§4.421ἀλλʼ ἡμᾶς μὴ οὕτω νουθέτει· ὡς, ἄν σοι πειθώμεθα, οὔτε ὁ γεωργὸς γεωργὸς ἔσται οὔτε ὁ κεραμεὺς κεραμεὺς οὔτε ἄλλος οὐδεὶς οὐδὲν ἔχων σχῆμα ἐξ ὧν πόλις γίγνεται.
所以不要这样忠告我们;因为如果我们听从你,农夫将不再是农夫,陶工将不再是陶工,其他任何人也不会拥有构成城邦的任何身份。
ἀλλὰ τῶν μὲν ἄλλων ἐλάττων λόγος· νευρορράφοι γὰρ φαῦλοι γενόμενοι καὶ διαφθαρέντες καὶ προσποιησάμενοι εἶναι μὴ ὄντες πόλει οὐδὲν δεινόν, φύλακες δὲ νόμων τε καὶ πόλεως μὴ ὄντες ἀλλὰ δοκοῦντες ὁρᾷς δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν.
不过,对于其他人来说,这倒不那么重要;因为如果鞋匠变得差劲、堕落,并假装自己是鞋匠而实际上不是,这对城邦来说并没什么可怕的;但如果法律和城邦的守卫者实际上不是守卫者而只是虚有其表,你当然看得出,他们会把整个城邦彻底毁灭,而另一方面,唯有他们才掌握着使城邦治理得当和幸福的契机。
εἰ μὲν οὖν ἡμεῖς μὲν φύλακας ὡς ἀληθῶς ποιοῦμεν ἥκιστα κακούργους τῆς πόλεως, ὁ δʼ ἐκεῖνο λέγων γεωργούς τινας καὶ ὥσπερ ἐν πανηγύρει ἀλλʼ οὐκ ἐν πόλει ἑστιάτορας εὐδαίμονας, ἄλλο ἄν τι ἢ πόλιν λέγοι.
因此,如果我们是在造就真正的守卫者,即最不危害城邦的人,而那个提出那种说法的人,所说的却是一些农夫,或者就像在节日盛宴上而非在城邦中的幸福宴乐者,那么他所说的就不是城邦,而是别的东西了。
σκεπτέον οὖν πότερον πρὸς τοῦτο βλέποντες τοὺς φύλακας καθιστῶμεν, ὅπως ὅτι πλείστη αὐτοῖς εὐδαιμονία ἐγγενήσεται, ἢ τοῦτο μὲν εἰς τὴν πόλιν ὅλην βλέποντας θεατέον εἰ ἐκείνῃ ἐγγίγνεται, τοὺς δʼ ἐπικούρους τούτους καὶ τοὺς φύλακας ἐκεῖνο ἀναγκαστέον ποιεῖν καὶ πειστέον, ὅπως ὅτι ἄριστοι δημιουργοὶ τοῦ ἑαυτῶν ἔργου ἔσονται, καὶ τοὺς ἄλλους ἅπαντας ὡσαύτως, καὶ οὕτω συμπάσης τῆς πόλεως αὐξανομένης καὶ καλῶς οἰκιζομένης ἐατέον ὅπως ἑκάστοις τοῖς ἔθνεσιν ἡ φύσις ἀποδίδωσι τοῦ μεταλαμβάνειν εὐδαιμονίας.
我们必须考察,我们任命守卫者时,究竟是着眼于让他们自身获得尽可能多的幸福,还是应当着眼于整个城邦,看看这种幸福是否在其中产生,并强迫和说服这些辅助兵和守卫者去做到那一点,即使他们成为自己工作最优秀的工匠,对其他所有人也同样如此,并且这样,在整个城邦增长并得到美好治理的过程中,让每个阶层各按其本性去分享所配享的幸福。
ἀλλʼ, ἦ δʼ ὅς, καλῶς μοι δοκεῖς λέγειν.
“好吧,”他说,“我觉得你说的对。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ τούτου ἀδελφὸν δόξω σοι μετρίως λέγειν;
”“那么,”我说,“对于这个问题的兄弟问题,你是否也会认为我说得得当呢?
τί μάλιστα;
”“这具体指什么?
τοὺς ἄλλους αὖ δημιουργοὺς σκόπει εἰ τάδε διαφθείρει, ὥστε καὶ κακοὺς γίγνεσθαι.
” “再看看其他工匠,看看是不是这些东西败坏了他们,以至于使他们也变坏了。
τὰ ποῖα δὴ ταῦτα;
”“这些究竟是什么东西?
πλοῦτος, ἦν δʼ ἐγώ, καὶ πενία.
”“财富,”我说,“和贫困。
πῶς δή;
”“这怎么说呢?
ὧδε.
”“就像这样。
πλουτήσας χυτρεὺς δοκεῖ σοι ἔτʼ ἐθελήσειν ἐπιμελεῖσθαι τῆς τέχνης;
你认为一个发了财的陶工还会愿意精进他的手艺吗?
οὐδαμῶς, ἔφη.
”“绝不会,”他说。
Ἀργὸς δὲ καὶ ἀμελὴς γενήσεται μᾶλλον αὐτὸς αὑτοῦ;
“那他会比以前的自己变得更加懒散和疏忽吗?
πολύ γε.
”“大为如此。
οὐκοῦν κακίων χυτρεὺς γίγνεται;
”“因此,他不是成了一个更差劲的陶工吗?
καὶ τοῦτο, ἔφη, πολύ.
”“这也大为如此,”他说。
καὶ μὴν καὶ ὄργανά γε μὴ ἔχων παρέχεσθαι ὑπὸ πενίας ἤ τι ἄλλο τῶν εἰς τὴν τέχνην τά τε ἔργα πονηρότερα ἐργάσεται καὶ τοὺς ὑεῖς ἢ ἄλλους οὓς ἂν διδάσκῃ χείρους δημιουργοὺς διδάξεται.
“再者,如果因为贫困,他无法为自己置办工具或其他任何手艺必需的东西,他生产出的作品就会更加粗劣,并且他教出来的儿子或他所指导的其他弟子,也会成为更差劲的工匠。
πῶς δʼ οὔ;
”“怎么会不这样呢?
ὑπʼ ἀμφοτέρων δή, πενίας τε καὶ πλούτου, χείρω μὲν τὰ τῶν τεχνῶν ἔργα, χείρους δὲ αὐτοί.
”“那么,由于贫困和财富这两者,工艺的作品变差了,工匠自身也变差了。
φαίνεται.
”“看来是这样。
ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν ηὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μήποτε αὐτοὺς λήσει εἰς τὴν πόλιν παραδύντα.
”“那么,看起来我们又为守卫者找到了另外一些必须用尽一切办法防范的东西,以免它们在守卫者不注意的时候溜进城邦。
τὰ ποῖα ταῦτα;
”“这些是什么东西呢?
§4.422πλοῦτός τε, ἦν δʼ ἐγώ, καὶ πενία·
” “财富,”我说,“和贫困。
ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δὲ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.
因为一者产生奢靡、懒惰和变革,另一者除了产生变革外,还产生卑贱和劣质的工作。
πάνυ μὲν οὖν, ἔφη.
”“确实如此,”他说。
τόδε μέντοι, ὦ Σώκρατες, σκόπει, πῶς ἡμῖν ἡ πόλις οἵα τʼ ἔσται πολεμεῖν, ἐπειδὰν χρήματα μὴ κεκτημένη ᾖ, ἄλλως τε κἂν πρὸς μεγάλην τε καὶ πλουσίαν ἀναγκασθῇ πολεμεῖν.
“然而,苏格拉底,请考虑这一点:当我们的城邦不拥有财产时,它将如何能够进行战争,特别是如果它被迫与一个既庞大又富裕的城邦作战的话。
δῆλον, ἦν δʼ ἐγώ, ὅτι πρὸς μὲν μίαν χαλεπώτερον, πρὸς δὲ δύο τοιαύτας ῥᾷον.
”“显而易见,”我说,“对抗一个这样的城邦更困难,但对抗两个这样的城邦反而更容易。
πῶς εἶπες;
”“你这是什么意思?
ἦ δʼ ὅς.
”他说。
πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί;
“我想首先,”我说,“如果必须要打仗,他们自己作为战争的竞技者,难道不是在与富人作战吗?
ναὶ τοῦτό γε, ἔφη.
”“确实如此,”他说。
τί οὖν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι;
“那么,阿得曼托斯,”我说,“一个在这方面做好了最完美准备的拳击手,面对两个不是拳击手、但富有且肥胖的男人,你觉得他不会轻易取胜吗?
οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε.
”“也许如果同时对付他们,是不行的,”他说。
οὐδʼ εἰ ἐξείη, ἦν δʼ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ προσφερόμενον ἀναστρέφοντα κρούειν, καὶ τοῦτο ποιοῖ πολλάκις ἐν ἡλίῳ τε καὶ πνίγει;
“但如果允许他,”我说,“在逃跑时回头打击那个总是首先逼近的人,并且在烈日和闷热中反复这样做呢?
ἆρά γε οὐ καὶ πλείους χειρώσαιτʼ ἂν τοιούτους ὁ τοιοῦτος;
这样的人难道不会制服更多那样的人吗?
ἀμέλει, ἔφη, οὐδὲν ἂν γένοιτο θαυμαστόν.
”“当然,”他说,“那也没什么可惊奇的。
ἀλλʼ οὐκ οἴει πυκτικῆς πλέον μετέχειν τοὺς πλουσίους ἐπιστήμῃ τε καὶ ἐμπειρίᾳ ἢ πολεμικῆς;
”“但是,你难道不认为富人在拳击上的知识和经验比在战争艺术上更多吗?
ἔγωγʼ, ἔφη.
”“我认为是的,”他说。
ῥᾳδίως ἄρα ἡμῖν οἱ ἀθληταὶ ἐκ τῶν εἰκότων διπλασίοις τε καὶ τριπλασίοις αὑτῶν μαχοῦνται.
“那么,理所当然地,我们的竞技者将能轻易地与两倍或三倍于他们自身人数的人作战。
συγχωρήσομαί σοι, ἔφη· δοκεῖς γάρ μοι ὀρθῶς λέγειν.
”“我同意你的看法,”他说,“因为我觉得你说的很对。
τί δʼ ἂν πρεσβείαν πέμψαντες εἰς τὴν ἑτέραν πόλιν τἀληθῆ εἴπωσιν, ὅτι
ἡμεῖς μὲν οὐδὲν χρυσίῳ οὐδʼ ἀργυρίῳ χρώμεθα, οὐδʼ ἡμῖν θέμις, ὑμῖν δέ·
” “又如果,派使节去另一个城邦,说出如下真相呢:‘我们既不使用黄金,也不使用白银,这在我们是不被允许的,但在你们却是可以的。
συμπολεμήσαντες οὖν μεθʼ ἡμῶν ἔχετε τὰ τῶν ἑτέρων;
因此,与我们一起并肩作战,把另一个城邦的财富据为己有吧。
οἴει τινὰς ἀκούσαντας ταῦτα αἱρήσεσθαι κυσὶ πολεμεῖν στερεοῖς τε καὶ ἰσχνοῖς μᾶλλον ἢ μετὰ κυνῶν προβάτοις πίοσί τε καὶ ἁπαλοῖς;
’你认为听了这话的人,会选择去跟结实且精瘦的猎犬搏斗,还是选择与猎犬一起去袭击肥壮且温顺的绵羊呢?
οὔ μοι δοκεῖ.
”“我认为不会。
ἀλλʼ ἐὰν εἰς μίαν, ἔφη, πόλιν συναθροισθῇ τὰ τῶν ἄλλων χρήματα, ὅρα μὴ κίνδυνον φέρῃ τῇ μὴ πλουτούσῃ.
”“但是,”他说,“如果其他城邦的财富积聚到一个城邦里,就要注意这会不会给不富裕的城邦带来危险。
εὐδαίμων εἶ, ἦν δʼ ἐγώ, ὅτι οἴει ἄξιον εἶναι ἄλλην τινὰ προσειπεῖν πόλιν ἢ τὴν τοιαύτην οἵαν ἡμεῖς κατεσκευάζομεν.
”“你真是个幸福的人,”我说,“因为你认为除了我们所建设的这种城邦之外,还有其他任何城邦配被称为‘城邦’。
ἀλλὰ τί μήν;
”“那不然呢?
ἔφη.
”他说。
μειζόνως, ἦν δʼ ἐγώ, χρὴ προσαγορεύειν τὰς ἄλλας·
“应该用更大的名称来称呼其他城邦,”我说,“因为它们中的每一个都不是‘一个城邦’,而是像游戏中的话所说,是极多的‘一些城邦’。
ἑκάστη γὰρ αὐτῶν πόλεις εἰσὶ πάμπολλαι ἀλλʼ οὐ πόλις, τὸ τῶν παιζόντων.
”