Humanitext Reader

柏拉图 · 理想国 §3.402-3.403

文艺教育的目的与正确之爱

第 43 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐明了通过文艺教育使年轻人在获得理性之前培养正确美丑鉴赏力的意义,规定了排斥放纵的正确之爱,随之将话题转向体育教育。

§3.402καὶ ὅτι αὖ τῶν παραλειπομένων καὶ μὴ καλῶς δημιουργηθέντων ἢ μὴ καλῶς φύντων ὀξύτατʼ ἂν αἰσθάνοιτο ὁ ἐκεῖ τραφεὶς ὡς ἔδει, καὶ ὀρθῶς δὴ δυσχεραίνων τὰ μὲν καλὰ ἐπαινοῖ καὶ χαίρων καὶ καταδεχόμενος εἰς τὴν ψυχὴν τρέφοιτʼ ἂν ἀπʼ αὐτῶν καὶ γίγνοιτο καλός τε κἀγαθός, τὰ δʼ αἰσχρὰ ψέγοι τʼ ἂν ὀρθῶς καὶ μισοῖ ἔτι νέος ὤν, πρὶν λόγον δυνατὸς εἶναι λαβεῖν, ἐλθόντος δὲ τοῦ λόγου ἀσπάζοιτʼ ἂν αὐτὸν γνωρίζων διʼ οἰκειότητα μάλιστα ὁ οὕτω τραφείς;
“而且,在那种环境中按要求受到养育的人,能够最敏锐地察觉到那些被遗漏的、没有制作好或没有长好的东西,并且正确地感到反感,他会赞美美的东西,怀着喜悦将它们接纳进灵魂,借此获得滋养并成为优美高尚的人;相反,对于丑恶的东西,他会在还年轻、尚不能领悟理性之前,就正确地予以谴责和憎恨;而当理性到来时,这样受到养育的人会认出它并由于亲缘关系而最热烈地欢迎它吗?
ἐμοὶ γοῦν δοκεῖ, ἔφη, τῶν τοιούτων ἕνεκα ἐν μουσικῇ εἶναι ἡ τροφή.
”“依我看来,”他说道,“文艺的养育确实是为了这些。
ὥσπερ ἄρα, ἦν δʼ ἐγώ, γραμμάτων πέρι τότε ἱκανῶς εἴχομεν, ὅτε τὰ στοιχεῖα μὴ λανθάνοι ἡμᾶς ὀλίγα ὄντα ἐν ἅπασιν οἷς ἔστιν περιφερόμενα, καὶ οὔτʼ ἐν σμικρῷ οὔτʼ ἐν μεγάλῳ ἠτιμάζομεν αὐτά, ὡς οὐ δέοι αἰσθάνεσθαι, ἀλλὰ πανταχοῦ προυθυμούμεθα διαγιγνώσκειν, ὡς οὐ πρότερον ἐσόμενοι γραμματικοὶ πρὶν οὕτως ἔχοιμεν— ἀληθῆ.
”“正如,”我说,“关于识字,当时我们在以下情况下才算达到了充分的状态:即字母虽然数量不多,但分布在我们所面对的一切事物中,我们都没有忽视它们,无论是在小还是在大的地方,不认为不需要察觉它们,而是在各处都热切地去辨认,因为我们知道,在达到这种状态之前,我们是无法识字的——”“确实。
οὐκοῦν καὶ εἰκόνας γραμμάτων, εἴ που ἢ ἐν ὕδασιν ἢ ἐν κατόπτροις ἐμφαίνοιντο, οὐ πρότερον γνωσόμεθα, πρὶν ἂν αὐτὰ γνῶμεν, ἀλλʼ ἔστιν τῆς αὐτῆς τέχνης τε καὶ μελέτης;
”“因此,字母的影像,如果出现在水里或镜子里,在我们认识字母本身之前,我们也是无法认识它们的,但这难道不属于同一种技术和学习吗?
παντάπασι μὲν οὖν.
”“完全如此。
ἆρʼ οὖν, ὃ λέγω, πρὸς θεῶν, οὕτως οὐδὲ μουσικοὶ πρότερον ἐσόμεθα, οὔτε αὐτοὶ οὔτε οὕς φαμεν ἡμῖν παιδευτέον εἶναι τοὺς φύλακας, πρὶν ἂν τὰ τῆς σωφροσύνης εἴδη καὶ ἀνδρείας καὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας καὶ ὅσα τούτων ἀδελφὰ καὶ τὰ τούτων αὖ ἐναντία πανταχοῦ περιφερόμενα γνωρίζωμεν καὶ ἐνόντα ἐν οἷς ἔνεστιν αἰσθανώμεθα καὶ αὐτὰ καὶ εἰκόνας αὐτῶν, καὶ μήτε ἐν σμικροῖς μήτε ἐν μεγάλοις ἀτιμάζωμεν, ἀλλὰ τῆς αὐτῆς οἰώμεθα τέχνης εἶναι καὶ μελέτης;
”“那么,凭神明起誓,正如我所说的,我们同样也不会成为懂得文艺的人,无论我们自己还是我们说应该由我们教育的守护者,除非我们辨认出节制、勇敢、慷慨、高雅等一切与之相近的德性的形相,以及它们的对立面,看到它们到处呈现,并且在它们存在的事物中察觉到它们本身及其影像,无论在小还是在大的地方都不忽视它们,而是认为它们属于同一种技术和习练?
πολλὴ ἀνάγκη, ἔφη.
”“势必如此,”他说道。
οὐκοῦν, ἦν δʼ ἐγώ, ὅτου ἂν συμπίπτῃ ἔν τε τῇ ψυχῇ καλὰ ἤθη ἐνόντα καὶ ἐν τῷ εἴδει ὁμολογοῦντα ἐκείνοις καὶ συμφωνοῦντα, τοῦ αὐτοῦ μετέχοντα τύπου, τοῦτʼ ἂν εἴη κάλλιστον θέαμα τῷ δυναμένῳ θεᾶσθαι;
“那么,”我说,“如果有人其灵魂中存在着美好的品性,并且在肉体外貌上也与之相和谐一致,分享着同一种模式,这对于有能力观看的人来说,难道不是最美的奇观吗?
πολύ γε.
”“极其美。
καὶ μὴν τό γε κάλλιστον ἐρασμιώτατον;
”“而最美的也是最可爱的,不是吗?
πῶς δʼ οὔ;
”“怎么会不呢?
τῶν δὴ ὅτι μάλιστα τοιούτων ἀνθρώπων ὅ γε μουσικὸς ἐρῴη ἄν· εἰ δὲ ἀσύμφωνος εἴη, οὐκ ἂν ἐρῴη.
”“因此,懂得文艺的人会最热烈地爱这样的人;但如果是不和谐的人,他就不会爱。
οὐκ ἄν, εἴ γέ τι, ἔφη, κατὰ τὴν ψυχὴν ἐλλείποι· εἰ μέντοι τι κατὰ τὸ σῶμα, ὑπομείνειεν ἂν ὥστε ἐθέλειν ἀσπάζεσθαι.
”“如果,”他说,“是灵魂上有什么欠缺,他就不会爱;但如果是身体上有什么欠缺,他或许会容忍并愿意欢迎他。
μανθάνω, ἦν δʼ ἐγώ· ὅτι ἔστιν σοι ἢ γέγονεν παιδικὰ τοιαῦτα, καὶ συγχωρῶ.
”“我明白了,”我说,“因为你现在或曾经有这样的爱子,我也同意。
ἀλλὰ τόδε μοι εἰπέ· σωφροσύνῃ καὶ ἡδονῇ ὑπερβαλλούσῃ ἔστι τις κοινωνία;
但是告诉我:节制与极度的快乐之间,有任何关联吗?
καὶ πῶς; ἔφη, ἥ γε ἔκφρονα ποιεῖ οὐχ ἧττον ἢ λύπη;
”“怎么会呢,”他说道,“极度的快乐使人失去理智,不亚于痛苦。
ἀλλὰ τῇ ἄλλῃ ἀρετῇ;
”“那么与其他德性呢?
§3.403οὐδαμῶς.
” “完全没有。
τί δέ; ὕβρει τε καὶ ἀκολασίᾳ;
”“那么与狂妄和放纵呢?
πάντων μάλιστα.
”“最深不过了。
μείζω δέ τινα καὶ ὀξυτέραν ἔχεις εἰπεῖν ἡδονὴν τῆς περὶ τὰ ἀφροδίσια;
”“除了性爱方面的快乐,你还能说出有什么更大更强烈的快乐吗?
οὐκ ἔχω, ἦ δʼ ὅς, οὐδέ γε μανικωτέραν.
”“说不出来,”他说道,“也没有比这更疯狂的了。
ὁ δὲ ὀρθὸς ἔρως πέφυκε κοσμίου τε καὶ καλοῦ σωφρόνως τε καὶ μουσικῶς ἐρᾶν;
”“但正确的爱,其天性是否就是对规整和美的事物,进行节制且合乎文艺的爱?
καὶ μάλα, ἦ δʼ ὅς.
”“正是如此,”他说道。
οὐδὲν ἄρα προσοιστέον μανικὸν οὐδὲ συγγενὲς ἀκολασίας τῷ ὀρθῷ ἔρωτι;
“因此,对于正确的爱,绝不能带入任何疯狂或类似于放纵的东西,是吗?
οὐ προσοιστέον.
”“不能带入。
οὐ προσοιστέον ἄρα αὕτη ἡ ἡδονή, οὐδὲ κοινωνητέον αὐτῆς ἐραστῇ τε καὶ παιδικοῖς ὀρθῶς ἐρῶσί τε καὶ ἐρωμένοις;
” “那么,这种快乐绝不能带入,正确相爱的爱者与爱子之间也绝不能分享它,是吗?
οὐ μέντοι μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, προσοιστέον.
”“凭宙斯起誓,索克拉底,”他说道,“确实绝不能带入。
οὕτω δή, ὡς ἔοικε, νομοθετήσεις ἐν τῇ οἰκιζομένῃ πόλει φιλεῖν μὲν καὶ συνεῖναι καὶ ἅπτεσθαι ὥσπερ ὑέος παιδικῶν ἐραστήν, τῶν καλῶν χάριν, ἐὰν πείθῃ, τὰ δʼ ἄλλα οὕτως ὁμιλεῖν πρὸς ὅν τις σπουδάζοι, ὅπως μηδέποτε δόξει μακρότερα τούτων συγγίγνεσθαι· εἰ δὲ μή, ψόγον ἀμουσίας καὶ ἀπειροκαλίας ὑφέξοντα.
”“那么,看来你会在我们建立的城邦里制定法律:如果爱者说服了爱子,为了美的事物,他可以像对待儿子那样去亲吻、相处和接触爱子,但在其他事情上,他与他所热切对待的人的交往必须做到绝不让人觉得超过了这种界限;否则,他就要承担缺乏文艺素养和缺乏审美品味的谴责。
οὕτως, ἔφη.
”“确实如此,”他说道。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ σοὶ φαίνεται τέλος ἡμῖν ἔχειν ὁ περὶ μουσικῆς λόγος;
“那么,”我说,“在你看来,我们关于文艺的讨论是否也结束了?
οἷ γοῦν δεῖ τελευτᾶν, τετελεύτηκεν· δεῖ δέ που τελευτᾶν τὰ μουσικὰ εἰς τὰ τοῦ καλοῦ ἐρωτικά.
至少在它应该结束的地方,它已经结束了;因为文艺必须终结于对美的爱。
σύμφημι, ἦ δʼ ὅς.
”“我赞同,”他说道。
μετὰ δὴ μουσικὴν γυμναστικῇ θρεπτέοι οἱ νεανίαι.
“在文艺之后,青年人必须用体育来养育。
τί μήν;
”“当然。
δεῖ μὲν δὴ καὶ ταύτῃ ἀκριβῶς τρέφεσθαι ἐκ παίδων διὰ βίου.
”“确实,他们也必须在这方面从童年起终身严格地接受养育。
ἔχει δέ πως, ὡς ἐγᾦμαι, ὧδε· σκόπει δὲ καὶ σύ.
而我的看法大致如下——你也考虑一下。
ἐμοὶ μὲν γὰρ οὐ φαίνεται, ὃ ἂν χρηστὸν ᾖ σῶμα, τοῦτο τῇ αὑτοῦ ἀρετῇ ψυχὴν ἀγαθὴν ποιεῖν, ἀλλὰ τοὐναντίον ψυχὴ ἀγαθὴ τῇ αὑτῆς ἀρετῇ σῶμα παρέχειν ὡς οἷόν τε βέλτιστον·
因为在我看来,并不是一个健康的身体能够凭借自身的德性使灵魂变善,相反,是一个善的灵魂能够凭借自身的德性使身体达到尽可能最好的状态。
σοὶ δὲ πῶς φαίνεται;
你怎么看?
καὶ ἐμοί, ἔφη, οὕτως.
”“我也这样看,”他说道。
οὐκοῦν εἰ τὴν διάνοιαν ἱκανῶς θεραπεύσαντες παραδοῖμεν αὐτῇ τὰ περὶ τὸ σῶμα ἀκριβολογεῖσθαι, ἡμεῖς δὲ ὅσον τοὺς τύπους ὑφηγησαίμεθα, ἵνα μὴ μακρολογῶμεν, ὀρθῶς ἂν ποιοῖμεν;
“那么,如果我们对精神进行了充分的照料,把关于身体的细节管理交给它,而我们自己只指明大致的轮廓,以免冗长赘述,我们这样做对吗?
πάνυ μὲν οὖν.
”“非常对。
μέθης μὲν δὴ εἴπομεν ὅτι ἀφεκτέον αὐτοῖς· παντὶ γάρ που μᾶλλον ἐγχωρεῖ ἢ φύλακι μεθυσθέντι μὴ εἰδέναι ὅπου γῆς ἐστιν.
”“关于醉酒,我们说过他们必须远离它;因为任何人都比守护者更不能在醉酒后不知道自己在土地上的什么地方。
γελοῖον γάρ, ἦ δʼ ὅς, τόν γε φύλακα φύλακος δεῖσθαι.
”“确实滑稽,”他说道,“守护者自己竟然需要守护者。
τί δὲ δὴ σίτων πέρι;
”“那么关于食物又如何?
ἀθληταὶ μὲν γὰρ οἱ ἄνδρες τοῦ μεγίστου ἀγῶνος.
因为这些男子是最大竞技的竞技者。
ἢ οὐχί;
难道不是吗?
ναί.
”“是的。 ”

词汇与语法注释

  1. 402καὶ ὅτι αὖ — 连词 ὅτι 引导一个与 401d 中的 ὅτι 从句并列的名词从句。它延续了前文 ἆρʼ οὖν... τούτων ἕνεκα(难道不正是因为这些原因……)的句法结构,提出了文艺教育之所以最为关键的第二个原因。
  2. 402bὡς οὐ δέοι αἰσθάνεσθαι — 由连词 ὡς 引导的从句,采用间接引语的希求法(optative of indirect discourse),用以表达当时学习者的主观想法(“认为没有必要去察觉它们”)。
  3. 402cπρὶν ἂν ... γνωρίζωμεν — 紧跟在否定主句(οὐδὲ μουσικοὶ πρότερον ἐσόμεθα)之后的 πρίν + 虚拟语气加 ἄν 的句式,表示时间限制或条件(“在……之前我们绝不会成为……”)。
  4. 402dὅτου ἂν συμπίπτῃ — 关系代词 ὅστις 的单数属格 ὅτου(与 ἄν 和虚拟语气连用,构成条件性一般关系从句),作为所有格或关系属格,指代这些美好品性在谁身上契合,修饰主句谓语或作相关成分。

引用这一段

柏拉图, 理想国 §3.402-3.403. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.402-3.403

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。