Humanitext Reader

柏拉图 · 理想国 §5.449-5.450

对话者要求详述妇女儿童共有制

第 67 段,共 153 段 · 希腊语

内容简介

苏格拉底正准备讨论继最完美城邦之后的四种堕落国体时,被波勒马科斯、阿德曼托斯以及其他对话者拉住,他们要求他详细解释之前被略过的关于“妇女与儿童共有”的具体方式及抚养问题。

§5.449ἀγαθὴν μὲν τοίνυν τὴν τοιαύτην πόλιν τε καὶ πολιτείαν καὶ ὀρθὴν καλῶ, καὶ ἄνδρα τὸν τοιοῦτον· κακὰς δὲ τὰς ἄλλας καὶ ἡμαρτημένας, εἴπερ αὕτη ὀρθή, περί τε πόλεων διοικήσεις καὶ περὶ ἰδιωτῶν ψυχῆς τρόπου κατασκευήν, ἐν τέτταρσι πονηρίας εἴδεσιν οὔσας.
因此,一方面,我称这样一种城邦和国体为优美和正确的,也称这样的人为优美和正确的;另一方面,如果这一个是正确的,我就称其他的国体和个人为邪恶的和错误的,无论是在城邦的治理方面,还是在私人灵魂类型的建构方面,因为它们处于四种邪恶的形式之中。
ποίας δὴ ταύτας;
“到底是哪几种呢?
ἔφη.
”他说。
καὶ ἐγὼ μὲν ᾖα τὰς ἐφεξῆς ἐρῶν, ὥς μοι ἐφαίνοντο ἕκασται ἐξ ἀλλήλων μεταβαίνειν· ὁ δὲ Πολέμαρχος— σμικρὸν γὰρ ἀπωτέρω τοῦ Ἀδειμάντου καθῆστο—ἐκτείνας τὴν χεῖρα καὶ λαβόμενος τοῦ ἱματίου ἄνωθεν αὐτοῦ παρὰ τὸν ὦμον, ἐκεῖνόν τε προσηγάγετο καὶ προτείνας ἑαυτὸν ἔλεγεν ἄττα προσκεκυφώς, ὧν ἄλλο μὲν οὐδὲν κατηκούσαμεν, τόδε δέ·
而我本来打算顺着次序说下去,因为在我看来它们是彼此相继转化的;但波勒马科斯——他坐在比阿德曼托斯稍微远一点的地方——伸出手去,从上面抓住阿德曼托斯肩膀那里的衣服,把他拉到身边,自己也探出身子,凑过去低声说了些什么,我们除了听到这一句之外,别的一概没听清:“那么,我们放他过去,还是怎么办?
Ἀφήσομεν οὖν, ἔφη, ἢ τί δράσομεν; ἥκιστά γε, ἔφη ὁ Ἀδείμαντος μέγα ἤδη λέγων.
” “决不放过,”阿德曼托斯说,这时他已经大声说出来了。
καὶ ἐγώ, τί μάλιστα, ἔφην, ὑμεῖς οὐκ ἀφίετε;
于是我说:“你们不放过的,到底是谁?
σέ, ἦ δʼ ὅς.
”“你,”他说。
ὅτι, ἐγὼ εἶπον, τί μάλιστα;
“为什么呢? ”我说。
ἀπορρᾳθυμεῖν ἡμῖν δοκεῖς, ἔφη, καὶ εἶδος ὅλον οὐ τὸ ἐλάχιστον ἐκκλέπτειν τοῦ λόγου ἵνα μὴ διέλθῃς, καὶ λήσειν οἰηθῆναι εἰπὼν αὐτὸ φαύλως, ὡς ἄρα περὶ γυναικῶν τε καὶ παίδων παντὶ δῆλον ὅτι κοινὰ τὰ φίλων ἔσται.
“因为,”他说,“我们觉得你在偷懒,想从论证中溜走,把整整一大章——而且是绝非最不重要的部分——私自扣下不谈,并且以为能随随便便说一句‘关于妇女和儿童,朋友之间一切共有,这是人人皆知的道理’,就能蒙混过关。
οὐκοῦν ὀρθῶς, ἔφην, ὦ Ἀδείμαντε;
” “难道不正确吗,阿德曼托斯? ”我说。
ναί, ἦ δʼ ὅς.
“正确,”他说。
ἀλλὰ τὸ ὀρθῶς τοῦτο, ὥσπερ τἆλλα, λόγου δεῖται τίς ὁ τρόπος τῆς κοινωνίας·
“但这个‘正确’,和别的事情一样,需要解释:这种共有的方式究竟是什么?
πολλοὶ γὰρ ἂν γένοιντο.
因为这种方式可以有很多种。
μὴ οὖν παρῇς ὅντινα σὺ λέγεις·
所以,你不要漏掉你所指的那一种。
ὡς ἡμεῖς πάλαι περιμένομεν οἰόμενοί σέ που μνησθήσεσθαι παιδοποιίας τε πέρι, πῶς παιδοποιήσονται, καὶ γενομένους πῶς θρέψουσιν, καὶ ὅλην ταύτην ἣν λέγεις κοινωνίαν γυναικῶν τε καὶ παίδων·
我们早就等着了,以为你随时都会提到生育子女的问题——他们将如何生育,生下来之后又如何抚养,以及你所说的这种妇女和儿童的全部共有关系。
μέγα γάρ τι οἰόμεθα φέρειν καὶ ὅλον εἰς πολιτείαν ὀρθῶς ἢ μὴ ὀρθῶς γιγνόμενον.
因为我们认为,这件事情办得正确还是不正确,对国体有着重大甚至决定性的影响。
§5.450νῦν οὖν, ἐπειδὴ ἄλλης ἐπιλαμβάνῃ πολιτείας πρὶν ταῦτα ἱκανῶς διελέσθαι, δέδοκται ἡμῖν τοῦτο ὃ σὺ ἤκουσας, τὸ σὲ μὴ μεθιέναι πρὶν ἂν ταῦτα πάντα ὥσπερ τἆλλα διέλθῃς.
” “因此现在,既然你在把这些问题彻底分析清楚之前,就又转去谈论另一种国体了,所以我们决定了—— 也就是你听到的那句话——决不放你过去,直到你把所有这些问题都像别的问题一样彻底解释清楚。
καὶ ἐμὲ τοίνυν, ὁ Γλαύκων ἔφη, κοινωνὸν τῆς ψήφου ταύτης τίθετε.
” “那么,”格劳孔说,“也请把我算作赞成这一决议的人之一。
ἀμέλει, ἔφη ὁ Θρασύμαχος, πᾶσι ταῦτα δεδογμένα ἡμῖν νόμιζε, ὦ Σώκρατες.
” “放心吧,”色拉叙马霍斯说,“苏格拉底,你就把这当成是我们大家一致作出的决定吧。
οἷον, ἦν δʼ ἐγώ, εἰργάσασθε ἐπιλαβόμενοί μου.
” “天哪,”我说,“你们拉住我,这是干了什么好事啊!
ὅσον λόγον πάλιν, ὥσπερ ἐξ ἀρχῆς, κινεῖτε περὶ τῆς πολιτείας·
你们又要重新挑起关于国体的多么大的一场争论,简直就像从头开始一样。
ἣν ὡς ἤδη διεληλυθὼς ἔγωγε ἔχαιρον, ἀγαπῶν εἴ τις ἐάσοι ταῦτα ἀποδεξάμενος ὡς τότε ἐρρήθη.
而我本来还为自己已经把这些谈完了而感到高兴,只要有人肯接受当时所说的话,不再深究,我就心满意足了。
ἃ νῦν ὑμεῖς παρακαλοῦντες οὐκ ἴστε ὅσον ἑσμὸν λόγων ἐπεγείρετε·
而你们现在提出来的这些,你们不知道自己正在捅一个多么大的辩论马蜂窝。
ὃν ὁρῶν ἐγὼ παρῆκα τότε, μὴ παράσχοι πολὺν ὄχλον.
我当时正是预见到这一点,为了不引起太大的麻烦,才把它漏过去的。
τί δέ;
” “那又怎样?
ἦ δʼ ὃς ὁ Θρασύμαχος· χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλʼ οὐ λόγων ἀκουσομένους;
”色拉叙马霍斯说,“你以为这些人今天到这里来是为了淘金,而不是为了听你辩论的吗?
ναί, εἶπον, μετρίων γε.
” “是的,”我说,“但听也得有个限度。
μέτρον δέ γʼ, ἔφη, ὦ Σώκρατες, ὁ Γλαύκων, τοιούτων λόγων ἀκούειν ὅλος ὁ βίος νοῦν ἔχουσιν.
” “苏格拉底,”格劳孔说,“对于有头脑的人来说,听取这类辩论的合理限度就是他们的一生。
ἀλλὰ τὸ μὲν ἡμέτερον ἔα· σὺ δὲ περὶ ὧν ἐρωτῶμεν μηδαμῶς ἀποκάμῃς ᾗ σοι δοκεῖ διεξιών, τίς ἡ κοινωνία τοῖς φύλαξιν ἡμῖν παίδων τε πέρι καὶ γυναικῶν ἔσται καὶ τροφῆς νέων ἔτι ὄντων, τῆς ἐν τῷ μεταξὺ χρόνῳ γιγνομένης γενέσεώς τε καὶ παιδείας, ἣ δὴ ἐπιπονωτάτη δοκεῖ εἶναι.
不过,我们自己的事你就别管了,你只要按照你认为合适的方式,毫不厌倦地向我们解释:对我们那些守护者来说,妇女和儿童的共有关系到底是怎样的,以及在他们还年幼时的抚养——即在出生到接受教育之间的那个时期,这确实被认为是最费力的。
πειρῶ οὖν εἰπεῖν τίνα τρόπον δεῖ γίγνεσθαι αὐτήν.
所以,请试着告诉我们,这应该以什么方式进行。
οὐ ῥᾴδιον, ὦ εὔδαιμον, ἦν δʼ ἐγώ, διελθεῖν·
” “我的好朋友,”我说,“这可不容易解释。
πολλὰς γὰρ ἀπιστίας ἔχει ἔτι μᾶλλον τῶν ἔμπροσθεν ὧν διήλθομεν.
因为这比我们之前分析过的那些问题更让人难以置信。
καὶ γὰρ ὡς δυνατὰ λέγεται, ἀπιστοῖτʼ ἄν, καὶ εἰ ὅτι μάλιστα γένοιτο, ὡς ἄριστʼ ἂν εἴη ταῦτα, καὶ ταύτῃ ἀπιστήσεται.
因为人们不仅会怀疑这是否可能,而且即使完全可以实现,人们也会怀疑这是否是最好的。
διὸ δὴ καὶ ὄκνος τις αὐτῶν ἅπτεσθαι, μὴ εὐχὴ δοκῇ εἶναι ὁ λόγος, ὦ φίλε ἑταῖρε.
正因为如此,去碰这些问题才会让人有些犹豫,生怕我们的论证被人当成是一厢情愿的空想,我亲爱的伙伴。
μηδέν, ἦ δʼ ὅς, ὄκνει· οὔτε γὰρ ἀγνώμονες οὔτε ἄπιστοι οὔτε δύσνοι οἱ ἀκουσόμενοι.
” “你一点也用不着犹豫,”他说,“因为你的听众既不是不通情理的,也不是心存怀疑的,更不是怀有恶意的。
καὶ ἐγὼ εἶπον· ὦ ἄριστε, ἦ που βουλόμενός με παραθαρρύνειν λέγεις;
” 于是我说:“好人啊,你这样说,难道是为了鼓励我吗?
ἔγωγʼ, ἔφη.
” “是的,”他说。
πᾶν τοίνυν, ἦν δʼ ἐγώ, τοὐναντίον ποιεῖς.
“那好,”我说,“你恰恰起到了相反的效果。
πιστεύοντος μὲν γὰρ ἐμοῦ ἐμοὶ εἰδέναι ἃ λέγω, καλῶς εἶχεν ἡ παραμυθία·
因为如果我自己确信知道自己所说的是什么,你的安慰倒是挺好的。
ἐν γὰρ φρονίμοις τε καὶ φίλοις περὶ τῶν μεγίστων τε καὶ φίλων τἀληθῆ εἰδότα λέγειν ἀσφαλὲς καὶ θαρραλέον,
因为在聪明而友好的朋友中间,就最重大也最亲切的事物说出真理,一个知道真理的人是会感到安全和充满信心的。 ”

词汇与语法注释

  1. 449aκακὰς δὲ τὰς ἄλλας καὶ ἡμαρτημένας, εἴπερ αὕτη ὀρθή, περί τε πόλεων διοικήσεις καὶ περὶ ἰδιωτῶν ψυχῆς τρόπου κατασκευήν, ἐν τέτταρσι πονηρίας εἴδεσιν οὔσας. — 此句承接了前一句由动词 `καλῶ` 控制的双宾语(二重对格)结构。`κακὰς ... καὶ ἡμαρτημένας` 作为谓语性宾格(补语)。虽然其直接宾语未显式重复,但显然承接了前文的 `πόλιν τε καὶ πολιτείαν` 和 `ἄνδρα`(指代“其他城邦与个人”),并通过 `περί τε πόλεων... καὶ περὶ ἰδιωτῶν...` 进一步限定。分词 `οὔσας`(对格、复数、女性)与隐含的 `τὰς ἄλλας (πόλεις)` 一致。
  2. 449bὧν ἄλλο μὲν οὐδὲν κατηκούσαμεν, τόδε δέ· — 关系代名词 `ὧν` 的先行词是前文 `ἔλεγεν ἄττα` 中的不定代词 `ἄττα`(某些事情)。`ὧν` 采用属格,是因为表示听觉的动词 `κατακούω` 习惯上支配所听之事物的属格。
  3. 449cἀπορρᾳθυμεῖν ἡμῖν δοκεῖς — 这里采用了动词 `δοκέω` 的人称构文(`δοκεῖς`“你似乎”),而非无人称构文(`δοκεῖ`“似乎”)。因此,不定式 `ἀπορρᾳθυμεῖν`(偷懒)以及与之并列的 `ἐκκλέπτειν`(溜走/扣下)和 `οἰηθῆναι`(以为)在语义上的主语均与主句的主语“你(苏格拉底)”一致。
  4. 450aτὸ σὲ μὴ μεθιέναι — 这是一个带有冠词的不定式短语 `τὸ ... μεθιέναι`。它作为无人称动词 `δέδοκται`(已决定)的真正主语,或者作为前文指示代词 `τοῦτο` 的同位语(具体说明其内容)。由于 `μεθιέναι` 是主动语态(“放走”),人称代词 `σέ`(你)是不定式的直接宾语,而不定式在语义上的主语则是隐含的“我们”。

引用这一段

柏拉图, 理想国 §5.449-5.450. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.449-5.450

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。