Humanitext Reader

柏拉图 · 理想国 §4.441-4.442

灵魂三分说的确立与个人四主德的形成

第 64 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和葛劳康确认“激情”是灵魂的第三个部分,并且是理智部分的盟友,进而阐明了个人身上的智慧、勇敢、节制与正义是如何通过灵魂这三个部分的和谐而得以确立的。

§4.441ἆρʼ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία ἀλλὰ δύο εἴδη εἶναι ἐν ψυχῇ, λογιστικὸν καὶ ἐπιθυμητικόν;
“那么,激情部分是与理智部分也不同的另一个部分呢,还是理智部分的一个种类,以至于灵魂中不是三个而是只有两个部分,即理智部分和欲望部分?
ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτως καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ;
或者,正如在城邦中由三个存在的阶级(即致富阶级、辅助者阶级和筹划阶级)维系着城邦一样,在灵魂中,这‘激情部分’也是第三个部分,在本性上作为理智部分的辅助者,除非它因坏的教育而遭到毁灭?
ἀνάγκη, ἔφη, τρίτον.
” “必然是第三个部分,”他说。
ναί, ἦν δʼ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι φανῇ, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν.
“是的,”我说,“如果它确实被表明是不同于理智部分的另一个部分,正如它已被表明是不同于欲望部分的另一个部分一样。
ἀλλʼ οὐ χαλεπόν, ἔφη, φανῆναι· καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γʼ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δʼ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε.
” “但这并不难表明,”他说,“因为即使在小孩子身上,人们也能看到这一点:他们一出生就充满了激情,但至于理性思考,我以为有些人一辈子都分不到一点,而大多数人则要到很晚的时候。
ναὶ μὰ Δίʼ, ἦν δʼ ἐγώ, καλῶς γε εἶπες.
” “凭宙斯起誓,”我说,“你说的太好了。
ἔτι δὲ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει.
而且在野兽身上,人们也能看到你所说的确实如此。
πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τὸ— " στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· " ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.
此外,我们刚才在上面某处提到的荷马的那句诗也将证明这一点: ‘他捶着胸膛,用言语责备自己的心’ 因为在这里,荷马显然描绘了两个不同的部分,其中一个在斥责另一个—— 也就是说,那对更好和更坏的事情进行了理性思考的部分,在斥责那无理性地发怒的部分。
κομιδῇ, ἔφη, ὀρθῶς λέγεις.
” “完全正确,”他说,“你说的很对。
ταῦτα μὲν ἄρα, ἦν δʼ ἐγώ, μόγις διανενεύκαμεν, καὶ ἡμῖν ἐπιεικῶς ὡμολόγηται τὰ αὐτὰ μὲν ἐν πόλει, τὰ αὐτὰ δʼ ἐν ἑνὸς ἑκάστου τῇ ψυχῇ γένη ἐνεῖναι καὶ ἴσα τὸν ἀριθμόν.
” “那么,这些问题,”我说,“我们总算是艰难地游过来了,并且在我们之间已经相当一致地同意:在城邦里存在的那些阶级,同样也存在于每个人的灵魂中,而且在数量上也是相等的。
ἔστι ταῦτα.
” “确实如此。
οὐκοῦν ἐκεῖνό γε ἤδη ἀναγκαῖον, ὡς πόλις ἦν σοφὴ καὶ ᾧ, οὕτω καὶ τὸν ἰδιώτην καὶ τούτῳ σοφὸν εἶναι;
” “那么,现在必然的是,城邦是如何智慧的以及凭什么智慧的,个人也就凭什么且以同样的方式成为智慧的?
τί μήν;
” “当然。
καὶ ᾧ δὴ ἀνδρεῖος ἰδιώτης καὶ ὥς, τούτῳ καὶ πόλιν ἀνδρείαν καὶ οὕτως, καὶ τἆλλα πάντα πρὸς ἀρετὴν ὡσαύτως ἀμφότερα ἔχειν;
” “个人凭什么以及如何成为勇敢的,城邦也凭此且以同样的方式成为勇敢的,而关于德性的其他一切事情,两者也都处于同样的关系中?
ἀνάγκη.
” “必然如此。
καὶ δίκαιον δή, ὦ Γλαύκων, οἶμαι φήσομεν ἄνδρα εἶναι τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ πόλις ἦν δικαία.
” “而且,葛劳康,我认为我们会声称,个人成为正义的方式与城邦成为正义的方式完全相同。
καὶ τοῦτο πᾶσα ἀνάγκη.
” “这也完全是必然的。
ἀλλʼ οὔ πῃ μὴν τοῦτό γε ἐπιλελήσμεθα, ὅτι ἐκείνη γε τῷ τὸ ἑαυτοῦ ἕκαστον ἐν αὐτῇ πράττειν τριῶν ὄντων γενῶν δικαία ἦν.
” “但是我们绝没有在任何地方忘记这一点,即城邦之所以是正义的,是因为其中的三个阶级各自在城邦中做着自己的工作。
οὔ μοι δοκοῦμεν, ἔφη, ἐπιλελῆσθαι.
” “我认为我们没有忘记,”他说。
μνημονευτέον ἄρα ἡμῖν ὅτι καὶ ἡμῶν ἕκαστος, ὅτου ἂν τὰ αὑτοῦ ἕκαστον τῶν ἐν αὐτῷ πράττῃ, οὗτος δίκαιός τε ἔσται καὶ τὰ αὑτοῦ πράττων.
“那么,我们必须记住,我们中的每一个人,只要他体内的各部分各自做着自己的工作,他就是正义的,并且是在做着自己的工作。
καὶ μάλα, ἦ δʼ ὅς, μνημονευτέον.
” “确实,”他说,“必须记住。
οὐκοῦν τῷ μὲν λογιστικῷ ἄρχειν προσήκει, σοφῷ ὄντι καὶ ἔχοντι τὴν ὑπὲρ ἁπάσης τῆς ψυχῆς προμήθειαν, τῷ δὲ θυμοειδεῖ ὑπηκόῳ εἶναι καὶ συμμάχῳ τούτου;
” “因此,由于理智部分具有智慧并且对整个灵魂负有先见之明的关怀,它应该起统治作用,而激情部分应该服从并成为它的同盟者,这不是理所当然的吗?
πάνυ γε.
” “完全如此。
§4.442ἆρʼ οὖν οὐχ, ὥσπερ ἐλέγομεν, μουσικῆς καὶ γυμναστικῆς κρᾶσις σύμφωνα αὐτὰ ποιήσει, τὸ μὲν ἐπιτείνουσα καὶ τρέφουσα λόγοις τε καλοῖς καὶ μαθήμασιν, τὸ δὲ ἀνιεῖσα παραμυθουμένη, ἡμεροῦσα ἁρμονίᾳ τε καὶ ῥυθμῷ;
” “那么,正如我们所说,文艺和体育的结合难道不会使它们彼此和谐,一方面通过优美的言辞和学习来使理智部分紧凑并得到滋养,另一方面通过和谐与节奏来缓和、安慰并使激情部分变得温顺吗?
κομιδῇ γε, ἦ δʼ ὅς.
” “完全正确,”他说。
καὶ τούτω δὴ οὕτω τραφέντε καὶ ὡς ἀληθῶς τὰ αὑτῶν μαθόντε καὶ παιδευθέντε προστήσεσθον τοῦ ἐπιθυμητικοῦ—ὃ δὴ πλεῖστον τῆς ψυχῆς ἐν ἑκάστῳ ἐστὶ καὶ χρημάτων φύσει ἀπληστότατον—ὃ τηρήσετον μὴ τῷ πίμπλασθαι τῶν περὶ τὸ σῶμα καλουμένων ἡδονῶν πολὺ καὶ ἰσχυρὸν γενόμενον οὐκ αὖ τὰ αὑτοῦ πράττῃ, ἀλλὰ καταδουλώσασθαι καὶ ἄρχειν ἐπιχειρήσῃ ὧν οὐ προσῆκον αὐτῷ γένει, καὶ σύμπαντα τὸν βίον πάντων ἀνατρέψῃ.
“而这两个部分在受到如此养育,并真正学习且受教育于它们自己的工作之后,将会去监管欲望部分——这在每个人的灵魂中占了最大的部分,且在本性上对财富最为贪得无厌——它们要看守它,以免它因充斥着所谓的肉体快乐而变得庞大和强壮,不再去干自己的工作,反而企图去奴役和统治那些在本性上不属于它统治的部分,从而颠覆所有人的整个生活。
πάνυ μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τοὺς ἔξωθεν πολεμίους τούτω ἂν κάλλιστα φυλαττοίτην ὑπὲρ ἁπάσης τῆς ψυχῆς τε καὶ τοῦ σώματος, τὸ μὲν βουλευόμενον, τὸ δὲ προπολεμοῦν, ἑπόμενον τῷ ἄρχοντι καὶ τῇ ἀνδρείᾳ ἐπιτελοῦν τὰ βουλευθέντα;
“那么,”我说,“对于外来的敌人,这两个部分难道不是也能最优秀地为整个灵魂和肉体进行防卫吗? 一负责筹划,一负责在前线战斗,服从统治者并凭借勇敢来执行筹划好的事情。
ἔστι ταῦτα.
” “确实如此。
καὶ ἀνδρεῖον δὴ οἶμαι τούτῳ τῷ μέρει καλοῦμεν ἕνα ἕκαστον, ὅταν αὐτοῦ τὸ θυμοειδὲς διασῴζῃ διά τε λυπῶν καὶ ἡδονῶν τὸ ὑπὸ τῶν λόγων παραγγελθὲν δεινόν τε καὶ μή.
” “而且,我认为我们正是由于这一部分才称每个个人是勇敢的,即当他的激情部分在经历痛苦和快乐时,仍然坚守由理智所下达的关于什么是可怕的、什么不是可怕的命令。
ὀρθῶς γʼ, ἔφη.
” “很对,”他说。
σοφὸν δέ γε ἐκείνῳ τῷ σμικρῷ μέρει, τῷ ὃ ἦρχέν τʼ ἐν αὐτῷ καὶ ταῦτα παρήγγελλεν, ἔχον αὖ κἀκεῖνο ἐπιστήμην ἐν αὑτῷ τὴν τοῦ συμφέροντος ἑκάστῳ τε καὶ ὅλῳ τῷ κοινῷ σφῶν αὐτῶν τριῶν ὄντων.
“而称他是智慧的,则是由于那小小的部分,即在他体内起统治作用并下达这些命令的部分,因为它在自身中拥有关于这三个部分各自的利益以及它们三者共同的整体利益的知识。
πάνυ μὲν οὖν.
” “完全如此。
τί δέ;
” “那么节制呢?
σώφρονα οὐ τῇ φιλίᾳ καὶ συμφωνίᾳ τῇ αὐτῶν τούτων, ὅταν τό τε ἄρχον καὶ τὼ ἀρχομένω τὸ λογιστικὸν ὁμοδοξῶσι δεῖν ἄρχειν καὶ μὴ στασιάζωσιν αὐτῷ;
难道不正是由于这些部分的友爱和和谐,即当统治者和被统治的两个部分在理智部分应当起统治作用这一点上达成共识,并且不向它发起叛乱的时候吗?
σωφροσύνη γοῦν, ἦ δʼ ὅς, οὐκ ἄλλο τί ἐστιν ἢ τοῦτο, πόλεώς τε καὶ ἰδιώτου.
” “至少节制,”他说,“无论对于城邦还是个人,都不是别的,正是这个。
ἀλλὰ μὲν δὴ δίκαιός γε, ᾧ πολλάκις λέγομεν, τούτῳ καὶ οὕτως ἔσται.
” “然而,他之所以是正义的,也确实是凭着我们多次说过的那一部分以及那种方式。
πολλὴ ἀνάγκη.
” “大有必然。
τί οὖν;
” “那么怎么样?
εἶπον ἐγώ·
”我说。
μή πῃ ἡμῖν ἀπαμβλύνεται ἄλλο τι δικαιοσύνη δοκεῖν εἶναι ἢ ὅπερ ἐν τῇ πόλει ἐφάνη;
“正义对我们来说会在任何地方变得模糊,以至于看起来是不同于它在城邦中所呈现的别种东西吗?
οὐκ ἔμοιγε, ἔφη, δοκεῖ.
” “至少在我看来不会,”他说。
ὧδε γάρ, ἦν δʼ ἐγώ, παντάπασιν ἂν βεβαιωσαίμεθα εἴ τι ἡμῶν ἔτι ἐν τῇ ψυχῇ ἀμφισβητεῖ, τὰ φορτικὰ αὐτῷ προσφέροντες.
“因为通过这种方式,”我说,“我们就可以完全确认它,如果在我们灵魂中还有什么怀疑的话,只需对它施加通俗的检验即可。
ποῖα δή;
” “什么样的检验呢? ”

词汇与语法注释

  1. 441aὥσπερ τοῦ ἐπιθυμητικού ἐφάνη ἕτερον ὄν — 带有比较属格 `τοῦ ἐπιθυμητικού`(取决于 `ἕτερον`)的分词结构。分词 `ὄν` 的逻辑主语是前句的主语 `τὸ θυμοειδές`(激情部分)。该句基于先前已论证的激情与欲望在本性上不同的事实(440a-e),并追问激情与理性之间是否也同样存在这种异质性。
  2. 441dὅτου ἂν τὰ αὑτοῦ ἕκαστον τῶν ἐν αὐτῷ πράττῃ — 作为所有格属格起作用的关系代词 `ὅτου`(`ὅστις` 的属格形式)引导一个带有 `ἂν` 和虚拟语气的条件关系从句。`ὅτου` 以主句主语 `οὗτος`(即 `ἡμῶν ἕκαστος`)为先行词,表示一种所有关系:“每个[他体内的部分]都在做它自己的工作”。
  3. 442bὧν οὐ προσῆκον αὐτῷ γένει — 无人称动词 `προσήκει` 的中性单数分词 `προσῆκον` 以与格 `αὐτῷ γένει` 为补足语,形成一个分词短语(意为“在其本性/阶层上对它不合适”)。关系代词 `ὧν` 是取决于 `ἄρχειν` 的支配属格,指代欲望部分不应当统治的“其他部分(理智与激情部分)”。
  4. 442cσφῶν αὐτῶν τριῶν ὄντων — `σφῶν αὐτῶν` 是第三人称复数反身代词属格,指代灵魂的三个部分。它与分词 `ὄντων` 结合,起到了属格绝对结构(意为“它们自身作为三个部分而存在时”)的作用,或者作为 `ὅλῳ τῷ κοινῷ` 的同格/修饰属格。在规定各部分及整体利益的语境中,它强调了这些部分的总数是三个。

引用这一段

柏拉图, 理想国 §4.441-4.442. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.441-4.442

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。