Humanitext Reader

柏拉图 · 理想国 §4.437

确认矛盾律与灵魂中相反欲望的分析

第 61 段,共 153 段 · 希腊语

内容简介

苏格拉底确立了同一事物不能在同一方面同时做出或承受相反行为的原则,并将其应用于灵魂的欲望(如渴与饿)及其相反的排斥反应中。

§4.437οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγόμενον ἐκπλήξει, οὐδὲ μᾶλλόν τι πείσει ὥς ποτέ τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν.
“因此,”我说,“这类说法不会让我们感到惊恐,也不会让我们更加相信:同一事物在同一时间、在同一方面、对同一对象,会经受、或者是、或做出相反的事。
οὔκουν ἐμέ γε, ἔφη.
” “至少不会说服我,”他说。
ἀλλʼ ὅμως, ἦν δʼ ἐγώ, ἵνα μὴ ἀναγκαζώμεθα πάσας τὰς τοιαύτας ἀμφισβητήσεις ἐπεξιόντες καὶ βεβαιούμενοι ὡς οὐκ ἀληθεῖς οὔσας μηκύνειν, ὑποθέμενοι ὡς τούτου οὕτως ἔχοντος εἰς τὸ πρόσθεν προΐωμεν, ὁμολογήσαντες, ἐάν ποτε ἄλλῃ φανῇ ταῦτα ἢ ταύτῃ, πάντα ἡμῖν τὰ ἀπὸ τούτου συμβαίνοντα λελυμένα ἔσεσθαι.
“然而,”我说,“为了免得我们被迫去一一驳斥所有这些异议,并因证实它们不真实而拖延时间,让我们假设这个原则是正确的而继续前进。 同时我们约定:如果以后发现这一原则有不对之处,所有我们基于此得出的结论都将作废。
ἀλλὰ χρή, ἔφη, ταῦτα ποιεῖν.
” “确实应该这样做,”他说。
ἆρʼ ἂν οὖν, ἦν δʼ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων;
“那么,”我说,“赞成与反对、渴望获得某物与拒绝、拉近与推开,你会把所有这些彼此相反的东西,不论是主动的还是被动的,都归为一类吗?
οὐδὲν γὰρ ταύτῃ διοίσει.
因为这在当前并没有什么不同。
ἀλλʼ, ἦ δʼ ὅς, τῶν ἐναντίων.
” “是的,”他说,“归为相反的一类。
τί οὖν;
” “那么又如何呢?
ἦν δʼ ἐγώ·
”我说。
διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νυνδὴ λεχθέντα;
“渴和饿,以及一般的欲望,还有意图和希望,难道你不会把所有这些归入我们刚才所说的那些类别中去吗?
οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ, καθʼ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος, ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως;
例如,你难道不认为,一个有欲望的人的灵魂,总是要么追求他所欲望的对象,要么把自己希望得到的东西拉向自己;或者,只要他意图让某种东西供给自己,他就在灵魂内部对自己表示赞同,仿佛有人在提问一样,并渴望它的实现?
ἔγωγε.
” “我会这样认为。
τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδʼ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπʼ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν;
” “那么,不希望、不意图、不欲望,我们不也要把它们归入推开、驱逐出灵魂,以及与上述完全相反的类别中去吗?
πῶς γὰρ οὔ;
” “怎么能不呢?
τούτων δὴ οὕτως ἐχόντων ἐπιθυμιῶν τι φήσομεν εἶναι εἶδος, καὶ ἐναργεστάτας αὐτῶν τούτων ἥν τε δίψαν καλοῦμεν καὶ ἣν πεῖναν;
” “既然这些是如此,我们要说欲望有一特定的类别,而其中最明显的,就是我们所说的渴和饿吗?
φήσομεν, ἦ δʼ ὅς.
” “我们要这样说,”他说。
οὐκοῦν τὴν μὲν ποτοῦ, τὴν δʼ ἐδωδῆς;
“一种是对饮料的欲望,另一种是对食物的欲望?
ναί.
” “是的。
ἆρʼ οὖν, καθʼ ὅσον δίψα ἐστί, πλέονος ἄν τινος ἢ οὗ λέγομεν ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη, οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ, ἢ πολλοῦ ἢ ὀλίγου, ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος;
” “那么,渴就其为渴而言,在灵魂中会不会是对我们所说之外的某种更多东西的欲望? 例如,渴难道会是对于热饮或冷饮、多饮或少饮,或者一句话,对某种特定性质的饮料的欲望吗?
ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ ψυχροῦ ἐπιθυμίαν προσπαρέχοιτʼ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ θερμοῦ;
还是说,如果某种热度与渴相伴,它就会同时带来对冷饮的欲望,而如果冷度相伴,就会带来对热饮的欲望?
ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου;
又如果因为量多的存在而使渴变得强烈,它就会带来对多饮的欲望,如果渴很微弱,就带来对少饮的欲望?
αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος;
但渴本身,绝不会是对它本性所针对之物以外的其他东西(即饮料本身)的欲望,同样,饿也是对食物本身的欲望?
οὕτως, ἔφη, αὐτή γε ἡ ἐπιθυμία ἑκάστη αὐτοῦ μόνον ἑκάστου οὗ πέφυκεν, τοῦ δὲ τοίου ἢ τοίου τὰ προσγιγνόμενα.
” “正是这样,”他说,“每种欲望本身,仅仅是对它本性所针对的每种事物本身的欲望,而对于这样或那样性质的饮料的欲望,则是由于附加的东西。 ”

词汇与语法注释

  1. 437aὥς ποτέ τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν — ὡς 引导动词 πείσει 的宾语从句,表示“……这一事实”。从句中的动词 πάθοι、εἴη 和 ποιήσειεν 为带助词 ἄν 的希求语气(潜在希求),表示可能性。τὸ αὐτὸ ὄν 是 εἰμί 的分词,在此处具有让步(“虽为同一事物”)或条件(“若是同一事物”)的含义。
  2. 437cὥσπερ τινὸς ἐρωτῶντος — 这是由连词 ὥσπερ(仿佛)引导的属格独立结构(genitive absolute)。τινός(不定代词属格)作逻辑主语,ἐρωτῶντος(现在时主动分词属格)作逻辑谓语,描绘了一种比喻性的虚拟情境(“仿佛有人在提问一样”)。
  3. 437dἢ οὗ λέγομεν — 比较连词 ἤ(比……)后面的关系代词 οὗ 省略了其先行词(指示代词 ἐκείνου)。完整结构为 ἢ [ἐκείνου] οὗ λέγομεν(比我们所说的[饮料])。关系代词 οὗ 原本应作及物动词 λέγομεν 的直接宾语(宾格 ὅ),但由于受到省略的先行词属格 ἐκείνου(比较属格,或修饰 ἐπιθυμία 的属格)的影响,发生了格同化(attraction of relative)而变为属格。
  4. 437eοὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία — 双重否定词 οὐ μή 后接不定过去时虚拟语气(γένηται),表示对未来可能发生的事情进行强烈的、坚决的否定(强烈的否定将来时),译作“绝不会成为……”。

引用这一段

柏拉图, 理想国 §4.437. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.437

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。