Humanitext Reader

柏拉图 · 理想国 §5.457-5.458

守护者的妻子子女共有与婚姻规制

第 71 段,共 153 段 · 希腊语

内容简介

苏格拉底提出,女性守护者通过教育以美德为衣,应与男性共同承担守护职责,并确立了更为惊人的“妻子与子女公有”的法案。他指出,由于男女在共同生活中受到情欲必然性而非几何必然性的驱使,必然产生结合,因此统治者必须通过确立神圣且有益的婚姻来加以规范。

§5.457τοῦτο δὲ μουσική τε καὶ γυμναστικὴ παραγιγνόμεναι, ὡς ἡμεῖς διήλθομεν, ἀπεργάσονται;
那么,正如我们所阐述的,文艺和体育的引入会实现这一点吗?
πῶς δʼ οὔ;
“怎么不会呢?
οὐ μόνον ἄρα δυνατὸν ἀλλὰ καὶ ἄριστον πόλει νόμιμον ἐτίθεμεν.
”“那么,我们是在为城邦确立一项不仅可能而且最善的法律。
οὕτως.
”“正是如此。
ἀποδυτέον δὴ ταῖς τῶν φυλάκων γυναιξίν, ἐπείπερ ἀρετὴν ἀντὶ ἱματίων ἀμφιέσονται, καὶ κοινωνητέον πολέμου τε καὶ τῆς ἄλλης φυλακῆς τῆς περὶ τὴν πόλιν, καὶ οὐκ ἄλλα πρακτέον· τούτων δʼ αὐτῶν τὰ ἐλαφρότερα ταῖς γυναιξὶν ἢ τοῖς ἀνδράσι δοτέον διὰ τὴν τοῦ γένους ἀσθένειαν.
”“因此,守护者的妻子们必须脱去衣服,因为她们将用美德代替衣服穿在身上,她们必须共同分担战争以及城邦的其他守护职责,并且不从事其他行业;但在这些职责本身中,由于女性性别的软弱,必须将较轻的职责分派给女性而不是男性。
ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς γυναιξί, τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, "ἀτελῆ" τοῦ γελοίου "σοφίας δρέπων καρπόν" , οὐδὲν οἶδεν, ὡς ἔοικεν, ἐφʼ ᾧ γελᾷ οὐδʼ ὅτι πράττει·
至于那个在女人为了最善的目的而裸体运动时嘲笑她们的男人,他‘从滑稽中采摘未成熟的智慧之果’,看来他根本不知道自己嘲笑的是什么,也不知道自己在做什么。
κάλλιστα γὰρ δὴ τοῦτο καὶ λέγεται καὶ λελέξεται, ὅτι τὸ μὲν ὠφέλιμον καλόν, τὸ δὲ βλαβερὸν αἰσχρόν.
因为这句话确实是、而且将来也会是最美的名言:有益的即是美的,有害的即是丑的。
παντάπασι μὲν οὖν.
”“完全如此。
τοῦτο μὲν τοίνυν ἓν ὥσπερ κῦμα φῶμεν διαφεύγειν τοῦ γυναικείου πέρι νόμου λέγοντες, ὥστε μὴ παντάπασι κατακλυσθῆναι τιθέντας ὡς δεῖ κοινῇ πάντα ἐπιτηδεύειν τούς τε φύλακας ἡμῖν καὶ τὰς φυλακίδας, ἀλλά πῃ τὸν λόγον αὐτὸν αὑτῷ ὁμολογεῖσθαι ὡς δυνατά τε καὶ ὠφέλιμα λέγει;
”“那么,在关于女性的法律中,我们是否可以说自己避开了一股大浪,以至于当我们规定我们的男守护者和女守护者必须共同从事所有行业时,不至于完全被浪潮淹没,而是让我们的论证以某种方式自我一致地表明,我们所说的是可能且有益的?
καὶ μάλα, ἔφη, οὐ σμικρὸν κῦμα διαφεύγεις.
”“确实,”他说,“你避开的不是一堵小浪。
φήσεις γε, ἦν δʼ ἐγώ, οὐ μέγα αὐτὸ εἶναι, ὅταν τὸ μετὰ τοῦτο ἴδῃς.
”“如果你看到这之后的事情,”我说,“你就会说刚才那个浪并不大。
λέγε δή, ἴδω, ἔφη.
”“那么请说吧,让我看看,”他说。
τούτῳ, ἦν δʼ ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε.
“依我之见,以下这条法律,”我说,“是紧随先前及其他法律之后的。
τίς;
”“是哪一条?
τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.
”“这些女人对所有这些男人而言全都是公有的,任何人不得与任何人私自同居;同样,子女也是公有的,父母不得认识自己的亲生骨肉,子女也不得认识自己的父母。
πολύ, ἔφη, τοῦτο ἐκείνου μεῖζον πρὸς ἀπιστίαν καὶ τοῦ δυνατοῦ πέρι καὶ τοῦ ὠφελίμου.
”“比起刚才那个,”他说,“这在引起怀疑方面要大得多,无论是在其可能性还是有益性上。
οὐκ οἶμαι, ἦν δʼ ἐγώ, περί γε τοῦ ὠφελίμου ἀμφισβητεῖσθαι ἄν, ὡς οὐ μέγιστον ἀγαθὸν κοινὰς μὲν τὰς γυναῖκας εἶναι, κοινοὺς δὲ τοὺς παῖδας, εἴπερ οἷόν τε· ἀλλʼ οἶμαι περὶ τοῦ εἰ δυνατὸν ἢ μὴ πλείστην ἂν ἀμφισβήτησιν γενέσθαι.
”“关于有益性,”我说,“我想不会有人争论说,如果可能的话,女人和孩子的公有不就是最大的善;但我认为,最大的争论会发生在这是否可能的问题上。
περὶ ἀμφοτέρων, ἦ δʼ ὅς, εὖ μάλʼ ἂν ἀμφισβητηθείη.
”“关于这两点,”他说,“确实会引起极大的争论。
λέγεις, ἦν δʼ ἐγώ, λόγων σύστασιν· ἐγὼ δʼ ᾤμην ἔκ γε τοῦ ἑτέρου ἀποδράσεσθαι, εἴ σοι δόξειεν ὠφέλιμον εἶναι, λοιπὸν δὲ δή μοι ἔσεσθαι περὶ τοῦ δυνατοῦ καὶ μή.
”“你这是在组织言语的围攻啊,”我说,“我本以为可以从其中一点逃脱,只要你认为它是有益的,那么我就只需讨论其可能与否了。
ἀλλʼ οὐκ ἔλαθες, ἦ δʼ ὅς, ἀποδιδράσκων, ἀλλʼ ἀμφοτέρων πέρι δίδου λόγον.
”“但你的逃跑计划并没有瞒过我,”他说,“所以,请对这两点都给出解释。
§5.458ὑφεκτέον, ἦν δʼ ἐγώ, δίκην.
” “看来我得接受惩罚了,”我说。
τοσόνδε μέντοι χάρισαί μοι· ἔασόν με ἑορτάσαι, ὥσπερ οἱ ἀργοὶ τὴν διάνοιαν εἰώθασιν ἑστιᾶσθαι ὑφʼ ἑαυτῶν, ὅταν μόνοι πορεύωνται.
“不过,请恩准我这一件事:让我像那些思想闲散的人在独自漫步时习惯于自我款待、耽于空想那样,也放个假。
καὶ γὰρ οἱ τοιοῦτοί που, πρὶν ἐξευρεῖν τίνα τρόπον ἔσται τι ὧν ἐπιθυμοῦσι, τοῦτο παρέντες, ἵνα μὴ κάμνωσι βουλευόμενοι περὶ τοῦ δυνατοῦ καὶ μή, θέντες ὡς ὑπάρχον εἶναι ὃ βούλονται, ἤδη τὰ λοιπὰ διατάττουσιν καὶ χαίρουσιν διεξιόντες οἷα δράσουσι γενομένου, ἀργὸν καὶ ἄλλως ψυχὴν ἔτι ἀργοτέραν ποιοῦντες.
因为这样的人在找出他们所渴望的事情以何种方式实现之前,会把这事搁在一旁,以免因考虑其可能与否而精疲力竭。 他们先假设自己所渴望的事情已经存在,然后去安排其余的事情,并因详细盘算事情实现后该做什么而感到快乐,从而使原本就闲散的灵魂变得更加闲散。
ἤδη οὖν καὶ αὐτὸς μαλθακίζομαι, καὶ ἐκεῖνα μὲν ἐπιθυμῶ ἀναβαλέσθαι καὶ ὕστερον ἐπισκέψασθαι, ᾗ δυνατά, νῦν δὲ ὡς δυνατῶν ὄντων θεὶς σκέψομαι, ἄν μοι παριῇς, πῶς διατάξουσιν αὐτὰ οἱ ἄρχοντες γιγνόμενα, καὶ ὅτι πάντων συμφορώτατʼ ἂν εἴη πραχθέντα τῇ τε πόλει καὶ τοῖς φύλαξιν.
所以现在,我自己也变得软弱了,我渴望把这些事情推迟,以后再考察它们如何可能。 而现在,先假设它们是可能的,如果你允许的话,我将考察统治者在这些事情实现时将如何安排,以及为什么这对于城邦和守护者来说会是所有行当里最有利的。
ταῦτα πειράσομαί σοι πρότερα συνδιασκοπεῖσθαι, ὕστερα δʼ ἐκεῖνα, εἴπερ παριεῖς.
如果你允许的话,我将尝试先和你一起讨论这些,然后再讨论那些可能性。
ἀλλὰ παρίημι, ἔφη, καὶ σκόπει.
”“我允许,”他说,“请讨论吧。
οἶμαι τοίνυν, ἦν δʼ ἐγώ, εἴπερ ἔσονται οἱ ἄρχοντες ἄξιοι τούτου τοῦ ὀνόματος, οἵ τε τούτοις ἐπίκουροι κατὰ ταὐτά, τοὺς μὲν ἐθελήσειν ποιεῖν τὰ ἐπιταττόμενα, τοὺς δὲ ἐπιτάξειν, τὰ μὲν αὐτοὺς πειθομένους τοῖς νόμοις, τὰ δὲ καὶ μιμουμένους, ὅσα ἂν ἐκείνοις ἐπιτρέψωμεν.
”“那么我认为,”我说,“如果统治者配得上这个称号,而他们的辅助者也同样如此,那么后者将乐于执行命令,而前者将下达命令,在一些事情上他们自己要服从法律,而在另一些我们托付给他们的事情上,他们则要模仿法律。
εἰκός, ἔφη.
”“合情合理,”他说。
σὺ μὲν τοίνυν, ἦν δʼ ἐγώ, ὁ νομοθέτης αὐτοῖς, ὥσπερ τοὺς ἄνδρας ἐξέλεξας, οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσεις καθʼ ὅσον οἷόν τε ὁμοφυεῖς· οἱ δέ, ἅτε οἰκίας τε καὶ συσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμειγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπʼ ἀνάγκης οἶμαι τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μεῖξιν.
“因此,作为立法者的你,就像你挑选出男人一样,你也要挑选出女人,并把她们交给他们,使她们在可能范围内具有相同的自然;而他们,因为拥有共同的住所和共同的食堂,且没有任何人私自占有任何这类东西,他们必然会在一起。 他们由于在体育馆里以及在其他的日常生活中混在一起,我想,在天生必然性的驱使下,他们必然会被引导去互相结合。
ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;
还是你觉得我说的不是必然的?
οὐ γεωμετρικαῖς γε, ἦ δʼ ὅς, ἀλλʼ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.
”“这可不是几何学的必然,”他说,“而是情欲的必然。 在说服和吸引大众方面,情欲的必然恐怕比几何学的必然要尖锐得多。
καὶ μάλα, εἶπον.
”“确实如此,”我说。
ἀλλὰ μετὰ δὴ ταῦτα, ὦ Γλαύκων, ἀτάκτως μὲν μείγνυσθαι ἀλλήλοις ἢ ἄλλο ὁτιοῦν ποιεῖν οὔτε ὅσιον ἐν εὐδαιμόνων πόλει οὔτʼ ἐάσουσιν οἱ ἄρχοντες.
“但是在这之后,格劳孔,在幸福的城邦里,无秩序地互相交配,或做任何其他事情,既非虔敬,统治者也不会允许。
οὐ γὰρ δίκαιον, ἔφη.
”“因为这确实是不正当的,”他说。
δῆλον δὴ ὅτι γάμους τὸ μετὰ τοῦτο ποιήσομεν ἱεροὺς εἰς δύναμιν ὅτι μάλιστα· εἶεν δʼ ἂν ἱεροὶ οἱ ὠφελιμώτατοι.
“显然,在这之后,我们将尽可能使婚礼变得神圣;而最有利的婚礼就是最神圣的。 ”

词汇与语法注释

  1. 457aἀρετὴν ἀντὶ ἱματίων ἀμφιέσονται — 动词 ἀμφιέννυμι(穿戴)通常接双宾格。在此处,表示身体衣物的词被介词短语 ἀντὶ ἱματίων(代替衣物)所取代,只留下单数宾格的 ἀρετήν(美德)。这是一个隐喻表达,指女性守卫者将把“美德”作为防具与衣物穿戴在身。
  2. 457bἀτελῆ τοῦ γελοίου σοφίας δρέπων καρπόν — 模仿品达(Pindar, fr. 209)的诗句。形容词 ἀτελῆ(未成熟的、不完全的)修饰宾格名词 καρπόν(果实)。属格 σοφίας(智慧)修饰 καρπόν。而 τοῦ γελοίου(滑稽、可笑的)在这里充当原因或关涉属格,表明因嘲笑而采摘到未成熟的智慧之果。
  3. 457dἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν — 该不定式分句属于“对格加不定式”(AcI)结构。阴性单数对格 μηδεμίαν(没有任何女性)作不定式 συνοικεῖν(同居)的主语。与格 μηδενὶ(与任何人)由动词 συνοικεῖν(与……同居)所支配,该动词常规要求与格。双重否定(μηδενὶ μηδεμίαν)加强了绝对禁止的语气。
  4. 458aτὴν διάνοιαν — 关系对格(或关涉对格),修饰形容词 ἀργοί(懒惰的、闲散的)。它限定了懒惰的范围,意为“在心智上懒惰”或“思想闲散的人”。
  5. 458dὑπʼ ἀνάγκης... τῆς ἐμφύτου — 介词 ὑπό 连用属格 ἀνάγκης 表示内在的促动因。这种“天生的必然”(τῆς ἐμφύτου)在随后格劳孔的与格短语 γεωμετρικαῖς... ἐρωτικαῖς ἀνάγκαις,(几何学的/情欲的必然)中得到了进一步阐释,将数学推导与情欲冲动进行了对比。

引用这一段

柏拉图, 理想国 §5.457-5.458. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.457-5.458

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。