Humanitext Reader

柏拉图 · 理想国 §4.434-4.435

城邦中非正义的界定与向灵魂的转向

第 59 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和格劳孔论证了城邦中各守其职即是正义,而阶层之间的相互干预和篡位则是非正义;随后他们将这一定义应用于个人,着手探讨人类灵魂的三分法。

§4.434καὶ ταύτῃ ἄρα πῃ ἡ τοῦ οἰκείου τε καὶ ἑαυτοῦ ἕξις τε καὶ πρᾶξις δικαιοσύνη ἂν ὁμολογοῖτο.
因此,在这一意义上,占有并实行属于自己且适合自己的东西,应该会被公认为正义。
ἔστι ταῦτα.
正是如此。
ἰδὲ δὴ ἐὰν σοὶ ὅπερ ἐμοὶ συνδοκῇ.
那么看看你是否也同意我的看法。
τέκτων σκυτοτόμου ἐπιχειρῶν ἔργα ἐργάζεσθαι ἢ σκυτοτόμος τέκτονος, ἢ τὰ ὄργανα μεταλαμβάνοντες τἀλλήλων ἢ τιμάς, ἢ καὶ ὁ αὐτὸς ἐπιχειρῶν ἀμφότερα πράττειν, πάντα τἆλλα μεταλλαττόμενα, ἆρά σοι ἄν τι δοκεῖ μέγα βλάψαι πόλιν;
如果一个木匠企图做鞋匠的工作,或者鞋匠企图做木匠的工作,或者他们互相交换工具和地位,或者同一个人企图同时做这两件事,而所有其他这些事情都发生了调换,你认为这会给城邦带来很大的危害吗?
οὐ πάνυ, ἔφη.
不至于,他说。
ἀλλʼ ὅταν γε οἶμαι δημιουργὸς ὢν ἤ τις ἄλλος χρηματιστὴς φύσει, ἔπειτα ἐπαιρόμενος ἢ πλούτῳ ἢ πλήθει ἢ ἰσχύι ἢ ἄλλῳ τῳ τοιούτῳ εἰς τὸ τοῦ πολεμικοῦ εἶδος ἐπιχειρῇ ἰέναι, ἢ τῶν πολεμικῶν τις εἰς τὸ τοῦ βουλευτικοῦ καὶ φύλακος ἀνάξιος ὤν, καὶ τὰ ἀλλήλων οὗτοι ὄργανα μεταλαμβάνωσι καὶ τὰς τιμάς, ἢ ὅταν ὁ αὐτὸς πάντα ταῦτα ἅμα ἐπιχειρῇ πράττειν, τότε οἶμαι καὶ σοὶ δοκεῖν ταύτην τὴν τούτων μεταβολὴν καὶ πολυπραγμοσύνην ὄλεθρον εἶναι τῇ πόλει.
但是,我想,当一个天生是手工业者或其他致富者的人,因财富、人多、力量或任何其他此类事物而得意忘形,企图进入战士的阶层,或者战士中的某个人在不配的情况下企图进入参议和守护者的阶层,并且他们互相交换彼此的工具和地位,或者当同一个人企图同时做所有这些事时,那么我想,你也会认为这些人的调换和干预对城邦而言是致命的毁灭。
παντάπασι μὲν οὖν.
完全正是如此。
ἡ τριῶν ἄρα ὄντων γενῶν πολυπραγμοσύνη καὶ μεταβολὴ εἰς ἄλληλα μεγίστη τε βλάβη τῇ πόλει καὶ ὀρθότατʼ ἂν προσαγορεύοιτο μάλιστα κακουργία.
因此,这三个阶层之间的相互干预和调换,对城邦来说是最大的危害,并且最正确地应当被称作最严重的恶行。
κομιδῇ μὲν οὖν.
确实如此。
κακουργίαν δὲ τὴν μεγίστην τῆς ἑαυτοῦ πόλεως οὐκ ἀδικίαν φήσεις εἶναι;
而对自己城邦的最大恶行,你难道不会说是非正义吗?
πῶς δʼ οὔ;
怎么会不呢?
τοῦτο μὲν ἄρα ἀδικία.
那么,这就是非正义。
πάλιν δὲ ὧδε λέγωμεν· χρηματιστικοῦ, ἐπικουρικοῦ, φυλακικοῦ γένους οἰκειοπραγία, ἑκάστου τούτων τὸ αὑτοῦ πράττοντος ἐν πόλει, τοὐναντίον ἐκείνου δικαιοσύνη τʼ ἂν εἴη καὶ τὴν πόλιν δικαίαν παρέχοι;
而我们反过来这样说:致富者、辅助者和守护者阶层各守其职,其中每一个阶层在城邦中都做着属于自己的事,与上述情况相反,这不就是正义,并且使城邦成为正义的吗?
οὐκ ἄλλῃ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς, ἔχειν ἢ ταύτῃ.
在我看来,正是如此,不会是别的样子,他说。
μηδέν, ἦν δʼ ἐγώ, πω πάνυ παγίως αὐτὸ λέγωμεν, ἀλλʼ ἐὰν μὲν ἡμῖν καὶ εἰς ἕνα ἕκαστον τῶν ἀνθρώπων ἰὸν τὸ εἶδος τοῦτο ὁμολογῆται καὶ ἐκεῖ δικαιοσύνη εἶναι, συγχωρησόμεθα ἤδη—τί γὰρ καὶ ἐροῦμεν;
我们还不要把它说得太绝对,我说。 但是,如果这个形式应用到每个个人身上,也被公认为在那儿也是正义,那我们那时就予以承认——因为我们还能说什么呢?
—εἰ δὲ μή, τότε ἄλλο τι σκεψόμεθα.
——如果不是这样,那我们再考虑别的。
νῦν δʼ ἐκτελέσωμεν τὴν σκέψιν ἣν ᾠήθημεν, εἰ ἐν μείζονί τινι τῶν ἐχόντων δικαιοσύνην πρότερον ἢ ἐκεῖ ἐπιχειρήσαιμεν θεάσασθαι, ῥᾷον ἂν ἐν ἑνὶ ἀνθρώπῳ κατιδεῖν οἷόν ἐστιν.
但现在,让我们完成之前想好的探究:如果我们先在某个拥有正义的更大的事物中观察它,然后再去观察个人,那么看清正义在单个普通人身上是什么样子就会更容易。
καὶ ἔδοξε δὴ ἡμῖν τοῦτο εἶναι πόλις, καὶ οὕτω ᾠκίζομεν ὡς ἐδυνάμεθα ἀρίστην, εὖ εἰδότες ὅτι ἔν γε τῇ ἀγαθῇ ἂν εἴη.
而我们认为这个更大的事物就是城邦,因此我们尽最大努力建立了一个尽可能好的城邦,因为我们深知,在好的城邦里一定存在着正义。
ὃ οὖν ἡμῖν ἐκεῖ ἐφάνη, ἐπαναφέρωμεν εἰς τὸν ἕνα, κἂν μὲν ὁμολογῆται, καλῶς ἕξει· §4.435ἐὰν δέ τι ἄλλο ἐν τῷ ἑνὶ ἐμφαίνηται, πάλιν ἐπανιόντες ἐπὶ τὴν πόλιν βασανιοῦμεν, καὶ τάχʼ ἂν παρʼ ἄλληλα σκοποῦντες καὶ τρίβοντες, ὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν τὴν δικαιοσύνην· καὶ φανερὰν γενομένην βεβαιωσόμεθα αὐτὴν παρʼ ἡμῖν αὐτοῖς.
因此,我们在那里发现的东西,让我们应用到个人身上,如果相符,那就很好;但如果个人身上显现出别的东西,我们就要重新回到城邦去检验它,也许,把二者并列观察并摩擦它们,就像用取火柴一样,我们能让正义闪耀出来;一旦它变得明显,我们就能在我们自身中确定它。
ἀλλʼ, ἔφη, καθʼ ὁδόν τε λέγεις καὶ ποιεῖν χρὴ οὕτως.
正如你所说,他说,这是一条正确的路径,我们必须这样做。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅ γε ταὐτὸν ἄν τις προσείποι μεῖζόν τε καὶ ἔλαττον, ἀνόμοιον τυγχάνει ὂν ταύτῃ ᾗ ταὐτὸν προσαγορεύεται, ἢ ὅμοιον;
那么,我说,凡是被人们称为相同的东西,无论它是大还是小,在它被称为相同的这方面,到底是不同,还是相同呢?
ὅμοιον, ἔφη.
相同,他说。
καὶ δίκαιος ἄρα ἀνὴρ δικαίας πόλεως κατʼ αὐτὸ τὸ τῆς δικαιοσύνης εἶδος οὐδὲν διοίσει, ἀλλʼ ὅμοιος ἔσται.
因此,一个正义的人在正义这种形式本身上,与一个正义的城邦将毫无区别,而是相似的。
ὅμοιος, ἔφη.
相似,他说。
ἀλλὰ μέντοι πόλις γε ἔδοξεν εἶναι δικαία ὅτε ἐν αὐτῇ τριττὰ γένη φύσεων ἐνόντα τὸ αὑτῶν ἕκαστον ἔπραττεν, σώφρων δὲ αὖ καὶ ἀνδρεία καὶ σοφὴ διὰ τῶν αὐτῶν τούτων γενῶν ἄλλʼ ἄττα πάθη τε καὶ ἕξεις.
但是,一个城邦被认为是正义的,是因为其中存在着三种不同天性的阶层,且每个阶层都各守其职;而它被认为是节制、勇敢和智慧的,又是由于这些相同阶层的某些其他属性和状态。
ἀληθῆ, ἔφη.
真的,他说。
καὶ τὸν ἕνα ἄρα, ὦ φίλε, οὕτως ἀξιώσομεν, τὰ αὐτὰ ταῦτα εἴδη ἐν τῇ αὑτοῦ ψυχῇ ἔχοντα, διὰ τὰ αὐτὰ πάθη ἐκείνοις τῶν αὐτῶν ὀνομάτων ὀρθῶς ἀξιοῦσθαι τῇ πόλει.
那么,朋友,我们也会这样要求个人:既然他的灵魂有这些相同的形式,那么他也就应该因其具有与城邦相同的状态而被正确地冠以与城邦相同的名称。
πᾶσα ἀνάγκη, ἔφη.
完全必然,他说。
εἰς φαῦλόν γε αὖ, ἦν δʼ ἐγώ, ὦ θαυμάσιε, σκέμμα ἐμπεπτώκαμεν περὶ ψυχῆς, εἴτε ἔχει τὰ τρία εἴδη ταῦτα ἐν αὑτῇ εἴτε μή.
哎呀,我说,妙人啊,我们又陷入了一个关于灵魂的棘手探究:它自身到底有没有这三个形式呢?
οὐ πάνυ μοι δοκοῦμεν, ἔφη, εἰς φαῦλον· ἴσως γάρ, ὦ Σώκρατες, τὸ λεγόμενον ἀληθές, ὅτι χαλεπὰ τὰ καλά.
在我看来一点也不棘手,他说,因为,苏格拉底,也许那句俗话说得对:“美妙的事物总是艰难的。
φαίνεται, ἦν δʼ ἐγώ.
” 确实如此,我说。
καὶ εὖ γʼ ἴσθι, ὦ Γλαύκων, ὡς ἡ ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν— ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδὸς ἡ ἐπὶ τοῦτο ἄγουσα —ἴσως μέντοι τῶν γε προειρημένων τε καὶ προεσκεμμένων ἀξίως.
但你要清楚,格劳孔,依我之见,我们绝不可能通过我们目前在讨论中所使用的这类方法来精确地把握这一点——因为通往这一点的还有另一条更长、更艰难的道路——不过,或许我们可以达到与之前所说、所探究的那些内容相称的程度。
οὐκοῦν ἀγαπητόν;
那难道不值得满足吗?
ἔφη·
他说,因为对我来说,至少目前这样就足够了。
ἐμοὶ μὲν γὰρ ἔν γε τῷ παρόντι ἱκανῶς ἂν ἔχοι. ἀλλὰ μέντοι, εἶπον, ἔμοιγε καὶ πάνυ ἐξαρκέσει.
事实上,我说,对我而言这也完全足够了。
μὴ τοίνυν ἀποκάμῃς, ἔφη, ἀλλὰ σκόπει.
那么就别气馁,他说,继续探讨吧。
ἆρʼ οὖν ἡμῖν, ἦν δʼ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει;
那么,我说,我们是否非常必然地要承认,我们每个人身上都存在着与城邦相同的形式和品质?
οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται.
因为它们绝不可能是从其他地方跑到城邦里去的。

词汇与语法注释

  1. 434aἡ τοῦ οἰκείου τε καὶ ἑαυτοῦ ἕξις τε καὶ πρᾶξις — 名词 ἕξις(占有、状态)和 πρᾶξις(实行、实践)支配中性形容词属格 οἰκείου(自己的、适合的)和反身代词属格 ἑαυτοῦ(自己),作宾格性属格。这一表达为将城邦的正义定义过渡到个人层面奠定了基础。
  2. 434bδημιουργὸς ὢν ἤ τις ἄλλος χρηματιστὴς φύσει, ἔπειτα ἐπαιρόμενος... — 在 ὅταν... ἐπιχειρῇ ἰέναι 从句中修饰主语的复杂分词结构。主格分词 ὢν(作为)和 ἐπαιρόμενος(得意忘形、被煽动)修饰由 τις 暗示的不定主语,逐步说明其天生的本性阶层以及随后产生的心理状态。
  3. 435aὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν — 这是潜在语气(希求法加 ἄν)的表达。前句中的助词 ἄν(来自 τάχʼ ἂν,意为“或许”)的作用延伸到了后面的希求法动词 ποιήσαιμεν(第一人称复数主动)上,在比喻中表示一种假设的可能性。
  4. 435dοὐ μή ποτε λάβωμεν — 使用 “οὐ μή + 虚拟语气”(不定过去时第一人称复数 λάβωμεν)的句式,表示极强烈的否定性未来断言。这是柏拉图对话录中用来强调当前方法论局限性或不可能性的典型表达方式。

引用这一段

柏拉图, 理想国 §4.434-4.435. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:4.434-4.435

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。