Humanitext Reader

柏拉图 · 理想国 §5.461

未经许可生育的禁止与亲属关系的拟定

第 73 段,共 153 段 · 希腊语

内容简介

苏格拉底禁止超出规定年龄或未经统治者批准的交配,视其为不神圣的行为;同时允许过了生育年龄的男女自由交往(受特定近亲禁忌限制),并解释了如何虚拟确定亲属关系。

§5.461ἀμφοτέρων γοῦν, ἔφη, αὕτη ἀκμὴ σώματός τε καὶ φρονήσεως.
“无论如何,”他说,“这都是双方身体和心智的全盛期。
οὐκοῦν ἐάντε πρεσβύτερος τούτων ἐάντε νεώτερος τῶν εἰς τὸ κοινὸν γεννήσεων ἅψηται, οὔτε ὅσιον οὔτε δίκαιον φήσομεν τὸ ἁμάρτημα, ὡς παῖδα φιτύοντος τῇ πόλει, ὅς, ἂν λάθῃ, γεννήσεται οὐχ ὑπὸ θυσιῶν οὐδʼ ὑπὸ εὐχῶν φύς, ἃς ἐφʼ ἑκάστοις τοῖς γάμοις εὔξονται καὶ ἱέρειαι καὶ ἱερεῖς καὶ σύμπασα ἡ πόλις ἐξ ἀγαθῶν ἀμείνους καὶ ἐξ ὠφελίμων ὠφελιμωτέρους ἀεὶ τοὺς ἐκγόνους γίγνεσθαι, ἀλλʼ ὑπὸ σκότου μετὰ δεινῆς ἀκρατείας γεγονώς.
” “因此,如果有比这些年龄更大或更小的人参与为公用而生育的事,我们将称这种过错是既不神圣也不公正的,这就像是为城邦强行生育孩子的人的过错,这孩子如果是秘密出生的,他既不是在祭祀和祈祷中出生的——在每次婚礼上,女祭司、男祭司以及整个城邦都会祈祷,让优秀的父母生出更优秀的孩子,有益的父母生出更有益的孩子——而是诞生在黑暗之中,伴随着可怕的无节制。
ὀρθῶς, ἔφη.
” “对,”他说。
ὁ αὐτὸς δέ γʼ, εἶπον, νόμος, ἐάν τις τῶν ἔτι γεννώντων μὴ συνέρξαντος ἄρχοντος ἅπτηται τῶν ἐν ἡλικίᾳ γυναικῶν· νόθον γὰρ καὶ ἀνέγγυον καὶ ἀνίερον φήσομεν αὐτὸν παῖδα τῇ πόλει καθιστάναι.
“而且,同样的法律也适用,”我说,“如果任何仍在生育年龄的人,在没有统治者撮合的情况下,私自接触适龄的女性;因为我们将说,他是在为城邦确立一个私生的、无担保的、不神圣的孩子。
ὀρθότατα, ἔφη.
” “最正确不过,”他说。
ὅταν δὲ δὴ οἶμαι αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίγνεσθαι ᾧ ἂν ἐθέλωσι, πλὴν θυγατρὶ καὶ μητρὶ καὶ ταῖς τῶν θυγατέρων παισὶ καὶ ταῖς ἄνω μητρός, καὶ γυναῖκας αὖ πλὴν ὑεῖ καὶ πατρὶ καὶ τοῖς τούτων εἰς τὸ κάτω καὶ ἐπὶ τὸ ἄνω, καὶ ταῦτά γʼ ἤδη πάντα διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μηδʼ εἰς φῶς ἐκφέρειν κύημα μηδέ γʼ ἕν, ἐὰν γένηται, ἐὰν δέ τι βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ.
“我想,当女人和男人都过了生育年龄时,我们将允许他们自由地与他们想结合的任何人交往,只要不是女儿、母亲、女儿的孩子以及母亲以上的女性长辈;对于女人也是一样,只要不是儿子、父亲以及这些人的晚辈和长辈。 在对他们做出了所有这些指示之后,要求他们尽最大努力,即使怀孕了也绝不让任何一个胎儿重见天日;但如果有什么孩子强行出生了,就要这样处置,即当做没有抚养这种孩子的条件一样。
καὶ ταῦτα μέν γʼ, ἔφη, μετρίως λέγεται·
” “这些话,”他说,“说得还算温和。
πατέρας δὲ καὶ θυγατέρας καὶ ἃ νυνδὴ ἔλεγες πῶς διαγνώσονται ἀλλήλων;
但是他们如何辨认父亲和女儿,以及你刚才说的那些彼此的关系呢?
οὐδαμῶς, ἦν δʼ ἐγώ· ἀλλʼ ἀφʼ ἧς ἂν ἡμέρας τις αὐτῶν νυμφίος γένηται, μετʼ ἐκείνην δεκάτῳ μηνὶ καὶ ἑβδόμῳ δὴ ἃ ἂν γένηται ἔκγονα, ταῦτα πάντα προσερεῖ τὰ μὲν ἄρρενα ὑεῖς, τὰ δὲ θήλεα θυγατέρας, καὶ ἐκεῖνα ἐκεῖνον πατέρα, καὶ οὕτω δὴ τὰ τούτων ἔκγονα παίδων παῖδας, καὶ ἐκεῖνʼ αὖ ἐκείνους πάππους τε καὶ τηθάς, τὰ δʼ ἐν ἐκείνῳ τῷ χρόνῳ γεγονότα, ἐν ᾧ αἱ μητέρες καὶ οἱ πατέρες αὐτῶν ἐγέννων, ἀδελφάς τε καὶ ἀδελφούς, ὥστε, ὃ νυνδὴ ἐλέγομεν, ἀλλήλων μὴ ἅπτεσθαι.
” “绝无可能,”我说,“但是从他们中任何人成为新郎的那天算起,在其后的第十个月、或者第七个月里出生的一切后代,他都要称呼他们,男的为儿子,女的为女儿,而他们也要称他为父亲;同样,这些孩子的后代就被称为‘孩子的孩子’,而他们又称那些人为祖父和祖母;而在他们的母亲和父亲生育的那个时期内出生的人,则被称为姐妹和兄弟,这样,正如我们刚才所说,他们就不会彼此接触。
ἀδελφοὺς δὲ καὶ ἀδελφὰς δώσει ὁ νόμος συνοικεῖν, ἐὰν ὁ κλῆρος ταύτῃ συμπίπτῃ καὶ ἡ Πυθία προσαναιρῇ.
不过,如果抽签恰好如此,且皮提亚神托也赞成,法律会允许兄弟和姐妹共同生活。
ὀρθότατα, ἦ δʼ ὅς.
” “最正确不过了,”他说道。
ἡ μὲν δὴ κοινωνία, ὦ Γλαύκων, αὕτη τε καὶ τοιαύτη γυναικῶν τε καὶ παίδων τοῖς φύλαξί σοι τῆς πόλεως·
“那么,格劳孔,这就是你城邦的守护者们所拥有的,妇女和儿童的共有制。
ὡς δὲ ἑπομένη τε τῇ ἄλλῃ πολιτείᾳ καὶ μακρῷ βελτίστη, δεῖ δὴ τὸ μετὰ τοῦτο βεβαιώσασθαι παρὰ τοῦ λόγου.
而它既与其余的城制相契合,又是迄今为止最好的,这在接下来必须由论证来加以证实。
ἢ πῶς ποιῶμεν;
或者我们该怎么做呢? ”

词汇与语法注释

  1. 461aὡς παῖδα φιτύοντος τῇ πόλει — 属格分词 φιτύοντος 与上下文中省略的“超出规定年龄生育的男性”一致。与 ὡς 连用,表示主观原因或性质判定:“作为……的人(的过错)”。
  2. 461aἐξ ἀγαθῶν ἀμείνους καὶ ἐξ ὠφελίμων ὠφελιμωτέρους ἀεὶ τοὺς ἐκγόνους γίγνεσθαι — 不定式 γίγνεσθαι 构成带对格的不定式结构(主语为 τοὺς ἐκγόνους),作为前文祈祷动词 εὔξονται 的宾语,表示祈祷的具体内容。
  3. 461cπλὴν θυγατρὶ καὶ μητρὶ... — 与格 θυγατρὶ(女儿)等词置于表示例外的 πλὴν 之后,是因为它们取决于前文支配与格的动词 συγγίγνεσθαι(交往、结合)。
  4. 461dδεκάτῳ μηνὶ καὶ ἑβδόμῳ δὴ ἃ ἂν γένηται ἔκγονα — 与格表示的 δεκάτῳ... καὶ ἑβδόμῳ(第十个月和第七个月)指的是当时希腊医学中被公认为正常人类妊娠期的范围。

引用这一段

柏拉图, 理想国 §5.461. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.461

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。