§3.406καὶ μὲν δή, ἔφη, ἄτοπόν γε τὸ πῶμα οὕτως ἔχοντι.
“确实,”他说,“对于处于那种状态的人来说,这种饮料太奇怪了。
οὔκ, εἴ γʼ ἐννοεῖς, εἶπον, ὅτι τῇ παιδαγωγικῇ τῶν νοσημάτων ταύτῃ τῇ νῦν ἰατρικῇ πρὸ τοῦ Ἀσκληπιάδαι οὐκ ἐχρῶντο, ὥς φασι, πρὶν Ἡρόδικον γενέσθαι·
”“并非如此,”我说,“如果你注意到,正如人们所说,在希罗迪科斯之前,阿斯克勒庇俄斯的子孙们并不使用这种现今照料疾病的医学。
Ἡρόδικος δὲ παιδοτρίβης ὢν καὶ νοσώδης γενόμενος, μείξας γυμναστικὴν ἰατρικῇ, ἀπέκναισε πρῶτον μὲν καὶ μάλιστα ἑαυτόν, ἔπειτʼ ἄλλους ὕστερον πολλούς.
希罗迪科斯身为体育教师,自己病弱,通过将体育与医术相结合,首先且程度最深地折磨了自己,随后又折磨了后来的许多人。
πῇ δή;
”“怎么会呢?
ἔφη.
”他说。
μακρόν, ἦν δʼ ἐγώ, τὸν θάνατον αὑτῷ ποιήσας.
“通过为自己制造了漫长的死亡过程,”我说。
παρακολουθῶν γὰρ τῷ νοσήματι θανασίμῳ ὄντι οὔτε ἰάσασθαι οἶμαι οἷός τʼ ἦν ἑαυτόν, ἐν ἀσχολίᾳ τε πάντων ἰατρευόμενος διὰ βίου ἔζη, ἀποκναιόμενος εἴ τι τῆς εἰωθυίας διαίτης ἐκβαίη, δυσθανατῶν δὲ ὑπὸ σοφίας εἰς γῆρας ἀφίκετο.
“因为由于陪伴着他那致命的疾病,我想他无法治愈自己,他在没有任何闲暇的情况下,一生都在接受治疗中度过,只要稍微偏离习惯的饮食就会饱受折磨,因其聪明才智而饱受垂死挣扎之苦,最终活到了老年。
καλὸν ἄρα τὸ γέρας, ἔφη, τῆς τέχνης ἠνέγκατο.
”“这么说,他从他的医术中得到了好报酬了,”他说。
οἷον εἰκός, ἦν δʼ ἐγώ, τὸν μὴ εἰδότα ὅτι Ἀσκληπιὸς οὐκ ἀγνοίᾳ οὐδὲ ἀπειρίᾳ τούτου τοῦ εἴδους τῆς ἰατρικῆς τοῖς ἐκγόνοις οὐ κατέδειξεν αὐτό, ἀλλʼ εἰδὼς ὅτι πᾶσι τοῖς εὐνομουμένοις ἔργον τι ἑκάστῳ ἐν τῇ πόλει προστέτακται, ὃ ἀναγκαῖον ἐργάζεσθαι, καὶ οὐδενὶ σχολὴ διὰ βίου κάμνειν ἰατρευομένῳ.
“这是理所当然的,”我说,“对于那些不知道阿斯克勒庇俄斯并非由于无知或缺乏经验才没有向子孙传授这种医术的人。 他其实知道,在所有治理良好的城邦中,每个公民都被分配了某种必须完成的工作,没有人有闲暇终生生病和接受治疗。
ὃ ἡμεῖς γελοίως ἐπὶ μὲν τῶν δημιουργῶν αἰσθανόμεθα, ἐπὶ δὲ τῶν πλουσίων τε καὶ εὐδαιμόνων δοκούντων εἶναι οὐκ αἰσθανόμεθα.
滑稽的是,我们在手工业者身上意识到了这一点,但在富有和看似幸福的人身上却没能意识到。
πῶς;
”“怎么说?
ἔφη.
”他说。
τέκτων μέν, ἦν δʼ ἐγώ, κάμνων ἀξιοῖ παρὰ τοῦ ἰατροῦ φάρμακον πιὼν ἐξεμέσαι τὸ νόσημα, ἢ κάτω καθαρθεὶς ἢ καύσει ἢ τομῇ χρησάμενος ἀπηλλάχθαι·
“一个木匠,”我说,“生病时,要求医生让他喝药吐出疾病,或者通过导泻,或者通过火灼、切除来摆脱疾病。
ἐὰν δέ τις αὐτῷ μακρὰν δίαιταν προστάττῃ, πιλίδιά τε περὶ τὴν κεφαλὴν περιτιθεὶς καὶ τὰ τούτοις ἑπόμενα, ταχὺ εἶπεν ὅτι οὐ σχολὴ κάμνειν οὐδὲ λυσιτελεῖ οὕτω ζῆν, νοσήματι τὸν νοῦν προσέχοντα, τῆς δὲ προκειμένης ἐργασίας ἀμελοῦντα.
但如果有人给他开出漫长的饮食疗法,在头上缠上便帽并遵循随之而来的一套规矩,他就会立刻说自己没有闲暇生病,这样活着也无益处——只把心思放在疾病上,而忽视了摆在面前的工作。
καὶ μετὰ ταῦτα χαίρειν εἰπὼν τῷ τοιούτῳ ἰατρῷ, εἰς τὴν εἰωθυῖαν δίαιταν ἐμβάς, ὑγιὴς γενόμενος ζῇ τὰ ἑαυτοῦ πράττων·
此后他会对这样的医生说再见,恢复他习惯的饮食,恢复健康并过着各司其职的生活。
ἐὰν δὲ μὴ ἱκανὸν ᾖ τὸ σῶμα ὑπενεγκεῖν, τελευτήσας πραγμάτων ἀπηλλάγη.
但如果他的身体不堪重负,他就死掉,从而摆脱麻烦。
καὶ τῷ τοιούτῳ μέν γʼ, ἔφη, δοκεῖ πρέπειν οὕτω ἰατρικῇ χρῆσθαι.
”“对于这样的人,”他说,“采用这种方式对待医学确实显得很合适。
§3.407ἆρα, ἦν δʼ ἐγώ, ὅτι ἦν τι αὐτῷ ἔργον, ὃ εἰ μὴ πράττοι, οὐκ ἐλυσιτέλει ζῆν;
” “这是不是因为,”我说,“他有某种工作,如果不去做,活着就毫无益处?
δῆλον, ἔφη.
”“显然如此,”他说。
ὁ δὲ δὴ πλούσιος, ὥς φαμεν, οὐδὲν ἔχει τοιοῦτον ἔργον προκείμενον, οὗ ἀναγκαζομένῳ ἀπέχεσθαι ἀβίωτον.
“但正如我们所说,富人并没有这样摆在面前的工作,如果被迫放弃这些工作,生活就会变得无法忍受。
οὔκουν δὴ λέγεταί γε.
”“确实没有听人这么说过。
Φωκυλίδου γάρ, ἦν δʼ ἐγώ, οὐκ ἀκούεις πῶς φησι δεῖν, ὅταν τῳ ἤδη βίος ᾖ, ἀρετὴν ἀσκεῖν.
”“因为,”我说,“你没听过福库利德斯怎么说的吗? 他说,一旦一个人有了生活来源,就必须操练德行。
οἶμαι δέ γε, ἔφη, καὶ πρότερον.
”“我想,”他说,“甚至在此之前就应该如此。
μηδέν, εἶπον, περὶ τούτου αὐτῷ μαχώμεθα, ἀλλʼ ἡμᾶς αὐτοὺς διδάξωμεν πότερον μελετητέον τοῦτο τῷ πλουσίῳ καὶ ἀβίωτον τῷ μὴ μελετῶντι, ἢ νοσοτροφία τεκτονικῇ μὲν καὶ ταῖς ἄλλαις τέχναις ἐμπόδιον τῇ προσέξει τοῦ νοῦ, τὸ δὲ Φωκυλίδου παρακέλευμα οὐδὲν ἐμποδίζει.
”“我们不要在这件事上跟他争论,”我说,“但我们要搞清楚,富人是否必须操练这一点,并且如果不操练,生活就无法忍受;或者,养病虽然妨碍了木工及其他手艺中的精神集中,却不妨碍福库利德斯的劝诫。
ναὶ μὰ τὸν Δία, ἦ δʼ ὅς.
”“确实,凭宙斯起誓,”他说,“这种超出体育范围的、对身体的过度关照几乎比任何事情都更碍事。
σχεδόν γέ τι πάντων μάλιστα ἥ γε περαιτέρω γυμναστικῆς ἡ περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς δύσκολος.
因为它对家政、军事远征以及城邦中坐着办公的官职来说,都是个累赘。
τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντῃ ἐμπόδιος·
而最糟糕的是,对于任何学习和思考以及内省,它都是困难的,它总是怀疑并指责头痛和眩晕是由哲学引起的,因此,在以这种方式操练和检验德行的地方,它在方方面面都是障碍。
κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος.
因为他让人总是觉得自己有病,在身体上痛苦不断。
εἰκός γε, ἔφη.
”“确实理所当然,”他说。
οὐκοῦν ταῦτα γιγνώσκοντα φῶμεν καὶ Ἀσκληπιὸν τοὺς μὲν φύσει τε καὶ διαίτῃ ὑγιεινῶς ἔχοντας τὰ σώματα, νόσημα δέ τι ἀποκεκριμένον ἴσχοντας ἐν αὑτοῖς, τούτοις μὲν καὶ ταύτῃ τῇ ἕξει καταδεῖξαι ἰατρικήν, φαρμάκοις τε καὶ τομαῖς τὰ νοσήματα ἐκβάλλοντα αὐτῶν τὴν εἰωθυῖαν προστάττειν δίαιταν, ἵνα μὴ τὰ πολιτικὰ βλάπτοι, τὰ δʼ εἴσω διὰ παντὸς νενοσηκότα σώματα οὐκ ἐπιχειρεῖν διαίταις κατὰ σμικρὸν ἀπαντλοῦντα καὶ ἐπιχέοντα μακρὸν καὶ κακὸν βίον ἀνθρώπῳ ποιεῖν, καὶ ἔκγονα αὐτῶν, ὡς τὸ εἰκός, ἕτερα τοιαῦτα φυτεύειν, ἀλλὰ τὸν μὴ δυνάμενον ἐν τῇ καθεστηκυίᾳ περιόδῳ ζῆν μὴ οἴεσθαι δεῖν θεραπεύειν, ὡς οὔτε αὑτῷ οὔτε πόλει λυσιτελῆ;
“那么,我们是否要说,阿斯克勒庇俄斯正是懂得这些,才为那些在身体上因天生和饮食而健康、但体内患有某种特定疾病的人,为处于这种状态的人创立了医术? 他用药物和切除术驱除疾病,同时嘱咐他们过平常的饮食生活,以免损害公民的职责。 但对于那些体内彻底病入膏肓的身体,他并不试图通过饮食疗法一点点排泄和灌注,给人们制造一个漫长而痛苦的生命,并极可能繁衍出其他同样病态的后代。 相反,他认为,一个无法在规定的生命周期中生活的人,是不应该接受治疗的,因为这对他自己和城邦都没有好处?
πολιτικόν, ἔφη, λέγεις Ἀσκληπιόν.
”“你说阿斯克勒庇俄斯是个懂得公民政治的人。 ”他说。