§3.404ἆρʼ οὖν ἡ τῶνδε τῶν ἀσκητῶν ἕξις προσήκουσʼ ἂν εἴη τούτοις;
“那么,这些锻炼者的身体状态适合他们吗?
ἴσως.
”“也许吧。
ἀλλʼ, ἦν δʼ ἐγώ, ὑπνώδης αὕτη γέ τις καὶ σφαλερὰ πρὸς ὑγίειαν.
”“但是,”我说,“这种状态某种程度上是嗜睡的,对健康也是危险的。
ἢ οὐχ ὁρᾷς ὅτι καθεύδουσί τε τὸν βίον καί, ἐὰν σμικρὰ ἐκβῶσιν τῆς τεταγμένης διαίτης, μεγάλα καὶ σφόδρα νοσοῦσιν οὗτοι οἱ ἀσκηταί;
难道你没看到,这些锻炼者一生都在沉睡,只要稍微偏离规定的饮食,就会生重病和急病吗?
ὁρῶ.
”“我看到了。
κομψοτέρας δή τινος, ἦν δʼ ἐγώ, ἀσκήσεως δεῖ τοῖς πολεμικοῖς ἀθληταῖς, οὕς γε ὥσπερ κύνας ἀγρύπνους τε ἀνάγκη εἶναι καὶ ὅτι μάλιστα ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πολλὰς μεταβολὰς ἐν ταῖς στρατείαις μεταβάλλοντας ὑδάτων τε καὶ τῶν ἄλλων σίτων καὶ εἱλήσεων καὶ χειμώνων μὴ ἀκροσφαλεῖς εἶναι πρὸς ὑγίειαν.
”“那么,”我说,“对于战争的竞技者来说,需要某种更精细的锻炼,他们必须像猎犬一样保持警惕,尽可能敏锐地观察和聆听,在远征中经历水和其他食物、酷暑和严寒等许多变化时,不能在健康上过于脆弱。
φαίνεταί μοι.
”“依我看确实如此。
ἆρʼ οὖν ἡ βελτίστη γυμναστικὴ ἀδελφή τις ἂν εἴη τῆς ἁπλῆς μουσικῆς ἣν ὀλίγον πρότερον διῇμεν;
”“那么,最优秀的体育,难道不是我们刚才讨论的简单文艺的某种姐妹吗?
πῶς λέγεις;
”“你这是什么意思?
ἁπλῆ που καὶ ἐπιεικὴς γυμναστική, καὶ μάλιστα ἡ τῶν περὶ τὸν πόλεμον.
”“简单而适度的体育,尤其是关于战争的体育。
πῇ δή;
”“具体怎么说?
καὶ παρʼ Ὁμήρου, ἦν δʼ ἐγώ, τά γε τοιαῦτα μάθοι ἄν τις.
”“从波墨那里,”我说,“人们也可以学到这类事情。
οἶσθα γὰρ ὅτι ἐπὶ στρατιᾶς ἐν ταῖς τῶν ἡρώων ἑστιάσεσιν οὔτε ἰχθύσιν αὐτοὺς ἑστιᾷ, καὶ ταῦτα ἐπὶ θαλάττῃ ἐν Ἑλλησπόντῳ ὄντας, οὔτε ἑφθοῖς κρέασιν ἀλλὰ μόνον ὀπτοῖς, ἃ δὴ μάλιστʼ ἂν εἴη στρατιώταις εὔπορα· πανταχοῦ γὰρ ὡς ἔπος εἰπεῖν αὐτῷ τῷ πυρὶ χρῆσθαι εὐπορώτερον ἢ ἀγγεῖα συμπεριφέρειν.
因为你知道,在远征中,英雄们的宴席上他并不给他们鱼吃,而且这还是在他们处于赫勒斯滂海边的时候;他也不给他们吃煮肉,而只给他们吃烤肉,这确实最方便士兵:因为可以说,在任何地方使用火本身,都比随身携带器皿要方便得多。
καὶ μάλα.
”“确实如此。
οὐδὲ μὴν ἡδυσμάτων, ὡς ἐγᾦμαι, Ὅμηρος πώποτε ἐμνήσθη.
”“而且,我的确认为,荷马从未提到过调味品。
ἢ τοῦτο μὲν καὶ οἱ ἄλλοι ἀσκηταὶ ἴσασιν, ὅτι τῷ μέλλοντι σώματι εὖ ἕξειν ἀφεκτέον τῶν τοιούτων ἁπάντων;
难道其他锻炼者不知道这一点吗:凡是想要身体保持良好状态的人,都必须远离所有这些东西?
καὶ ὀρθῶς γε, ἔφη, ἴσασί τε καὶ ἀπέχονται.
”“确实很对,”他说道,“他们知道并且远离这些。
Συρακοσίαν δέ, ὦ φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς, εἴπερ σοι ταῦτα δοκεῖ ὀρθῶς ἔχειν.
” “那么,亲爱的朋友,如果这些事情在你看来是正确的,你显然就不会赞美叙拉古的餐桌和西西里的各种佳肴了。
οὔ μοι δοκῶ.
”“我想我不会。
ψέγεις ἄρα καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν.
”“那么,你也会谴责那些想要身体好的人,以科林斯少女为爱人。
παντάπασι μὲν οὖν.
”“完全如此。
οὐκοῦν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας;
”“那么,阿提卡的点心,那些被视为享受的东西,你也同样谴责吗?
ἀνάγκη.
”“必然如此。
ὅλην γὰρ οἶμαι τὴν τοιαύτην σίτησιν καὶ δίαιταν τῇ μελοποιίᾳ τε καὶ ᾠδῇ τῇ ἐν τῷ παναρμονίῳ καὶ ἐν πᾶσι ῥυθμοῖς πεποιημένῃ ἀπεικάζοντες ὀρθῶς ἂν ἀπεικάζοιμεν.
”“因为我想,如果我们把所有这类饮食和生活方式,比作在全调式和所有节奏中创作的旋律和歌曲,我们就是做出了正确的比拟。
πῶς γὰρ οὔ;
”“怎么会不呢?
οὐκοῦν ἐκεῖ μὲν ἀκολασίαν ἡ ποικιλία ἐνέτικτεν, ἐνταῦθα δὲ νόσον, ἡ δὲ ἁπλότης κατὰ μὲν μουσικὴν ἐν ψυχαῖς σωφροσύνην, κατὰ δὲ γυμναστικὴν ἐν σώμασιν ὑγίειαν;
”“那么,在文艺中多样性会产生放纵,而在体育中则会产生疾病;但在文艺中,简单会给灵魂带来节制,在体育中,简单会给身体带来健康,不是吗?
ἀληθέστατα, ἔφη.
”“最真实不过了,”他说道。
§3.405ἀκολασίας δὲ καὶ νόσων πληθυουσῶν ἐν πόλει ἆρʼ οὐ δικαστήριά τε καὶ ἰατρεῖα πολλὰ ἀνοίγεται, καὶ δικανική τε καὶ ἰατρικὴ σεμνύνονται, ὅταν δὴ καὶ ἐλεύθεροι πολλοὶ καὶ σφόδρα περὶ αὐτὰ σπουδάζωσιν;
“当城邦中放纵和疾病蔓延时,难道不会开办许多法庭和诊所吗?
τί γὰρ οὐ μέλλει;
而且,当许多自由人也极其热衷于这些事务时,诉讼和医术难道不会变得自命不凡吗?
τῆς δὲ κακῆς τε καὶ αἰσχρᾶς παιδείας ἐν πόλει ἆρα μή τι μεῖζον ἕξεις λαβεῖν τεκμήριον ἢ τὸ δεῖσθαι ἰατρῶν καὶ δικαστῶν ἄκρων μὴ μόνον τοὺς φαύλους τε καὶ χειροτέχνας, ἀλλὰ καὶ τοὺς ἐν ἐλευθέρῳ σχήματι προσποιουμένους τεθράφθαι;
”“怎么会不呢?
ἢ οὐκ αἰσχρὸν δοκεῖ καὶ ἀπαιδευσίας μέγα τεκμήριον τὸ ἐπακτῷ παρʼ ἄλλων, ὡς δεσποτῶν τε καὶ κριτῶν, τῷ δικαίῳ ἀναγκάζεσθαι χρῆσθαι, καὶ ἀπορίᾳ οἰκείων;
”“但对于城邦里卑劣和丑陋的教育,你还能找到比这更大的证据吗:不仅卑劣之辈和手工业者,连那些自称接受过自由民式养育的人,也需要优秀的医生和法官?
πάντων μὲν οὖν, ἔφη, αἴσχιστον.
” “或者,由于缺乏自己人(的裁判),而被迫使用从别人那里引进的、犹如主人和裁判者一般的正义,难道不显得可耻、不显得是缺乏教养的巨大证据吗?
ἦ δοκεῖ σοι, ἦν δʼ ἐγώ, τούτου αἴσχιον εἶναι τοῦτο, ὅταν δή τις μὴ μόνον τὸ πολὺ τοῦ βίου ἐν δικαστηρίοις φεύγων τε καὶ διώκων κατατρίβηται, ἀλλὰ καὶ ὑπὸ ἀπειροκαλίας ἐπʼ αὐτῷ δὴ τούτῳ πεισθῇ καλλωπίζεσθαι, ὡς δεινὸς ὢν περὶ τὸ ἀδικεῖν καὶ ἱκανὸς πάσας μὲν στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διεξελθὼν ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρασχεῖν δίκην, καὶ ταῦτα σμικρῶν τε καὶ οὐδενὸς ἀξίων ἕνεκα, ἀγνοῶν ὅσῳ κάλλιον καὶ ἄμεινον τὸ παρασκευάζειν τὸν βίον αὑτῷ μηδὲν δεῖσθαι νυστάζοντος δικαστοῦ;
”“在所有事情中,”他说,“这是最可耻的。
οὔκ, ἀλλὰ τοῦτʼ, ἔφη, ἐκείνου ἔτι αἴσχιον.
”“那么,”我说,“在你看,有没有比这更可耻的事情呢?
τὸ δὲ ἰατρικῆς, ἦν δʼ ἐγώ, δεῖσθαι ὅτι μὴ τραυμάτων ἕνεκα ἤ τινων ἐπετείων νοσημάτων ἐπιπεσόντων, ἀλλὰ διʼ ἀργίαν τε καὶ δίαιταν οἵαν διήλθομεν, ῥευμάτων τε καὶ πνευμάτων ὥσπερ λίμνας ἐμπιμπλαμένους φύσας τε καὶ κατάρρους νοσήμασιν ὀνόματα τίθεσθαι ἀναγκάζειν τοὺς κομψοὺς Ἀσκληπιάδας, οὐκ αἰσχρὸν δοκεῖ;
即当某人不仅把大半生耗在法庭上进行起诉和辩护,而且由于缺乏审美品味,竟被说服去为此装点自夸,仿佛自己极善于作恶,能够使出百般手段,穿过所有通道以逃避惩罚,而这一切还是为了些微不足道的小事,他却不知道,把自己的生活安排得根本不需要一个打瞌睡的法官,该是多么美好和高尚?
καὶ μάλʼ, ἔφη·
”“不,”他说,“这比那还要可耻。
ὡς ἀληθῶς καινὰ ταῦτα καὶ ἄτοπα νοσημάτων ὀνόματα.
”“而需要医术,”我说,“不是因为受伤或由于季节性疾病的侵袭,而是由于懒惰和我们所说的那种饮食,体内充斥着如池塘般的水湿和气体,迫使高明的阿斯克勒庇俄斯子孙们不得不给气体和卡他等病症起名字,这难道不显得可耻吗?
οἷα, ἦν δʼ ἐγώ, ὡς οἶμαι, οὐκ ἦν ἐπʼ Ἀσκληπιοῦ.
”“确实如此,”他说,“这些确实是新奇而奇妙的病名。
τεκμαίρομαι δέ, ὅτι αὐτοῦ οἱ ὑεῖς ἐν Τροίᾳ Εὐρυπύλῳ τετρωμένῳ ἐπʼ οἶνον Πράμνειον ἄλφιτα πολλὰ ἐπιπασθέντα καὶ τυρὸν ἐπιξυσθέντα, ἃ δὴ δοκεῖ φλεγματώδη εἶναι, οὐκ ἐμέμψαντο τῇ δούσῃ πιεῖν, οὐδὲ Πατρόκλῳ τῷ ἰωμένῳ ἐπετίμησαν.
”“依我看,这些病名在阿斯克勒庇俄斯时代是不存在的,”我说。 “我之所以这样推测,是因为在特洛伊,当欧律皮洛斯受伤时,他的儿子们对于给他喝撒有许多大麦粉并擦上干酪的普拉姆尼昂酒的女佣,并没有予以非难,也没有责备治疗他的帕特洛克罗斯,而这些东西确实被认为是会产生粘液的。 ”