§5.455οὐκοῦν μετὰ τοῦτο κελεύομεν τὸν τὰ ἐναντία λέγοντα τοῦτο αὐτὸ διδάσκειν ἡμᾶς, πρὸς τίνα τέχνην ἢ τί ἐπιτήδευμα τῶν περὶ πόλεως κατασκευὴν οὐχ ἡ αὐτὴ ἀλλὰ ἑτέρα φύσις γυναικός τε καὶ ἀνδρός;
那么,在这之后,我们难道不该要求那个持相反意见的人明确告诉我们:在关于城邦体制的哪种技术或哪种行业上,女人和男人的自然不是相同的而是不同的?
δίκαιον γοῦν.
这至少是公正的。
τάχα τοίνυν ἄν, ὅπερ σὺ ὀλίγον πρότερον ἔλεγες, εἴποι ἂν καὶ ἄλλος, ὅτι ἐν μὲν τῷ παραχρῆμα ἱκανῶς εἰπεῖν οὐ ῥᾴδιον, ἐπισκεψαμένῳ δὲ οὐδὲν χαλεπόν.
那么,正如你刚才所说,可能别人也会说,立刻给出充分的回答是不容易的,但对于进行过考察的人来说,这一点也不难。
εἴποι γὰρ ἄν.
因为他确实会这么说。
βούλει οὖν δεώμεθα τοῦ τὰ τοιαῦτα ἀντιλέγοντος ἀκολουθῆσαι ἡμῖν, ἐάν πως ἡμεῖς ἐκείνῳ ἐνδειξώμεθα ὅτι οὐδέν ἐστιν ἐπιτήδευμα ἴδιον γυναικὶ πρὸς διοίκησιν πόλεως;
那么,你是否愿意我们请求这位提出此类反对意见的人跟随我们,看我们是否能以某种方式向他表明,在城邦管理方面,没有什么是女人所特有的行业?
πάνυ γε.
当然愿意。
ἴθι δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου·
来吧,我们将对他说,请回答。
ἆρα οὕτως ἔλεγες τὸν μὲν εὐφυῆ πρός τι εἶναι, τὸν δὲ ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥᾳδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς;
你之前说一个人在某事上有天赋,而另一个人没有,是不是在这个意义上说的:即一个人能轻松地学习某事,而另一个人却很困难?
καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὑρετικὸς εἴη οὗ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδʼ ἃ ἔμαθε σῴζοιτο;
而且一个人通过简短的学习,就能对自己所学的东西有很大的发现,而另一个人在接受了许多学习和练习之后,却连所学的东西也无法保持?
καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖ τῇ διανοίᾳ, τῷ δὲ ἐναντιοῖτο;
并且对一个人来说,身体的各部分能充分地为理智服务,而对另一个人来说却相反?
ἆρʼ ἄλλα ἄττα ἐστὶν ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὡρίζου;
你对针对各项事物有天赋者和无天赋者的界定,难道还有这之外的其他标准吗?
οὐδείς, ἦ δʼ ὅς, ἄλλα φήσει.
我想,没有人会说出其他的标准,他会这样回答。
οἶσθά τι οὖν ὑπὸ ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν;
那么,你是否知道有任何人类所从事的行业,在这些所有的方面,男性这一性别不比女性这一性别更为卓越?
ἢ μακρολογῶμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάντων ἡττώμενον;
还是说我们要长篇大论,去谈论织布以及糕点和煮食的护理——在这些事情上,女性这一性别确实似乎占有些分量,而在这些事情上落败则是最滑稽的?
ἀληθῆ, ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν ὡς ἔπος εἰπεῖν τὸ γένος τοῦ γένους.
你说的对,他说,在大体上,这一性别在几乎所有事情上都被那一性别远远超越。
γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά· τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις.
不过,确实有许多女人在许多事情上比许多男人更优秀;但总体而言,情况正如你所说。
οὐδὲν ἄρα ἐστίν, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνή, οὐδʼ ἀνδρὸς διότι ἀνήρ, ἀλλʼ ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν, καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνήρ, ἐπὶ πᾶσι δὲ ἀσθενέστερον γυνὴ ἀνδρός.
因此,我的朋友,在管理城邦的人的行业中,没有任何一件是因为她是女人而属于女人的,也没有任何一件是因为他是男人而属于男人的;相反,自然的天赋同样分布在这两种生物之中,女人根据自然分担所有的行业,男人也分担所有的行业,但在所有这些行业中,女人都比男人更软弱。
πάνυ γε.
完全如此。
ἦ οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δʼ οὐδέν;
那么,我们是否要把一切工作都指派给男人,而一件也不指派给女人?
καὶ πῶς;
怎么会呢?
ἀλλʼ ἔστι γὰρ οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, ἡ δʼ οὔ, καὶ μουσική, ἡ δʼ ἄμουσος φύσει.
但是,我想正如我们将要说的,确实有在医术上有天赋的女人,也有没有这种天赋的,有在音乐上有天赋的,也有天生不通音乐的。
τί μήν;
当然。
§5.456γυμναστικὴ δʼ ἄρα οὔ, οὐδὲ πολεμική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική;
“那么,在体育上也有有天赋和没有天赋的,在战争上也有有天赋的,以及不适应战争和不喜欢体育的,对吗?
οἶμαι ἔγωγε.
”“我是这样认为的。
τί δέ; φιλόσοφός τε καὶ μισόσοφος;
”“那么在智慧的喜爱和憎恨上呢?
καὶ θυμοειδής, ἡ δʼ ἄθυμός ἐστι;
还有充满血性的,以及缺乏血性的?
καὶ ταῦτα.
”“也有这些。
ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δʼ οὔ.
”“因此,也有具有守护天赋的女人,和没有这种天赋的。
ἢ οὐ τοιαύτην καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα;
难道我们为守护者男性所选出的,不也是这样的自然吗?
τοιαύτην μὲν οὖν.
”“确实是这样的。
καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσα ἀσθενεστέρα, ἡ δὲ ἰσχυροτέρα ἐστίν.
”“因此,在守护城邦方面,女人和男人的自然是相同的,除了女人较弱而男人较强之外。
φαίνεται.
”“看起来是这样。
καὶ γυναῖκες ἄρα αἱ τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι συνοικεῖν τε καὶ συμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ συγγενεῖς αὐτοῖς τὴν φύσιν.
” “因此,必须挑选出这样的女人,让她们与这样的男人共同生活,共同守护,因为她们有足够的能力,并且在自然本性上与他们同族。
πάνυ γε.
”“完全如此。
τὰ δʼ ἐπιτηδεύματα οὐ τὰ αὐτὰ ἀποδοτέα ταῖς αὐταῖς φύσεσιν;
”“而相同的自然,难道不应该分派给相同的行业吗?
τὰ αὐτά.
”“应当是相同的。
ἥκομεν ἄρα εἰς τὰ πρότερα περιφερόμενοι, καὶ ὁμολογοῦμεν μὴ παρὰ φύσιν εἶναι ταῖς τῶν φυλάκων γυναιξὶ μουσικήν τε καὶ γυμναστικὴν ἀποδιδόναι.
”“那么,我们绕了一圈又回到了先前的地方,并且同意将文艺和体育分派给守护者的妻子并不是违反自然的。
παντάπασιν μὲν οὖν.
”“完全是这样。
οὐκ ἄρα ἀδύνατά γε οὐδὲ εὐχαῖς ὅμοια ἐνομοθετοῦμεν, ἐπείπερ κατὰ φύσιν ἐτίθεμεν τὸν νόμον· ἀλλὰ τὰ νῦν παρὰ ταῦτα γιγνόμενα παρὰ φύσιν μᾶλλον, ὡς ἔοικε, γίγνεται.
”“因此,我们所立的法并不是不可能的,也不是类似于空想的,因为我们是根据自然来确立这项法律的;相反,如今那些违反这些法的事情,看来反而是更加违反自然的。
ἔοικεν.
”“看起来是这样。
οὐκοῦν ἡ ἐπίσκεψις ἡμῖν ἦν εἰ δυνατά γε καὶ βέλτιστα λέγοιμεν;
”“那么,我们的考察难道不是关于我们所说的是否可能且最善的吗?
ἦν γάρ.
”“确实是。
καὶ ὅτι μὲν δὴ δυνατά, διωμολόγηται;
”“而关于这确实是可能的,已经达成了共识?
ναί.
”“是的。
ὅτι δὲ δὴ βέλτιστα, τὸ μετὰ τοῦτο δεῖ διομολογηθῆναι;
”“至于这确实是最善的,在这之后必须达成共识,对吗?
δῆλον.
”“显然。
οὐκοῦν πρός γε τὸ φυλακικὴν γυναῖκα γενέσθαι, οὐκ ἄλλη μὲν ἡμῖν ἄνδρας ποιήσει παιδεία, ἄλλη δὲ γυναῖκας, ἄλλως τε καὶ τὴν αὐτὴν φύσιν παραλαβοῦσα;
”“因此,至少在使女人成为守护者方面,不会有一种教育为我们造就男人,而另一种教育造就女人,尤其是当它接受的是相同的自然时?
οὐκ ἄλλη.
”“不会是另一种。
πῶς οὖν ἔχεις δόξης τοῦ τοιοῦδε πέρι;
”“那么,关于如下的事情,你是怎么想的?
τίνος δή;
”“究竟是关于什么?
τοῦ ὑπολαμβάνειν παρὰ σεαυτῷ τὸν μὲν ἀμείνω ἄνδρα, τὸν δὲ χείρω· ἢ πάντας ὁμοίους ἡγῇ;
”“关于在你心里认为,一个男人更好,另一个男人更差;还是你认为所有人都是一样的?
οὐδαμῶς.
”“绝非一样。
ἐν οὖν τῇ πόλει ἣν ᾠκίζομεν, πότερον οἴει ἡμῖν ἀμείνους ἄνδρας ἐξειργάσθαι τοὺς φύλακας, τυχόντας ἧς διήλθομεν παιδείας, ἢ τοὺς σκυτοτόμους, τῇ σκυτικῇ παιδευθέντας;
”“那么,在我们要建立的城邦中,你认为我们培养出的守护者——他们接受了我们所描述的教育——是更好的男人,还是那些在鞋匠技术中接受教育的鞋匠是更好的男人?
γελοῖον, ἔφη, ἐρωτᾷς.
你问了一个滑稽的问题,他说。
μανθάνω, ἔφην.
我明白,我说。
τί δέ; τῶν ἄλλων πολιτῶν οὐχ οὗτοι ἄριστοι;
但是,他们难道不是其他公民中最优秀的吗?
πολύ γε.
”“远远超出。
τί δέ;
”“那么女人呢?
αἱ γυναῖκες τῶν γυναικῶν οὐχ αὗται ἔσονται βέλτισται;
这些女人难道不会是女人中最优秀的吗?
καὶ τοῦτο, ἔφη, πολύ.
”“这同样,他说,远远超出。
ἔστι δέ τι πόλει ἄμεινον ἢ γυναῖκάς τε καὶ ἄνδρας ὡς ἀρίστους ἐγγίγνεσθαι;
”“对于一个城邦来说,还有什么比在其中培育出最优秀的女人和男人更好的呢?
οὐκ ἔστιν.
”“没有了。 ”