Humanitext Reader

柏拉图 · 理想国 §4.436

灵魂三分说的提出与无矛盾律的引入

第 60 段,共 153 段 · 希腊语

内容简介

苏格拉底指出城邦的三种品质源于个别公民,并提出了一个问题:我们是用整个灵魂还是用三个不同的部分来执行不同的活动。为了对此进行探讨,他引入了无矛盾律。

§4.436γελοῖον γὰρ ἂν εἴη εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον, ἢ τὸ φιλομαθές, ὃ δὴ τὸν παρʼ ἡμῖν μάλιστʼ ἄν τις αἰτιάσαιτο τόπον, ἢ τὸ φιλοχρήματον τὸ περὶ τούς τε Φοίνικας εἶναι καὶ τοὺς κατὰ Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα.
因为,如果有人认为,城邦中的“激情”并非产生于那些确实以此著称的个别公民,那就太荒谬了,例如色雷斯、斯基泰以及几乎整个北方地区的人;或者,如果有人认为“爱智”并非来自那些我们往往最归因于我们自己地区的人;又或者,如果有人说“爱财”并非主要存在于腓尼基人和埃及人中,那也是荒谬的。
καὶ μάλα, ἔφη.
确实如此,他说。
τοῦτο μὲν δὴ οὕτως ἔχει, ἦν δʼ ἐγώ, καὶ οὐδὲν χαλεπὸν γνῶναι.
这确实是这样,我说,而且并不难理解。
οὐ δῆτα.
确实不难。
τόδε δὲ ἤδη χαλεπόν, εἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ·
但这已经很困难了:我们是用我们自身的同一个部分来做这每一件事,还是用三个不同的部分来各做一事?
μανθάνομεν μὲν ἑτέρῳ, θυμούμεθα δὲ ἄλλῳ τῶν ἐν ἡμῖν, ἐπιθυμοῦμεν δʼ αὖ τρίτῳ τινὶ τῶν περὶ τὴν τροφήν τε καὶ γέννησιν ἡδονῶν καὶ ὅσα τούτων ἀδελφά, ἢ ὅλῃ τῇ ψυχῇ καθʼ ἕκαστον αὐτῶν πράττομεν, ὅταν ὁρμήσωμεν.
也就是说,我们是用其中一个部分来学习,用我们内部的另一个部分来发怒,又用第三个部分来渴望关于食物、生育的快乐以及所有与此相似的事物,还是说,一旦我们行动起来,我们就是用整个灵魂在做其中的每一件事?
ταῦτʼ ἔσται τὰ χαλεπὰ διορίσασθαι ἀξίως λόγου.
要配得上这一讨论地将这些区分开来,将是困难的事情。
καὶ ἐμοὶ δοκεῖ, ἔφη.
在我看来也是如此,他说。
ὧδε τοίνυν ἐπιχειρῶμεν αὐτὰ ὁρίζεσθαι, εἴτε τὰ αὐτὰ ἀλλήλοις εἴτε ἕτερά ἐστι.
那么,让我们试着这样来界定它们,看看它们之间是相同的还是不同的。
πῶς;
怎么做?
δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν γε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα, ὥστε ἄν που εὑρίσκωμεν ἐν αὐτοῖς ταῦτα γιγνόμενα, εἰσόμεθα ὅτι οὐ ταὐτὸν ἦν ἀλλὰ πλείω.
显然,同一事物不愿在同一方面、对同一事物同时做相反的事或承受相反的对待。 因此,如果我们发现它们之中发生了这种情况,我们就会知道它们并非同一事物,而是多个事物。
εἶεν.
很好。
σκόπει δὴ ὃ λέγω.
那么考虑一下我说的话。
λέγε, ἔφη.
请说,他说。
ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν;
我说,同一事物有可能同时在同一方面既静止又运动吗?
οὐδαμῶς.
绝不可能。
ἔτι τοίνυν ἀκριβέστερον ὁμολογησώμεθα, μή πῃ προϊόντες ἀμφισβητήσωμεν.
那么,让我们更精确地达成一致,免得我们在继续下去时产生争执。
εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα, κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς ἕστηκέ τε καὶ κινεῖται ἅμα, οὐκ ἂν οἶμαι ἀξιοῖμεν οὕτω λέγειν δεῖν, ἀλλʼ ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται.
如果有人对一个站立不动但动着双手和头部的人说,这同一个人同时既静止又运动,我想我们不应该同意这种说法,而应该说,他的某一部分是静止的,另一部分在运动。
οὐχ οὕτω;
难道不是这样吗?
οὕτω.
正是如此。
οὐκοῦν καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κομψευόμενος ὡς οἵ γε στρόβιλοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτῇ ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ ἑαυτῶν τὰ τοιαῦτα τότε μενόντων τε καὶ φερομένων, ἀλλὰ φαῖμεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν αὑτοῖς, καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι—οὐδαμῇ γὰρ ἀποκλίνειν—κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι, καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰν ἢ εἰς ἀριστερὰν ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐγκλίνῃ ἅμα περιφερόμενον, τότε οὐδαμῇ ἑστάναι.
那么,即使说这话的人更加开玩笑,巧妙地辩称陀螺在原地固定其尖端并旋转时,它们作为整体同时既静止又运动,或者任何其他在原地作圆周运动的事物也是如此,我们也不会接受。 因为那时这些事物并不是在它们自身的相同部分上既停留又运动。 相反,我们会说它们自身既有直线的轴也有圆周,在直线轴的方面它们是静止的——因为它们没有向任何方向倾斜——但在圆周方面它们在作圆周运动;而当它们在旋转的同时将直线轴向右、向左、向前或向后倾斜时,那么它们在任何方面都不是静止的。
καὶ ὀρθῶς γε, ἔφη.
非常正确,他说。

词汇与语法注释

  1. 436aτὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι — 不定式短语 μὴ ἐκ τῶν ἰδιωτῶν... ἐγγεγονέναι 是由 οἰηθείη 支配的带代格的不定式结构(宾格加不定式),介词短语 ἐκ τῶν ἰδιωτῶν 表示城邦性质的“来源”,指出国家整体的性格源于个别公民的特征。
  2. 436bεἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ — τῷ αὐτῷ τούτῳ 是工具与格。τρισὶν οὖσιν 是分词短语(“既然存在着三个部分”),与后面的 ἄλλο ἄλλῳ(“以不同的部分做不同的事”)相呼应,对比了灵魂的单一整体性与三分性。
  3. 436bταῦτʼ ἔσται τὰ χαλεπὰ διορίσασθαι — 不定式 διορίσασθαι 作说明性或限制性不定式,修饰形容词 τὰ χαλεπὰ,表示在何种方面是困难的(“难以区分”)。
  4. 436cταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν γε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα — οὐκ ἐθελήσει 是一种拟人化的表达(“将不愿去……”),在此处表示逻辑上的必然性(“绝不可能”)。限定语 κατὰ ταὐτόν(“在同一方面”)和 πρὸς ταὐτόν(“对同一事物”)严格界定了无矛盾律。
  5. 436eὡς οὐ κατὰ ταὐτὰ ἑαυτῶν τὰ τοιαῦτα τότε μενόντων τε καὶ φερομένων — 由 ὡς 引导的属格独立结构(μενόντων τε καὶ φερομένων),说明了拒绝对方主张的理由(“因为这类事物当时并非……”)。它解释了陀螺的静止与运动应当归于其自身的不同部分(轴心和圆周)。

引用这一段

柏拉图, 理想国 §4.436. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.436

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。