Humanitext Reader

柏拉图 · 理想国 §3.400-3.401

节奏的选择与对诸般技艺的审美监督

第 42 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证了节奏与调和一样必须服从言语和灵魂的品性,并指出不仅是对诗人,对其他所有手艺人也必须进行监督,使他们模仿美好的品质,从而让年轻的守护者在健康的环境中成长。

§3.400ἑπόμενον γὰρ δὴ ταῖς ἁρμονίαις ἂν ἡμῖν εἴη τὸ περὶ ῥυθμούς, μὴ ποικίλους αὐτοὺς διώκειν μηδὲ παντοδαπὰς βάσεις, ἀλλὰ βίου ῥυθμοὺς ἰδεῖν κοσμίου τε καὶ ἀνδρείου τίνες εἰσίν·
“因为在调和之后,接下来的事情应该是关于节奏的,即我们不应该追求复杂的节奏和各种各样的步格,而应该看规整且勇敢的生活节奏是怎样的。
οὓς ἰδόντα τὸν πόδα τῷ τοῦ τοιούτου λόγῳ ἀναγκάζειν ἕπεσθαι καὶ τὸ μέλος, ἀλλὰ μὴ λόγον ποδί τε καὶ μέλει.
在看清了这些之后,我们应当使拍子和旋律服从于这种生活的言语,而不是让言语服从于拍子和旋律。
οἵτινες δʼ ἂν εἶεν οὗτοι οἱ ῥυθμοί, σὸν ἔργον, ὥσπερ τὰς ἁρμονίας, φράσαι.
但是,这些节奏是什么,就像处理调和时一样,是你的任务来指明。
ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἔχω λέγειν.
”“但是凭宙斯起誓,”他说道,“我无法说明。
ὅτι μὲν γὰρ τρίʼ ἄττα ἐστὶν εἴδη ἐξ ὧν αἱ βάσεις πλέκονται, ὥσπερ ἐν τοῖς φθόγγοις τέτταρα, ὅθεν αἱ πᾶσαι ἁρμονίαι, τεθεαμένος ἂν εἴποιμι· ποῖα δὲ ὁποίου βίου μιμήματα, λέγειν οὐκ ἔχω.
因为,至于步格是由三种基本要素织成的,就像在声音中有四种基本要素,所有的调和都源于此一样,作为观察者我可以这样说;但哪些是对哪种生活的模仿,我却无法说明。
ἀλλὰ ταῦτα μέν, ἦν δʼ ἐγώ, καὶ μετὰ Δάμωνος βουλευσόμεθα, τίνες τε ἀνελευθερίας καὶ ὕβρεως ἢ μανίας καὶ ἄλλης κακίας πρέπουσαι βάσεις, καὶ τίνας τοῖς ἐναντίοις λειπτέον ῥυθμούς·
” “但是这些事,”我说,“我们也会与达蒙商议:哪些步格适合于卑屈、傲慢、狂妄或其他恶德,而哪些节奏应该留给它们的对立面。
οἶμαι δέ με ἀκηκοέναι οὐ σαφῶς ἐνόπλιόν τέ τινα ὀνομάζοντος αὐτοῦ σύνθετον καὶ δάκτυλον καὶ ἡρῷόν γε, οὐκ οἶδα ὅπως διακοσμοῦντος καὶ ἴσον ἄνω καὶ κάτω τιθέντος, εἰς βραχύ τε καὶ μακρὸν γιγνόμενον, καί, ὡς ἐγὼ οἶμαι, ἴαμβον καί τινʼ ἄλλον τροχαῖον ὠνόμαζε, μήκη δὲ καὶ βραχύτητας προσῆπτε.
我记得听他提到过,虽然不太清楚,某种复合的恩欧普里奥斯、达克提洛斯和英雄格,我不知道他是如何安排的,让升降强弱相等,形成短音和长音;而且,依我看,他还命名了伊安博斯和另一种特罗开奥斯,并赋予了它们长音和短音。
καὶ τούτων τισὶν οἶμαι τὰς ἀγωγὰς τοῦ ποδὸς αὐτὸν οὐχ ἧττον ψέγειν τε καὶ ἐπαινεῖν ἢ τοὺς ῥυθμοὺς αὐτούς—ἤτοι συναμφότερόν τι·
在这些之中,我想,他对拍子运行的指责和赞美不亚于对节奏本身的指责和赞美——或者是两者的某种结合,因为我无法确言。
οὐ γὰρ ἔχω λέγειν —ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, εἰς Δάμωνα ἀναβεβλήσθω· διελέσθαι γὰρ οὐ σμικροῦ λόγου.
但是这些事,正如我所说的,先搁置给达蒙吧;因为要分清这些并不是个简短的话题。
ἢ σὺ οἴει;
还是你认为不是这样?
μὰ Δίʼ, οὐκ ἔγωγε.
”“凭宙斯起誓,我可不这么认为。
ἀλλὰ τόδε γε, ὅτι τὸ τῆς εὐσχημοσύνης τε καὶ ἀσχημοσύνης τῷ εὐρύθμῳ τε καὶ ἀρρύθμῳ ἀκολουθεῖ, δύνασαι διελέσθαι;
”“但至少这一点:端庄和不端庄是跟随着好节奏和坏节奏的,这你能分清吗?
πῶς δʼ οὔ;
”“怎么会不能呢?
ἀλλὰ μὴν τὸ εὔρυθμόν γε καὶ τὸ ἄρρυθμον τὸ μὲν τῇ καλῇ λέξει ἕπεται ὁμοιούμενον, τὸ δὲ τῇ ἐναντίᾳ, καὶ τὸ εὐάρμοστον καὶ ἀνάρμοστον ὡσαύτως, εἴπερ ῥυθμός γε καὶ ἁρμονία λόγῳ, ὥσπερ ἄρτι ἐλέγετο, ἀλλὰ μὴ λόγος τούτοις.
” “然而,好节奏和坏节奏,一者因模仿而跟随优美的言语,另一者则跟随其对立面;协调和失调也是如此,如果节奏和调和确实如刚才所说的那样跟随言语,而不是言语跟随它们的话。
ἀλλὰ μήν, ἦ δʼ ὅς, ταῦτά γε λόγῳ ἀκολουθητέον.
”“但是,确实,”他说道,“这些应该跟随言语。
τί δʼ ὁ τρόπος τῆς λέξεως, ἦν δʼ ἐγώ, καὶ ὁ λόγος;
”“那么,言语的方式,”我说,“以及言语本身又如何呢?
οὐ τῷ τῆς ψυχῆς ἤθει ἕπεται;
难道不跟随灵魂的品性吗?
πῶς γὰρ οὔ;
”“怎么会不呢?
τῇ δὲ λέξει τὰ ἄλλα;
”“而其他一切都跟随言语吗?
ναί.
”“是的。
εὐλογία ἄρα καὶ εὐαρμοστία καὶ εὐσχημοσύνη καὶ εὐρυθμία εὐηθείᾳ ἀκολουθεῖ, οὐχ ἣν ἄνοιαν οὖσαν ὑποκοριζόμενοι καλοῦμεν, ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς τὸ ἦθος κατεσκευασμένην διάνοιαν.
”“因此,好言语、好协调、端庄和好节奏都跟随优良的品质,这不是指我们委婉地称为‘好心肠’的那种愚蠢,而是指在品性上真正得到良好和优秀塑造的心灵。
παντάπασι μὲν οὖν, ἔφη.
”“完全如此,”他说道。
ἆρʼ οὖν οὐ πανταχοῦ ταῦτα διωκτέα τοῖς νέοις, εἰ μέλλουσι τὸ αὑτῶν πράττειν;
“那么,如果年轻人想要履行自己的职责,难道不应该在各处追求这些吗?
διωκτέα μὲν οὖν.
”“确实应该追求。
§3.401ἔστιν δέ γέ που πλήρης μὲν γραφικὴ αὐτῶν καὶ πᾶσα ἡ τοιαύτη δημιουργία, πλήρης δὲ ὑφαντικὴ καὶ ποικιλία καὶ οἰκοδομία καὶ πᾶσα αὖ ἡ τῶν ἄλλων σκευῶν ἐργασία, ἔτι δὲ ἡ τῶν σωμάτων φύσις καὶ ἡ τῶν ἄλλων φυτῶν·
” “而且,绘画和所有这类制作活动中都充满了这些,织布、刺绣、建筑,以及其他所有器具的制作也都充满了这些,甚至肉体的自然性质和其他植物的自然性质也是如此;因为在所有这些之中都存在着端庄或不端庄。
ἐν πᾶσι γὰρ τούτοις ἔνεστιν εὐσχημοσύνη ἢ ἀσχημοσύνη. καὶ ἡ μὲν ἀσχημοσύνη καὶ ἀρρυθμία καὶ ἀναρμοστία κακολογίας καὶ κακοηθείας ἀδελφά, τὰ δʼ ἐναντία τοῦ ἐναντίου, σώφρονός τε καὶ ἀγαθοῦ ἤθους, ἀδελφά τε καὶ μιμήματα.
而不端庄、坏节奏和不协调,是坏言语和坏品性的姐妹,而它们的对立面则是其对立面——节制和善的品性——的姐妹和模仿。
παντελῶς μὲν οὖν, ἔφη.
”“完全如此,”他说道。
ἆρʼ οὖν τοῖς ποιηταῖς ἡμῖν μόνον ἐπιστατητέον καὶ προσαναγκαστέον τὴν τοῦ ἀγαθοῦ εἰκόνα ἤθους ἐμποιεῖν τοῖς ποιήμασιν ἢ μὴ παρʼ ἡμῖν ποιεῖν, ἢ καὶ τοῖς ἄλλοις δημιουργοῖς ἐπιστατητέον καὶ διακωλυτέον τὸ κακόηθες τοῦτο καὶ ἀκόλαστον καὶ ἀνελεύθερον καὶ ἄσχημον μήτε ἐν εἰκόσι ζῴων μήτε ἐν οἰκοδομήμασι μήτε ἐν ἄλλῳ μηδενὶ δημιουργουμένῳ ἐμποιεῖν, ἢ ὁ μὴ οἷός τε ὢν οὐκ ἐατέος παρʼ ἡμῖν δημιουργεῖν, ἵνα μὴ ἐν κακίας εἰκόσι τρεφόμενοι ἡμῖν οἱ φύλακες ὥσπερ ἐν κακῇ βοτάνῃ, πολλὰ ἑκάστης ἡμέρας κατὰ σμικρὸν ἀπὸ πολλῶν δρεπόμενοί τε καὶ νεμόμενοι, ἕν τι συνιστάντες λανθάνωσιν κακὸν μέγα ἐν τῇ αὑτῶν ψυχῇ, ἀλλʼ ἐκείνους ζητητέον τοὺς δημιουργοὺς τοὺς εὐφυῶς δυναμένους ἰχνεύειν τὴν τοῦ καλοῦ τε καὶ εὐσχήμονος φύσιν, ἵνα ὥσπερ ἐν ὑγιεινῷ τόπῳ οἰκοῦντες οἱ νέοι ἀπὸ παντὸς ὠφελῶνται, ὁπόθεν ἂν αὐτοῖς ἀπὸ τῶν καλῶν ἔργων ἢ πρὸς ὄψιν ἢ πρὸς ἀκοήν τι προσβάλῃ, ὥσπερ αὔρα φέρουσα ἀπὸ χρηστῶν τόπων ὑγίειαν, καὶ εὐθὺς ἐκ παίδων λανθάνῃ εἰς ὁμοιότητά τε καὶ φιλίαν καὶ συμφωνίαν τῷ καλῷ λόγῳ ἄγουσα;
“那么,我们是应该只对诗人进行监督,并强制他们将善的品性的形象融入他们的诗歌中,否则就不允许在我们这里创作,还是也应该对其他制作者进行监督,并禁止他们将这种坏品性、放纵、卑屈和不端庄融入到动物的图像、建筑物或任何其他制作出来的东西中去? 对于那些无法做到这一点的人,不应允许在我们这里进行制作。 这是为了不让我们的守护者在恶德的形象中长大,就像在坏的牧草中一样,每天从许多地方一点一滴地采食和游牧,不知不觉中在自己的灵魂中积累成一个巨大的恶。 相反,我们必须寻找那些天生能够探寻美和端庄之本性的制作者,以便年轻人就像住在健康的土地上一样,从一切地方获得益处,无论什么美丽的艺术品只要能接触到他们的视觉或听觉,就像从优良地方吹来带来健康的微风一样,并从童年起不知不觉地引导他们与优美的理路产生相似、友爱与和谐。
πολὺ γὰρ ἄν, ἔφη, κάλλιστα οὕτω τραφεῖεν.
”“这样的话,”他说道,“他们会得到最完美的养育。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, τούτων ἕνεκα κυριωτάτη ἐν μουσικῇ τροφή, ὅτι μάλιστα καταδύεται εἰς τὸ ἐντὸς τῆς ψυχῆς ὅ τε ῥυθμὸς καὶ ἁρμονία, καὶ ἐρρωμενέστατα ἅπτεται αὐτῆς φέροντα τὴν εὐσχημοσύνην, καὶ ποιεῖ εὐσχήμονα, ἐάν τις ὀρθῶς τραφῇ, εἰ δὲ μή, τοὐναντίον;
”“那么,葛劳康,”我说,“是否由于这些原因,文艺的养育最为重要? 因为节奏和调和最深地沉入灵魂的内部,最强而有力地抓住它,带来端庄,并使其端庄,如果一个人得到了正确的养育;否则,结果就会相反。 ”

词汇与语法注释

  1. 400aτὸν πόδα — 宾格 `τὸν πόδα`(步格、拍子)作不定式 `ἀναγκάζειν`(强迫)的直接宾语。该不定式要么承接前文 `ἰδεῖν`(看清)的命令性语气,要么作为独立的命令性不定式使用,意为“强迫拍子去服从言语”。
  2. 400eεὐηθείᾳ — 名词 `εὐήθεια` 在日常语境中常带“愚蠢”或“老好人”的贬义,但苏格拉底在此刻意恢复其字源学本义(来自 εὖ“好”与 ἦθος“品性”),指“真正优良塑造的品性”。翻译需要体现这一与表示愚蠢的 `ἄνοια` 的对比和双关。
  3. 401bὁ μὴ οἷός τε ὢν οὐκ ἐατέος — 词语 `ἐατέος` 是动词 `ἐάω`(允许)的动词性形容词,表示必要性或义务。与否定词 `οὐκ` 连用并省略了 `ἐστί`,表示“是不应被允许的”。其语法主语是名词化的分词短语 `ὁ μὴ οἷός τε ὢν`(不能做到这一点的人)。

引用这一段

柏拉图, 理想国 §3.400-3.401. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.400-3.401

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。