Humanitext Reader

柏拉图 · 理想国 §4.439-4.440

灵魂理性、欲望与激情三部分的区分

第 63 段,共 153 段 · 希腊语

内容简介

苏格拉底通过指出渴求仅仅指向饮料本身,以及灵魂中存在与之对抗的力量,将灵魂划分为理性部分与欲望部分。随后,他引入了作为第三种力量的激情部分,并说明它如何与欲望作战并作为理性的盟友。

§4.439τὸ δὲ δὴ δίψος, ἦν δʼ ἐγώ, οὐ τούτων θήσεις τῶν τινὸς εἶναι τοῦτο ὅπερ ἐστίν;
“那么,”我说,“对于渴,你难道不把它归入那些具有与他物相关性质的事物中吗?
ἔστι δὲ δήπου δίψος— ἔγωγε, ἦ δʼ ὅς· πώματός γε.
渴无疑是——” “我当然归入,”他说,“是对饮料的渴。
οὐκοῦν ποιοῦ μέν τινος πώματος ποιόν τι καὶ δίψος, δίψος δʼ οὖν αὐτὸ οὔτε πολλοῦ οὔτε ὀλίγου, οὔτε ἀγαθοῦ οὔτε κακοῦ, οὐδʼ ἑνὶ λόγῳ ποιοῦ τινος, ἀλλʼ αὐτοῦ πώματος μόνον αὐτὸ δίψος πέφυκεν;
” “因此,某种特定性质的渴是对某种特定性质的饮料的渴,但渴本身既不关于多,也不关于少,既不关于好,也不关于坏,总之不关于任何特定性质,而是渴本身在本性上仅仅关于饮料本身?
παντάπασι μὲν οὖν.
” “完全如此。
τοῦ διψῶντος ἄρα ἡ ψυχή, καθʼ ὅσον διψῇ, οὐκ ἄλλο τι βούλεται ἢ πιεῖν, καὶ τούτου ὀρέγεται καὶ ἐπὶ τοῦτο ὁρμᾷ.
” “那么,口渴的人的灵魂,在口渴的范围内,除了喝水之外,不想其他,并且渴望这个并冲向这个吗?
δῆλον δή.
” “显然如此。
οὐκοῦν εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν;
” “那么,如果有什么东西在口渴时把它往回拉,那在它之中难道不是存在着某种不同于那口渴并像野兽一样拉它去喝水的部分的东西吗?
οὐ γὰρ δή, φαμέν, τό γε αὐτὸ τῷ αὐτῷ ἑαυτοῦ περὶ τὸ αὐτὸ ἅμʼ ἂν τἀναντία πράττοι.
因为我们说,同一个东西不能在同一时间、用其自身的同一个部分,对同一个对象做相反的事。
οὐ γὰρ οὖν.
” “确实不能。
ὥσπερ γε οἶμαι τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλʼ ὅτι ἄλλη μὲν ἡ ἀπωθοῦσα χείρ, ἑτέρα δὲ ἡ προσαγομένη.
” “就像我认为对于射手,说他的双手同时把弓推开并拉回是不对的,而是应当说,一只是推开的手,另一只是拉回的手。
παντάπασι μὲν οὖν, ἔφη.
” “完全正确,”他说。
πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν;
“那么,我们是否应该说,有些人在口渴时有时却不想喝水?
καὶ μάλα γʼ, ἔφη, πολλοὺς καὶ πολλάκις.
” “确实如此,”他说,“有很多人,而且经常如此。
τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι;
” “那么,”我说,“对于这些人,人们会怎么说呢?
οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος;
难道不是在他们的灵魂中既有命令喝水的部分,又有阻止喝水的部分,后者是不同的并支配着前者吗?
ἔμοιγε, ἔφη, δοκεῖ.
” “在我看来是这样,”他说。
ἆρʼ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται;
“那么,这种阻止喝水的部分产生时,难道不是来自理性的思考,而那些引导和拉扯它们的部分,则是通过情感和疾病而产生的吗?
φαίνεται.
” “看起来是这样。
οὐ δὴ ἀλόγως, ἦν δʼ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δὲ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον.
” “那么,我们声称它们是彼此不同且对立的两个部分,并不是没有道理的,”我说,“我们把灵魂中用以进行理性思考的部分称为‘理性部分’,而把那用以恋爱、饥饿、口渴并因其他欲望而波动的非理性部分称为‘欲望部分’,它是某些满足和快乐的伙伴。
οὔκ, ἀλλʼ εἰκότως, ἔφη, ἡγοίμεθʼ ἂν οὕτως.
” “不,应该说,这样认为是非常合理的,”他说。
ταῦτα μὲν τοίνυν, ἦν δʼ ἐγώ, δύο ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα·
“那么,让我们规定这两个部分是在灵魂中存在的,”我说,“但是,关于激情,也就是我们赖以发怒的部分,它是第三个部分呢,还是与这两个部分中的某一个同族呢?
τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ ἂν εἴη ὁμοφυές; ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.
” “也许,”他说,“与后者,即欲望部分同族。
§4.440ἀλλʼ, ἦν δʼ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ·
” “但是,”我说,“我曾经听过一个故事,并且相信它。
ὡς ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος ἀνιὼν ἐκ Πειραιῶς ὑπὸ τὸ βόρειον τεῖχος ἐκτός, αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ αὖ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτόν, καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δʼ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμούς, προσδραμὼν πρὸς τοὺς νεκρούς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος.
说的是阿格莱翁的儿子莱翁提乌斯,从培拉亚斯上来,沿着北墙外侧的下方走,注意到行刑人身旁躺着的尸体,他同时渴望看它们,但同时又感到厌恶并转过脸去。
ἤκουσα, ἔφη, καὶ αὐτός.
有一段时间他与之作斗争并蒙上脸,但最终被欲望所克服,他撑开双眼,跑向尸体,说: ‘看吧,你们这群倒霉鬼,尽情享受这美妙的景象吧!
οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις ὡς ἄλλο ὂν ἄλλῳ.
’” “我自己也听过这个故事,”他说。
σημαίνει γάρ, ἔφη.
“然而,这个故事,”我说,“表明愤怒有时会与欲望开战,正如一物反对另一物。
οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλαχοῦ αἰσθανόμεθα, ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν αὑτῷ, καὶ ὥσπερ δυοῖν στασιαζόντοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου;
” “它确实表明了这一点,”他说。
ταῖς δʼ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα, αἱροῦντος λόγου μὴ δεῖν ἀντιπράττειν, οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτὲ ἐν σαυτῷ τοῦ τοιούτου αἰσθέσθαι, οἶμαι δʼ οὐδʼ ἐν ἄλλῳ.
“而且,难道我们不是在其他许多地方也注意到,”我说,“当欲望违背理性强迫某人时,他会责骂自己,并对自己体内的强迫者发怒,此时愤怒就成了理性的盟友,就像两派在争斗一样?
οὐ μὰ τὸν Δία, ἔφη.
但是,至于愤怒与欲望联手,在理性判定不应当反对时,我想你绝不会说你曾在自己身上注意到这种事情发生过,我想在其他人身上也不会有。
τί δέ, ἦν δʼ ἐγώ, ὅταν τις οἴηται ἀδικεῖν;
” “凭宙斯起誓,绝对没有,”他说。
οὐχ ὅσῳ ἂν γενναιότερος ᾖ, τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι καὶ πεινῶν καὶ ῥιγῶν καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπʼ ἐκείνου ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾶν, καί, ὃ λέγω, οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός;
“那么,”我说,“当一个人认为自己做错了事时,该怎么说呢?
ἀληθῆ, ἔφη.
他越是高贵,难道不是越不容易发怒吗?
τί δὲ ὅταν ἀδικεῖσθαί τις ἡγῆται;
即使他从那个他认为合理地这样做的人那里遭受饥饿、寒冷或其他类似痛苦,正如我所说,他的激情不愿被唤起反对那个人?
οὐκ ἐν τούτῳ ζεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ καί, διὰ τὸ πεινῆν καὶ διὰ τὸ ῥιγοῦν καὶ πάντα τὰ τοιαῦτα πάσχειν, ὑπομένων καὶ νικᾷ καὶ οὐ λήγει τῶν γενναίων, πρὶν ἂν ἢ διαπράξηται ἢ τελευτήσῃ ἢ ὥσπερ κύων ὑπὸ νομέως ὑπὸ τοῦ λόγου τοῦ παρʼ αὑτῷ ἀνακληθεὶς πραϋνθῇ;
” “确实如此,”他说。
πάνυ μὲν οὖν, ἔφη, ἔοικε τούτῳ ᾧ λέγεις·
“但是,当一个人认为自己受到不公正对待时,又该如何呢?
καίτοι γʼ ἐν τῇ ἡμετέρᾳ πόλει τοὺς ἐπικούρους ὥσπερ κύνας ἐθέμεθα ὑπηκόους τῶν ἀρχόντων ὥσπερ ποιμένων πόλεως.
在这种情况下,他难道不沸腾和激怒,并与他认为正义的一方结盟吗?
καλῶς γάρ, ἦν δʼ ἐγώ, νοεῖς ὃ βούλομαι λέγειν.
即使遭受饥饿、寒冷和所有类似的痛苦,他依然坚持并取得胜利,高贵的人绝不罢休,直到他要么达到目的,要么死去,或者像狗被牧人唤回一样,被他体内的理性唤回并平静下来?
ἀλλʼ ἦ πρὸς τούτῳ καὶ τόδε ἐνθυμῇ;
” “完全正确,”他说,“它非常像你所说的那样。
τὸ ποῖον;
而且,在我们的城邦中,我们确实把辅助者设立为像狗一样,服从作为城邦牧人的统治者。
ὅτι τοὐναντίον ἢ ἀρτίως ἡμῖν φαίνεται περὶ τοῦ θυμοειδοῦς.
” “你很好地理解了我想说什么,”我说,“但是,除了这一点,你是否也考虑到了这一点?
τότε μὲν γὰρ ἐπιθυμητικόν τι αὐτὸ ᾠόμεθα εἶναι, νῦν δὲ πολλοῦ δεῖν φαμεν, ἀλλὰ πολὺ μᾶλλον αὐτὸ ἐν τῇ τῆς ψυχῆς στάσει τίθεσθαι τὰ ὅπλα πρὸς τὸ λογιστικόν.
” “哪一点?
παντάπασιν, ἔφη.
” “就是关于激情部分,呈现给我们的与我们刚才所想的恰恰相反。 因为刚才我们认为它是某种欲望性的东西,但现在我们说它远非如此,而是在灵魂的斗争中,它更倾向于站在理性部分一边拿起武器。 ” “完全如此,”他说。

词汇与语法注释

  1. 439aτῶν τινὸς εἶναι τοῦτο ὅπερ ἐστίν — τῶν 是指示代词的属格复数,指代前文讨论的“与他物相关的事物”。不定式 εἶναι 依附于该属格,关系从句 τοῦτο ὅπερ ἐστίν(其自身所是的那种东西)作其主语补足语。
  2. 439bτῷ αὐτῷ ἑαυτοῦ — 方式或工具与格(“用其自身的同一个部分”)。ἑαυτοῦ 是指代灵魂的反身代词属格。该结构限制了主语 τό γε αὐτό,以此确立柏拉图关于灵魂各部分互不矛盾的原则。
  3. 440bκοινωνήσαντα — 宾格分词,与不定式 αἰσθέσθαι 的逻辑主语 αὐτόν(指代激情 τὸν θυμόν)保持一致。主句结构为 οἶμαί σε οὐκ ἂν φάναι... αἰσθέσθαι(“我认为你不会说你曾注意到……”),分词在此处具有让步意味(“即使激情与欲望联手”)。

引用这一段

柏拉图, 理想国 §4.439-4.440. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.439-4.440

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。