Humanitext Reader

柏拉图 · 理想国 §4.438

关系概念的逻辑与欲望针对事物本身

第 62 段,共 153 段 · 希腊语

内容简介

苏格拉底预料到有人会反驳说一切欲望都是针对“好的事物”,并利用相对概念的逻辑来解释,渴本身仅仅是针对饮料本身。

§4.438μήτοι τις, ἦν δʼ ἐγώ, ἀσκέπτους ἡμᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυμεῖ ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου ἀλλὰ χρηστοῦ σίτου.
“不要让任何人,”我说,“趁我们不备时来打扰我们,说没有人渴望饮料,而是渴望好的饮料,也不渴望食物,而是渴望好的食物。
πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυμοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυμία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώματος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυμία, καὶ αἱ ἄλλαι οὕτω.
因为据说,所有人都渴望好的东西;如果渴是一种渴望,那它就是对好的饮料或者对它所渴望的任何其他好东西的渴望,其他的欲望也是如此。
ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων.
”“确实,”他说,“说这话的人似乎说得有些道理。
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, ὅσα γʼ ἐστὶ τοιαῦτα οἷα εἶναί του, τὰ μὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὰ δʼ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνον.
”“然而,”我说,“在我看来,在所有具有与他物相关性质的事物中,具有某种特定性质的事物是与具有某种特定性质的事物相关的,而它们各自本身则仅仅与各自本身相关。
οὐκ ἔμαθον, ἔφη.
”“我不明白,”他说。
οὐκ ἔμαθες, ἔφην, ὅτι τὸ μεῖζον τοιοῦτόν ἐστιν οἷον τινὸς εἶναι μεῖζον;
“难道你不明白,”我说,“‘更大’是具有比某物更大的性质吗?
πάνυ γε.
”“当然。
οὐκοῦν τοῦ ἐλάττονος;
”“那难道不是比‘更小’更大吗?
ναί.
”“是的。
τὸ δέ γε πολὺ μεῖζον πολὺ ἐλάττονος.
”“而‘大得多’是比‘小得多’更大。
ἦ γάρ;
难道不是吗?
ναί.
”“是的。
ἆρʼ οὖν καὶ τὸ ποτὲ μεῖζον ποτὲ ἐλάττονος, καὶ τὸ ἐσόμενον μεῖζον ἐσομένου ἐλάττονος;
”“那么,‘曾经更大’也是对‘曾经更小’,而‘将来更大’也是对‘将来更小’吗?
ἀλλὰ τί μήν; ἦ δʼ ὅς.
”“当然,”他说。
καὶ τὰ πλείω δὴ πρὸς τὰ ἐλάττω καὶ τὰ διπλάσια πρὸς τὰ ἡμίσεα καὶ πάντα τὰ τοιαῦτα, καὶ αὖ βαρύτερα πρὸς κουφότερα καὶ θάττω πρὸς τὰ βραδύτερα, καὶ ἔτι γε τὰ θερμὰ πρὸς τὰ ψυχρὰ καὶ πάντα τὰ τούτοις ὅμοια ἆρʼ οὐχ οὕτως ἔχει;
“而且,‘较多’是对‘较少’,‘双倍’是对‘一半’,以及所有类似的事物;再者,‘较重’是对‘较轻’,‘较快’是对‘较慢’;更进一步说,‘热’是对‘冷’,以及所有与这些相似的事物,难道不都是这样吗?
πάνυ μὲν οὖν.
”“非常正确。
τί δὲ τὰ περὶ τὰς ἐπιστήμας;
”“那么关于知识呢?
οὐχ ὁ αὐτὸς τρόπος;
难道不是同样的情况吗?
ἐπιστήμη μὲν αὐτὴ μαθήματος αὐτοῦ ἐπιστήμη ἐστὶν ἢ ὅτου δὴ δεῖ θεῖναι τὴν ἐπιστήμην, ἐπιστήμη δέ τις καὶ ποιά τις ποιοῦ τινος καὶ τινός.
知识本身是关于学习本身(或知识所应当针对的任何事物本身)的知识,而某种特定性质的知识则是关于某种特定性质的事物的知识。
λέγω δὲ τὸ τοιόνδε· οὐκ ἐπειδὴ οἰκίας ἐργασίας ἐπιστήμη ἐγένετο, διήνεγκε τῶν ἄλλων ἐπιστημῶν, ὥστε οἰκοδομικὴ κληθῆναι;
” “我的意思是这样的:当一门关于建造房屋的知识产生时,它难道不区别于其他知识,以致被称为‘建筑术’吗?
τί μήν;
”“当然。
ἆρʼ οὐ τῷ ποιά τις εἶναι, οἵα ἑτέρα οὐδεμία τῶν ἄλλων;
”“这难道不是因为它成为了一种特定性质的知识,是其余知识中任何一门都不具备的吗?
ναί.
”“是的。
οὐκοῦν ἐπειδὴ ποιοῦ τινος, καὶ αὐτὴ ποιά τις ἐγένετο;
”“因此,因为它关于某种特定性质的事物,它自身也变成了某种特定性质的知识?
καὶ αἱ ἄλλαι οὕτω τέχναι τε καὶ ἐπιστῆμαι;
其他的技术和知识难道不也是如此吗?
ἔστιν οὕτω.
”“确实如此。
τοῦτο τοίνυν, ἦν δʼ ἐγώ, φάθι με τότε βούλεσθαι λέγειν, εἰ ἄρα νῦν ἔμαθες, ὅτι ὅσα ἐστὶν οἷα εἶναί του, αὐτὰ μὲν μόνα αὐτῶν μόνων ἐστίν, τῶν δὲ ποιῶν τινων ποιὰ ἄττα.
”“那么,”我说,“如果你现在明白了,你就必须说我刚才想表达的就是这个意思:凡是具有与他物相关性质的所有事物,它们本身只与它们本身相关,而具有某种特定性质的事物则与具有某种特定性质的事物相关。
καὶ οὔ τι λέγω, ὡς, οἵων ἂν ᾖ, τοιαῦτα καὶ ἔστιν, ὡς ἄρα καὶ τῶν ὑγιεινῶν καὶ νοσωδῶν ἡ ἐπιστήμη ὑγιεινὴ καὶ νοσώδης καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν κακὴ καὶ ἀγαθή·
” “而且我绝不是说,它们的性质与它们所相关的事物的性质相同,仿佛关于健康和疾病的知识本身就成了健康和疾病的,关于坏和好的知识本身就成了坏和好的。
ἀλλʼ ἐπειδὴ οὐκ αὐτοῦ οὗπερ ἐπιστήμη ἐστὶν ἐγένετο ἐπιστήμη, ἀλλὰ ποιοῦ τινος, τοῦτο δʼ ἦν ὑγιεινὸν καὶ νοσῶδες, ποιὰ δή τις συνέβη καὶ αὐτὴ γενέσθαι, καὶ τοῦτο αὐτὴν ἐποίησεν μηκέτι ἐπιστήμην ἁπλῶς καλεῖσθαι, ἀλλὰ τοῦ ποιοῦ τινος προσγενομένου ἰατρικήν.
而是因为,它不再仅仅是关于知识所针对的对象本身的知识,而是关于某种特定性质的事物(即健康和疾病)的知识,结果它自身也变成了某种特定性质的知识,这导致它不再被简单地称为知识,而是通过加上这种特定性质而被合称为‘医学’。
ἔμαθον, ἔφη, καί μοι δοκεῖ οὕτως ἔχειν.
”“我明白了,”他说,“而且我认为确实如此。 ”

词汇与语法注释

  1. 438aμήτοι τις ... θορυβήσῃ — 独立语气虚拟语气,与否定小词 μή 连用,表示第三人称的强烈禁止或警戒(“不要让任何人打扰我们”)。
  2. 438aὅσα γʼ ἐστὶ τοιαῦτα οἷα εἶναί του — 指代具有相对关系的概念(相对术语)的表达。不定代词 του 是属格,与 εἶναι 连用表示“属于某物/与某物相关”的关系。整句字面意思是“凡是具有属于某物之性质的所有事物”。
  3. 438cἐπιστήμη μὲν αὐτὴ μαθήματος αὐτοῦ ἐπιστήμη ἐστὶν — 属格 μαθήματος αὐ通(学习本身)作为宾格性属格,修饰主语 ἐπιστήμη αὐτή(知识本身),展示了两个概念在最高抽象级别上的关系。
  4. 438eκαὶ οὔ τι λέγω, ὡς, οἵων ἂν ᾖ, τοιαῦτα καὶ ἔστιν — ὡς 引导的从句中的关联结构,其中关系从句 οἵων ἂν ᾖ(带泛指 ἄν 的虚拟语气)与指示词 τοιαῦτα 相呼应。苏格拉底以此澄清,知识并不会获得与其对象完全相同的性质(例如:关于疾病的知识本身科学并不是生病的)。

引用这一段

柏拉图, 理想国 §4.438. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.438

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。