετάξεται.
”“显而易见。
δῆλον.
”“而且,年轻者绝不会企图对年长者诉诸暴力或殴打,除非统治者下令,这很符合常理。
καὶ μὴν ὅτι γε νεώτερος πρεσβύτερον, ἂν μὴ ἄρχοντες προστάττωσιν, οὔτε ἄλλο βιάζεσθαι ἐπιχειρήσει ποτὲ οὔτε τύπτειν, ὡς τὸ εἰκός. οἶμαι δʼ οὐδὲ ἄλλως ἀτιμάσει·
我想他也不会在其他方面侮辱年长者,因为有两个护卫者足以阻止这一切,那就是恐惧和畏敬。
ἱκανὼ γὰρ τὼ φύλακε κωλύοντε, δέος τε καὶ αἰδώς, αἰδὼς μὲν ὡς γονέων μὴ ἅπτεσθαι εἴργουσα, δέος δὲ τὸ τῷ πάσχοντι τοὺς ἄλλους βοηθεῖν, τοὺς μὲν ὡς ὑεῖς, τοὺς δὲ ὡς ἀδελφούς, τοὺς δὲ ὡς πατέρας.
畏敬阻止他动手触碰父母,而恐惧则是由于其他人会来帮助受害者,有的作为儿子,有的作为兄弟,有的作为父亲。
συμβαίνει γὰρ οὕτως, ἔφη.
”“确实会如此,”他说。
πανταχῇ δὴ ἐκ τῶν νόμων εἰρήνην πρὸς ἀλλήλους οἱ ἄνδρες ἄξουσι;
“那么,通过这些法律,人们会在一切事情上彼此保持和平吗?
πολλήν γε.
”“极其和平。
τούτων μὴν ἐν ἑαυτοῖς μὴ στασιαζόντων οὐδὲν δεινὸν μή ποτε ἡ ἄλλη πόλις πρὸς τούτους ἢ πρὸς ἀλλήλους διχοστατήσῃ.
”“只要他们自己内部不发生内讧,城邦的其他部分就绝无分裂对抗他们或彼此分裂的危险。
οὐ γὰρ οὖν.
”“当然没有。
τά γε μὴν σμικρότατα τῶν κακῶν διʼ ἀπρέπειαν ὀκνῶ καὶ λέγειν, ὧν ἀπηλλαγμένοι ἂν εἶεν, κολακείας τε πλουσίων πένητες ἀπορίας τε καὶ ἀλγηδόνας ὅσας ἐν παιδοτροφίᾳ καὶ χρηματισμοῖς διὰ τροφὴν οἰκετῶν ἀναγκαίαν ἴσχουσι, τὰ μὲν δανειζόμενοι, τὰ δʼ ἐξαρνούμενοι, τὰ δὲ πάντως πορισάμενοι θέμενοι παρὰ γυναῖκάς τε καὶ οἰκέτας, ταμιεύειν παραδόντες, ὅσα τε, ὦ φίλε, περὶ αὐτὰ καὶ οἷα πάσχουσι, δῆλά τε δὴ καὶ ἀγεννῆ καὶ οὐκ ἄξια λέγειν.
”“然而,那些最微小的恶,由于其不体面,我甚至犹豫是否要说出来,而他们将免于这些恶:穷人对富人的谄媚,以及在抚养孩子和为家仆的必要生计而赚钱的过程中所遭受的一切困难和痛苦——他们时而借债,时而赖账,时而千方百计地谋得财富并交到妻子和仆人手里,交给他们去管理。 我的朋友,关于这些事情,他们遭受了什么以及遭受了怎样的痛苦,是显而易见的、卑俗的,且不值一提。
δῆλα γάρ, ἔφη, καὶ τυφλῷ.
” “确实显而易见,”他说,“连瞎子也能看得出。
πάντων τε δὴ τούτων ἀπαλλάξονται, ζήσουσί τε τοῦ μακαριστοῦ βίου ὃν οἱ Ὀλυμπιονῖκαι ζῶσι μακαριώτερον.
”“他们将摆脱所有这些,并且过上比奥林匹亚获胜者所过的幸福生活还要更加幸福的生活。
πῇ;
”“怎么说呢?
διὰ σμικρόν που μέρος εὐδαιμονίζονται ἐκεῖνοι ὧν τούτοις ὑπάρχει.
”“因为与这些人所拥有的相比,那些获胜者被认为是幸福的,仅仅是因为极小的一部分原因。
ἥ τε γὰρ τῶνδε νίκη καλλίων, ἥ τʼ ἐκ τοῦ δημοσίου τροφὴ τελεωτέρα.
因为这些人的胜利更加高尚,他们的公家抚养也更加完备。
νίκην τε γὰρ νικῶσι συμπάσης τῆς πόλεως σωτηρίαν, τροφῇ τε καὶ τοῖς ἄλλοις πᾶσιν ὅσων βίος δεῖται αὐτοί τε καὶ παῖδες ἀναδοῦνται, καὶ γέρα δέχονται παρὰ τῆς αὑτῶν πόλεως ζῶντές τε καὶ τελευτήσαντες ταφῆς ἀξίας μετέχουσιν.
因为他们所赢得的胜利是整个城邦的救赎,他们自己和孩子们都得到抚养,并在生活所需的一切事物上获得加冕,并且在活着的时候从他们自己的城邦获得奖赏,在死后享有体面的葬礼。
καὶ μάλα, ἔφη, καλά.
”“确实极其美好,”他说。
§5.466μέμνησαι οὖν, ἦν δʼ ἐγώ, ὅτι ἐν τοῖς πρόσθεν οὐκ οἶδα ὅτου λόγος ἡμῖν ἐπέπληξεν ὅτι τοὺς φύλακας οὐκ εὐδαίμονας ποιοῖμεν, οἷς ἐξὸν πάντα ἔχειν τὰ τῶν πολιτῶν οὐδὲν ἔχοιεν;
“那么你还记得吗,”我说,“在前面的讨论中,不知是谁的言论指责我们,说我们没有让护卫者幸福,既然他们本可以拥有公民的一切,却一无所有?
ἡμεῖς δέ που εἴπομεν ὅτι τοῦτο μέν, εἴ που παραπίπτοι, εἰς αὖθις σκεψοίμεθα, νῦν δὲ τοὺς μὲν φύλακας φύλακας ποιοῖμεν, τὴν δὲ πόλιν ὡς οἷοί τʼ εἶμεν εὐδαιμονεστάτην, ἀλλʼ οὐκ εἰς ἓν ἔθνος ἀποβλέποντες ἐν αὐτῇ τοῦτο εὔδαιμον πλάττοιμεν;
”“我们当时说,”他说,“如果这个问题在某个时候碰巧出现,我们以后再考虑,而目前我们要让护卫者成为护卫者,使整个城邦尽可能地最幸福,而不是仅仅着眼于其中的一个阶层,把它塑造成幸福的。
μέμνημαι, ἔφη.
”“我记得,”他说。
τί οὖν;
“那么怎么样?
νῦν ἡμῖν ὁ τῶν ἐπικούρων βίος, εἴπερ τοῦ γε τῶν Ὀλυμπιονικῶν πολύ τε καλλίων καὶ ἀμείνων φαίνεται, μή πῃ κατὰ τὸν τῶν σκυτοτόμων φαίνεται βίον ἤ τινων ἄλλων δημιουργῶν ἢ τὸν τῶν γεωργῶν;
现在,既然助手的生命看起来比奥林匹亚获胜者的生命要高尚和好得多,难道它会在任何方面看起来像鞋匠或其他工匠,或者农民的生命吗?
οὔ μοι δοκεῖ, ἔφη.
”“在我看来并非如此,”他说。
ἀλλὰ μέντοι, ὅ γε καὶ ἐκεῖ ἔλεγον, δίκαιον καὶ ἐνταῦθα εἰπεῖν, ὅτι εἰ οὕτως ὁ φύλαξ ἐπιχειρήσει εὐδαίμων γίγνεσθαι, ὥστε μηδὲ φύλαξ εἶναι, μηδʼ ἀρκέσει αὐτῷ βίος οὕτω μέτριος καὶ βέβαιος καὶ ὡς ἡμεῖς φαμεν ἄριστος, ἀλλʼ ἀνόητός τε καὶ μειρακιώδης δόξα ἐμπεσοῦσα εὐδαιμονίας πέρι ὁρμήσει αὐτὸν διὰ δύναμιν ἐπὶ τὸ ἅπαντα τὰ ἐν τῇ πόλει οἰκειοῦσθαι, γνώσεται τὸν Ἡσίοδον ὅτι τῷ ὄντι ἦν σοφὸς λέγων
"πλέον"
εἶναί πως
"ἥμισυ παντός.
“然而,我在那里说的话在这里也同样适用:如果护卫者企图以这种甚至不再是护卫者的方式去获得幸福,并且我们所说的如此适度、安全且最善的生命不能满足他,而是关于幸福的愚蠢和幼稚的观念落在他身上,驱使他凭借自己的力量去占有城邦里的一切,他就会明白赫西俄德所说的确实是充满智慧的,当时他说: ‘一半’ 在某种意义上 ‘多于全部’。
"
ἐμοὶ μέν, ἔφη, συμβούλῳ χρώμενος μενεῖ ἐπὶ τούτῳ τῷ βίῳ.
” “如果他把我当作顾问,”他说,“他会留在这个生命中。
συγχωρεῖς ἄρα, ἦν δʼ ἐγώ, τὴν τῶν γυναικῶν κοινωνίαν τοῖς ἀνδράσιν, ἣν διεληλύθαμεν, παιδείας τε πέρι καὶ παίδων καὶ φυλακῆς τῶν ἄλλων πολιτῶν, κατά τε πόλιν μενούσας εἰς πόλεμόν τε ἰούσας καὶ συμφυλάττειν δεῖν καὶ συνθηρεύειν ὥσπερ κύνας, καὶ πάντα πάντῃ κατὰ τὸ δυνατὸν κοινωνεῖν, καὶ ταῦτα πραττούσας τά τε βέλτιστα πράξειν καὶ οὐ παρὰ φύσιν τὴν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, ᾗ πεφύκατον πρὸς ἀλλήλω κοινωνεῖν;
”“那么,你同意吗,”我说,“我们所阐述的,妇女与男子的共有,无论在教育、孩子还是其他公民的护卫方面,她们都必须留在城邦中,一同去参加战争,共同护卫并像狗一样共同狩猎,并且在一切事情上尽可能地在各方面共有,而且这样做将是最好的,也不违反雌性与雄性相互共有的自然天性?
συγχωρῶ, ἔφη.
”“我同意,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἐκεῖνο λοιπὸν διελέσθαι, εἰ ἄρα καὶ ἐν ἀνθρώποις δυνατόν, ὥσπερ ἐν ἄλλοις ζῴοις, ταύτην τὴν κοινωνίαν ἐγγενέσθαι, καὶ ὅπῃ δυνατόν;
“那么,”我说,“剩下的就是去辨析这种共有在人类中是否可能实现,就像在其他动物中那样,以及如何可能实现?
ἔφθης, ἔφη, εἰπὼν ᾗ ἔμελλον ὑπολήψεσθαι.
”“你抢先了,”他说,“说出了我准备接着说的话。
περὶ μὲν γὰρ τῶν ἐν τῷ πολέμῳ οἶμαι, ἔφην, δῆλον ὃν τρόπον πολεμήσουσιν.
” “关于战争中的事情,我想,”我说,“他们将如何作战是显而易见的。
πῶς;
”“如何?
ἦ δʼ ὅς.
”他问。
ὅτι κοινῇ στρατεύσονται, καὶ πρός γε ἄξουσι τῶν παίδων εἰς τὸν πόλεμον ὅσοι ἁδροί, ἵνʼ ὥσπερ οἱ τῶν ἄλλων δημιουργῶν θεῶνται ταῦτα ἃ τελεωθέντας δεήσει δημιουργεῖν·
“他们将共同出征,而且,他们还会带上那些壮实的子嗣去参加战争,以便像其他工匠的孩子那样,让他们观看那些他们成年后必须亲手制作的工艺。 ”