Humanitext Reader

柏拉图 · 理想国 §3.414-3.415

高尚的谎言与四种金属的神话

第 49 段,共 153 段 · 希腊语

内容简介

苏格拉底规定了统治者与助手的最终选拔与称呼标准,并建议编造一个关于“大地之子”和“四种金属”的神话(高尚的谎言),以维持公民的爱国心和阶层和谐。

§3.414καὶ τὸν ἀεὶ ἔν τε παισὶ καὶ νεανίσκοις καὶ ἐν ἀνδράσι βασανιζόμενον καὶ ἀκήρατον ἐκβαίνοντα καταστατέον ἄρχοντα τῆς πόλεως καὶ φύλακα, καὶ τιμὰς δοτέον καὶ ζῶντι καὶ τελευτήσαντι, τάφων τε καὶ τῶν ἄλλων μνημείων μέγιστα γέρα λαγχάνοντα· τὸν δὲ μὴ τοιοῦτον ἀποκριτέον.
“那些在孩提、青年和成年时期一直接受检验,并保持纯洁无瑕地走出来的人,必须被任命为城邦的统治者和守卫者,并且在他生前和死后,都应给予他荣誉,让他获得坟墓和其他纪念碑的最大特权;而对于不符合此条件的人,则必须予以淘汰。
τοιαύτη τις, ἦν δʼ ἐγώ, δοκεῖ μοι, ὦ Γλαύκων, ἡ ἐκλογὴ εἶναι καὶ κατάστασις τῶν ἀρχόντων τε καὶ φυλάκων, ὡς ἐν τύπῳ, μὴ διʼ ἀκριβείας, εἰρῆσθαι.
格劳孔,”我说,“在我看来,统治者和守卫者的选拔和任命,大约就是这样的,这只是一个粗略的轮廓,并不十分精确。
καὶ ἐμοί, ἦ δʼ ὅς, οὕτως πῃ φαίνεται.
”“在我看来,”他说,“大概也就是这样。
ἆρʼ οὖν ὡς ἀληθῶς ὀρθότατον καλεῖν τούτους μὲν φύλακας παντελεῖς τῶν τε ἔξωθεν πολεμίων τῶν τε ἐντὸς φιλίων, ὅπως οἱ μὲν μὴ βουλήσονται, οἱ δὲ μὴ δυνήσονται κακουργεῖν, τοὺς δὲ νέους, οὓς δὴ νῦν φύλακας ἐκαλοῦμεν, ἐπικούρους τε καὶ βοηθοὺς τοῖς τῶν ἀρχόντων δόγμασιν;
” “那么,最正确的是否应当称这些人是在应对外敌和内部朋友时的‘完全的守卫者’,以便使内部的朋友不想加害,外部的敌人无法加害;而将年轻一代,即我们刚才称作守卫者的人,称为统治者决定的助手和帮手?
ἔμοιγε δοκεῖ, ἔφη.
”“在我看来确实如此,”他说。
τίς ἂν οὖν ἡμῖν, ἦν δʼ ἐγώ, μηχανὴ γένοιτο τῶν ψευδῶν τῶν ἐν δέοντι γιγνομένων, ὧν δὴ νῦν ἐλέγομεν, γενναῖόν τι ἓν ψευδομένους πεῖσαι μάλιστα μὲν καὶ αὐτοὺς τοὺς ἄρχοντας, εἰ δὲ μή, τὴν ἄλλην πόλιν;
“那么,”我说,“对于我们刚才所说的、在需要时产生的那些谎言,我们能否有一种方法,通过编造某种高尚的谎言,来最大程度地劝服统治者们自己,如果不行,则去劝服城邦的其他市民?
ποῖόν τι;
”“是什么样的谎言?
ἔφη.
”他说。
μηδὲν καινόν, ἦν δʼ ἐγώ, ἀλλὰ Φοινικικόν τι, πρότερον μὲν ἤδη πολλαχοῦ γεγονός, ὥς φασιν οἱ ποιηταὶ καὶ πεπείκασιν, ἐφʼ ἡμῶν δὲ οὐ γεγονὸς οὐδʼ οἶδα εἰ γενόμενον ἄν, πεῖσαι δὲ συχνῆς πειθοῦς.
“不是什么新鲜事,”我说,“而是腓尼基人的传说。 正如诗人们所说并使人们信服的那样,这在以前的许多地方已经发生过,但在我们的时代没有发生过,我也不知道将来是否可能发生,并且要说服人们相信它需要极大的说服力。
ὡς ἔοικας, ἔφη, ὀκνοῦντι λέγειν.
”“看来,”他说,“你似乎在迟疑着不敢说出来。
δόξω δέ σοι, ἦν δʼ ἐγώ, καὶ μάλʼ εἰκότως ὀκνεῖν, ἐπειδὰν εἴπω.
”“一旦我说出来,”我说,“你就会觉得我迟疑得很合理了。
λέγʼ, ἔφη, καὶ μὴ φοβοῦ.
”“说吧,”他说,“不要害怕。
λέγω δή—καίτοι οὐκ οἶδα ὁποίᾳ τόλμῃ ἢ ποίοις λόγοις χρώμενος ἐρῶ—καὶ ἐπιχειρήσω πρῶτον μὲν αὐτοὺς τοὺς ἄρχοντας πείθειν καὶ τοὺς στρατιώτας, ἔπειτα δὲ καὶ τὴν ἄλλην πόλιν, ὡς ἄρʼ ἃ ἡμεῖς αὐτοὺς ἐτρέφομέν τε καὶ ἐπαιδεύομεν, ὥσπερ ὀνείρατα ἐδόκουν ταῦτα πάντα πάσχειν τε καὶ γίγνεσθαι περὶ αὐτούς, ἦσαν δὲ τότε τῇ ἀληθείᾳ ὑπὸ γῆς ἐντὸς πλαττόμενοι καὶ τρεφόμενοι καὶ αὐτοὶ καὶ τὰ ὅπλα αὐτῶν καὶ ἡ ἄλλη σκευὴ δημιουργουμένη, ἐπειδὴ δὲ παντελῶς ἐξειργασμένοι ἦσαν, καὶ ἡ γῆ αὐτοὺς μήτηρ οὖσα ἀνῆκεν, καὶ νῦν δεῖ ὡς περὶ μητρὸς καὶ τροφοῦ τῆς χώρας ἐν ᾗ εἰσι βουλεύεσθαί τε καὶ ἀμύνειν αὐτούς, ἐάν τις ἐπʼ αὐτὴν ἴῃ, καὶ ὑπὲρ τῶν ἄλλων πολιτῶν ὡς ἀδελφῶν ὄντων καὶ γηγενῶν διανοεῖσθαι.
” “那我就说了——尽管我不知道凭着怎样的胆量或用什么样的言辞来说——我将首先尝试劝服统治者们自己和士兵,然后也劝服城邦的其他市民:我们对他们的养育和教育,这一切对他们来说都像是在梦中经历和发生的一样,而在那个时候,实际上他们是在大地的深处被塑造、养育,他们自己、他们的武器以及其他装备也都在那里被制造。 当他们被完全做成之后,大地作为他们的母亲将他们送了出来。 因此,现在他们必须将自己所在的这片土地视作母亲和养育者,为它谋划并防卫它,如果有人来侵犯的话;并且应当将其他市民视作大地上出生的兄弟,为他们着着想。
οὐκ ἐτός, ἔφη, πάλαι ᾐσχύνου τὸ ψεῦδος λέγειν.
”“难怪,”他说,“你先前一直羞于说出这个谎言。
§3.415πάνυ, ἦν δʼ ἐγώ, εἰκότως· ἀλλʼ ὅμως ἄκουε καὶ τὸ λοιπὸν τοῦ μύθου.
” “确实非常合情合理,”我说,“但你还是要听完这个神话的其余部分。
ἐστὲ μὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλʼ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμειξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δʼ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς τε γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.
‘你们城邦里的所有人确实都是兄弟,’我们将在对他们讲神话时这样说,‘但在神塑造你们的时候,在你们当中有能力统治的人的出生中,他掺入了黄金,因此他们最尊贵;而在助手们的出生中,他掺入了白银;至于农夫和其他手工业者,他则掺入了钢铁和青铜。
ἅτε οὖν συγγενεῖς ὄντες πάντες τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δʼ ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν καὶ ἐξ ἀργύρου χρυσοῦν ἔκγονον καὶ τἆλλα πάντα οὕτως ἐξ ἀλλήλων.
’因为你们大家都是同胞,所以你们大多会生育出像你们自己一样的后代,但有时黄金也会生出白银的后代,白银也会生出黄金的后代,其他所有金属也都会这样互相生育。
τοῖς οὖν ἄρχουσι καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεός, ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ ἔσονται μηδʼ οὕτω σφόδρα φυλάξουσι μηδὲν ὡς τοὺς ἐκγόνους, ὅτι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμεικται, καὶ ἐάν τε σφέτερος ἔκγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεήσουσιν, ἀλλὰ τὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδόντες ὤσουσιν εἰς δημιουργοὺς ἢ εἰς γεωργούς, καὶ ἂν αὖ ἐκ τούτων τις ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δὲ εἰς ἐπικουρίαν, ὡς χρησμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς φυλάξῃ.
因此,神首先且最强烈地命令统治者们,对于任何事情都不要像对后代那样成为如此优秀的守卫者,也不要对任何事物像对后代灵魂中混合了什么金属一样进行如此严格的监视。 如果他们自己的后代带有青铜或钢铁的成分,他们决不能有任何怜悯,而必须给予其天性所适合的地位,将他们推向手工业者或农夫的行列;反之,如果这些人群中生出了带有黄金或白银成分的人,则要尊重他们并提升他们,有的提升为守护者,有的提升为助手。 因为有神谕说,当钢铁或青铜的守护者守护城邦时,城邦就会毁灭。
τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν, ἔχεις τινὰ μηχανήν;
’那么,你有什么方法让他们相信这个神话吗?
οὐδαμῶς, ἔφη, ὅπως γʼ ἂν αὐτοὶ οὗτοι· ὅπως μεντἂν οἱ τούτων ὑεῖς καὶ οἱ ἔπειτα οἵ τʼ ἄλλοι ἄνθρωποι οἱ ὕστερον.
” “绝无可能,”他说,“至少无法让他们这些人自己相信;但是,他们的儿子、后代以及此后的其他人还是可能相信的。
ἀλλὰ καὶ τοῦτο, ἦν δʼ ἐγώ, εὖ ἂν ἔχοι πρὸς τὸ μᾶλλον αὐτοὺς τῆς πόλεώς τε καὶ ἀλλήλων κήδεσθαι·
”“但是,”我说,“哪怕只是这样,也足以让他们更加关爱城邦和彼此了。
σχεδὸν γάρ τι μανθάνω ὃ λέγεις.
因为我大致理解了你的意思。
καὶ τοῦτο μὲν δὴ ἕξει ὅπῃ ἂν αὐτὸ ἡ φήμη ἀγάγῃ·
至于这件事情,就任凭传说将其带向何方吧。
ἡμεῖς δὲ τούτους τοὺς γηγενεῖς ὁπλίσαντες προάγωμεν ἡγουμένων τῶν ἀρχόντων.
我们现在应当让这些大地之子武装起来,在统治者的率领下向前进。
ἐλθόντες δὲ θεασάσθων τῆς πόλεως ὅπου κάλλιστον στρατοπεδεύσασθαι, ὅθεν τούς τε ἔνδον μάλιστʼ ἂν κατέχοιεν, εἴ τις μὴ ἐθέλοι τοῖς νόμοις πείθεσθαι, τούς τε ἔξωθεν ἀπαμύνοιεν, εἰ πολέμιος ὥσπερ λύκος ἐπὶ ποίμνην τις ἴοι·
他们应当去视察城邦中哪里最适合驻扎军队,以便在那个地方最有效地控制内部,如果有谁不愿服从法律,同时也能够御外敌于国门之外,如果有什么敌人像狼侵袭羊群那样袭来的话。
στρατοπεδευσάμενοι δέ, θύσαντες οἷς χρή, εὐνὰς ποιησάσθων.
他们驻军之后,应当向应当祭祀的神灵献祭,然后建造住处。
ἢ πῶς;
或者你认为该怎样?
οὕτως, ἔφη.
”“应当这样,”他说。
οὐκοῦν τοιαύτας, οἵας χειμῶνός τε στέγειν καὶ θέρους ἱκανὰς εἶναι;
“那么,这些住处应当能够御寒避暑,对吧?
πῶς γὰρ οὐχί;
”“当然,为什么不呢?
οἰκήσεις γάρ, ἔφη, δοκεῖς μοι λέγειν.
因为在我看来,”他说,“你似乎在说住宅。
ναί, ἦν δʼ ἐγώ, στρατιωτικάς γε, ἀλλʼ οὐ χρηματιστικάς.
”“是的,”我说,“不过那是军人的住宅,而不是为了发财致富的。 ”

词汇与语法注释

  1. 414aὡς ἐν τύπῳ, μὴ διʼ ἀκριβείας, εἰρῆσθαι — 完成时被动不定式 `εἰρῆσθαι` 依附于 `δοκεῖ`,构成“似乎是以粗略的轮廓、而非精确地被讲述”的结构。其中 `ὡς` 起限制和修饰作用,表示“正如……那样”。
  2. 414bὧν δὴ νῦν ἐλέγομεν — 关系代词的属格吸引(genitive attraction)的典型例子。本应作动词 `ἐλέγομεν` 直接宾语的关系代词(应为宾格 `ἅ`)受到其属格先行词 `ψευδῶν` 的影响,被吸引成了属格 `ὧν`。
  3. 415bὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ ἔσονται — 依附于表示命令的动词 `παραγγέλλει` 的 `ὅπως` 引导的努力从句(使用将来直陈式 `ἔσονται`),表示强烈的诫命。`μηδενὸς` 在此作比较属格,或作 `φύλακες` 的宾格性属格。

引用这一段

柏拉图, 理想国 §3.414-3.415. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.414-3.415

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。