Humanitext Reader

柏拉图 · 理想国 §3.398-3.399

驱逐诗人与对音乐调式及乐器的限制

第 41 段,共 153 段 · 希腊语

内容简介

苏格拉底等人决定将能够模仿一切的变通诗人驱逐出城邦,只保留严厉而有益的诗人。随后,他们讨论了音乐调式,排除了哀悼和软弱的调式,仅保留多利亚和弗里吉亚调式,并限制使用的乐器以净化城邦。

§3.398ἄνδρα δή, ὡς ἔοικε, δυνάμενον ὑπὸ σοφίας παντοδαπὸν γίγνεσθαι καὶ μιμεῖσθαι πάντα χρήματα, εἰ ἡμῖν ἀφίκοιτο εἰς τὴν πόλιν αὐτός τε καὶ τὰ ποιήματα βουλόμενος ἐπιδείξασθαι, προσκυνοῖμεν ἂν αὐτὸν ὡς ἱερὸν καὶ θαυμαστὸν καὶ ἡδύν, εἴποιμεν δʼ ἂν ὅτι οὐκ ἔστιν τοιοῦτος ἀνὴρ ἐν τῇ πόλει παρʼ ἡμῖν οὔτε θέμις ἐγγενέσθαι, ἀποπέμποιμέν τε εἰς ἄλλην πόλιν μύρον κατὰ τῆς κεφαλῆς καταχέαντες καὶ ἐρίῳ στέψαντες, αὐτοὶ δʼ ἂν τῷ αὐστηροτέρῳ καὶ ἀηδεστέρῳ ποιητῇ χρῴμεθα καὶ μυθολόγῳ ὠφελίας ἕνεκα, ὃς ἡμῖν τὴν τοῦ ἐπιεικοῦς λέξιν μιμοῖτο καὶ τὰ λεγόμενα λέγοι ἐν ἐκείνοις τοῖς τύποις οἷς κατʼ ἀρχὰς ἐνομοθετησάμεθα, ὅτε τοὺς στρατιώτας ἐπεχειροῦμεν παιδεύειν.
“因此,正如所见,如果有一个人由于智慧而能够变成各种各样的人,并且模仿一切事物,如果他本人和他的诗歌来到我们的城邦,想要进行展示,我们会像对待神圣、奇妙且令人愉快的人一样崇敬他,但我们会对他说,在我们的城邦里没有这样的人,也不允许这样的人存在,并且我们会把香油浇在他的头上,用羊毛冠戴在他头上,将他送往另一个城邦。 而我们自己,为了有益的目的,则会使用那更为严厉且不那么令人愉快的诗人和故事家,他会为我们模仿贤人的言语,并按照我们最初试图教育士兵时制定的那些类型,来说那些应该说的话。
καὶ μάλʼ, ἔφη, οὕτως ἂν ποιοῖμεν, εἰ ἐφʼ ἡμῖν εἴη.
”“如果我们能决定的话,我们确实会这样做,”他说道。
νῦν δή, εἶπον ἐγώ, ὦ φίλε, κινδυνεύει ἡμῖν τῆς μουσικῆς τὸ περὶ λόγους τε καὶ μύθους παντελῶς διαπεπεράνθαι·
“现在,我的朋友,”我说,“在文艺中关于言语和故事的部分,对我们来说似乎已经完全结束了。
ἅ τε γὰρ λεκτέον καὶ ὡς λεκτέον εἴρηται.
因为应该说什么以及应该怎么说,都已经说过了。
καὶ αὐτῷ μοι δοκεῖ, ἔφη.
”“在我看来也是如此,”他说道。
οὐκοῦν μετὰ τοῦτο, ἦν δʼ ἐγώ, τὸ περὶ ᾠδῆς τρόπου καὶ μελῶν λοιπόν;
“那么在这之后,”我说,“关于歌唱和旋律的方式的事情就是剩下的了吧?
δῆλα δή.
”“显然如此。
ἆρʼ οὖν οὐ πᾶς ἤδη ἂν εὕροι ἃ ἡμῖν λεκτέον περὶ αὐτῶν οἷα δεῖ εἶναι, εἴπερ μέλλομεν τοῖς προειρημένοις συμφωνήσειν;
”“那么,如果我们打算与前面所说的一致,现在难道不是任何人端起能发现我们应该对它们说些什么,它们应该是什么样的吗?
καὶ ὁ Γλαύκων ἐπιγελάσας, ἐγὼ τοίνυν, ἔφη, ὦ Σώκρατες, κινδυνεύω ἐκτὸς τῶν πάντων εἶναι·
”葛劳康笑了起来,说道:“那么,苏格拉底,我似乎是在这‘任何人’之外了。
οὔκουν ἱκανῶς γε ἔχω ἐν τῷ παρόντι συμβαλέσθαι ποῖα ἄττα δεῖ ἡμᾶς λέγειν· ὑποπτεύω μέντοι.
因为在目前,我还没有足够的能力推测我们应该说些什么,尽管我有所预感。
πάντως δήπου, ἦν δʼ ἐγώ, πρῶτον μὲν τόδε ἱκανῶς ἔχεις λέγειν, ὅτι τὸ μέλος ἐκ τριῶν ἐστιν συγκείμενον, λόγου τε καὶ ἁρμονίας καὶ ῥυθμοῦ.
”“无论如何,想必,”我说,“首先你是有足够能力说道:旋律是由三者组成的——言语、调和与节奏。
ναί, ἔφη, τοῦτό γε.
”“是的,”他说道,“至少这点是的。
οὐκοῦν ὅσον γε αὐτοῦ λόγος ἐστίν, οὐδὲν δήπου διαφέρει τοῦ μὴ ᾀδομένου λόγου πρὸς τὸ ἐν τοῖς αὐτοῖς δεῖν τύποις λέγεσθαι οἷς ἄρτι προείπομεν καὶ ὡσαύτως;
”“那么,就其中言语的部分而言,与不唱出来的言语相比,在必须按照我们刚才所说的相同类型和相同方式表达这一点上,难道没有任何不同吗?
ἀληθῆ, ἔφη.
”“确实如此,”他说道。
καὶ μὴν τήν γε ἁρμονίαν καὶ ῥυθμὸν ἀκολουθεῖν δεῖ τῷ λόγῳ.
“而且调和与节奏必须服从言语。
πῶς δʼ οὔ;
”“怎么会不呢?
ἀλλὰ μέντοι θρήνων γε καὶ ὀδυρμῶν ἔφαμεν ἐν λόγοις οὐδὲν προσδεῖσθαι.
”“但是,我们说过,在言语中绝不需要哀悼和叹息。
οὐ γὰρ οὖν.
”“确实不需要。
τίνες οὖν θρηνώδεις ἁρμονίαι; λέγε μοι·
” “那么,哪些是哀悼性的调和呢?
σὺ γὰρ μουσικός.
告诉我,因为你是懂音乐的人。
μειξολυδιστί, ἔφη, καὶ συντονολυδιστὶ καὶ τοιαῦταί τινες.
”“混合吕底亚调式,”他说道,“和紧密吕底亚调式,以及诸如此类的其他调式。
οὐκοῦν αὗται, ἦν δʼ ἐγώ, ἀφαιρετέαι;
”“那么,这些调式,”我说,“难道不应该被排除吗?
ἄχρηστοι γὰρ καὶ γυναιξὶν ἃς δεῖ ἐπιεικεῖς εἶναι, μὴ ὅτι ἀνδράσι.
因为它们对于应该端庄的妇女来说都是无用的,更不用说男人了。
πάνυ γε.
”“完全如此。
ἀλλὰ μὴν μέθη γε φύλαξιν ἀπρεπέστατον καὶ μαλακία καὶ ἀργία.
”“但是,醉酒对于守护者来说是最不相称的,软弱和懈怠也是如此。
πῶς γὰρ οὔ;
”“怎么会不呢?
τίνες οὖν μαλακαί τε καὶ συμποτικαὶ τῶν ἁρμονιῶν;
”“那么,在调和中,哪些是软弱和宴乐性的呢?
ἰαστί, ἦ δʼ ὅς, καὶ λυδιστὶ αὖ τινες χαλαραὶ καλοῦνται.
”“爱奥尼亚调式,”他说道,“以及某些被称为松弛的吕底亚调式。
§3.399ταύταις οὖν, ὦ φίλε, ἐπὶ πολεμικῶν ἀνδρῶν ἔσθʼ ὅτι χρήσῃ;
” “那么,我的朋友,对于战士们,你会以任何方式使用这些调式吗?
οὐδαμῶς, ἔφη· ἀλλὰ κινδυνεύει σοι δωριστὶ λείπεσθαι καὶ φρυγιστί.
”“绝不,”他说道,“但你似乎只剩下了多利亚调式和弗里吉亚调式。
οὐκ οἶδα, ἔφην ἐγώ, τὰς ἁρμονίας, ἀλλὰ κατάλειπε ἐκείνην τὴν ἁρμονίαν, ἣ ἔν τε πολεμικῇ πράξει ὄντος ἀνδρείου καὶ ἐν πάσῃ βιαίῳ ἐργασίᾳ πρεπόντως ἂν μιμήσαιτο φθόγγους τε καὶ προσῳδίας, καὶ ἀποτυχόντος ἢ εἰς τραύματα ἢ εἰς θανάτους ἰόντος ἢ εἴς τινα ἄλλην συμφορὰν πεσόντος, ἐν πᾶσι τούτοις παρατεταγμένως καὶ καρτερούντως ἀμυνομένου τὴν τύχην·
”“我并不懂得这些调和,”我说,“但请留下那样的调和:它能在战争行动中的勇敢者和在任何被迫的辛劳中,合适地模仿声音和语气;并且在失败时,或走向受伤、死亡时,或落入某种其他不幸中时,在所有这些情况下,都能有条不紊、坚忍不拔地抵御命运。
καὶ ἄλλην αὖ ἐν εἰρηνικῇ τε καὶ μὴ βιαίῳ ἀλλʼ ἐν ἑκουσίᾳ πράξει ὄντος, ἢ τινά τι πείθοντός τε καὶ δεομένου, ἢ εὐχῇ θεὸν ἢ διδαχῇ καὶ νουθετήσει ἄνθρωπον, ἢ τοὐναντίον ἄλλῳ δεομένῳ ἢ διδάσκοντι ἢ μεταπείθοντι ἑαυτὸν ἐπέχοντα, καὶ ἐκ τούτων πράξαντα κατὰ νοῦν, καὶ μὴ ὑπερηφάνως ἔχοντα, ἀλλὰ σωφρόνως τε καὶ μετρίως ἐν πᾶσι τούτοις πράττοντά τε καὶ τὰ ἀποβαίνοντα ἀγαπῶντα.
并且再留下另一种在和平的、非被迫的、自愿的行动中的人的调和:他或者在说服和请求某人,通过祈祷对待神,或者通过教导和规劝对待人;或者相反地,当别人请求、教导或劝阻他时,他能克制自己;并因为这些而按照心愿行事,不骄傲自大,而是在所有这些情况下都明智且适度地行事,并对结果感到满意。
ταύτας δύο ἁρμονίας, βίαιον, ἑκούσιον, δυστυχούντων, εὐτυχούντων, σωφρόνων, ἀνδρείων αἵτινες φθόγγους μιμήσονται κάλλιστα, ταύτας λεῖπε.
请留下这两类调和——被迫的、自愿的,它们能最好地模仿不幸者、幸运者、克己者和勇敢者的声音。
ἀλλʼ, ἦ δʼ ὅς, οὐκ ἄλλας αἰτεῖς λείπειν ἢ ἃς νυνδὴ ἐγὼ ἔλεγον.
”“但是,”他说道,“你要求留下的,正是刚才我所说的那些。
οὐκ ἄρα, ἦν δʼ ἐγώ, πολυχορδίας γε οὐδὲ παναρμονίου ἡμῖν δεήσει ἐν ταῖς ᾠδαῖς τε καὶ μέλεσιν.
”“那么,”我说,“在我们的歌唱和旋律中,我们不需要多弦和全调和的乐器了。
οὔ μοι, ἔφη, φαίνεται.
”“在我看来似乎不需要了,”他说道。
τριγώνων ἄρα καὶ πηκτίδων καὶ πάντων ὀργάνων ὅσα πολύχορδα καὶ πολυαρμόνια, δημιουργοὺς οὐ θρέψομεν.
“那么,三角形竖琴、佩克蒂斯,以及所有那些多弦和多调和的乐器,我们不会供养它们的制作者了。
οὐ φαινόμεθα.
”“似乎不会。
τί δέ;
”“那么又如何呢?
αὐλοποιοὺς ἢ αὐλητὰς παραδέξῃ εἰς τὴν πόλιν;
你会接纳双簧管(阿洛斯)的制作者或演奏者进入城邦吗?
ἢ οὐ τοῦτο πολυχορδότατον, καὶ αὐτὰ τὰ παναρμόνια αὐλοῦ τυγχάνει ὄντα μίμημα;
或者说,这难道不是拥有最多音键(弦)的乐器吗? 而且全调和的乐器本身不正是对阿洛斯的模仿吗?
δῆλα δή, ἦ δʼ ὅς.
”“显然如此,”他说道。
λύρα δή σοι, ἦν δʼ ἐγώ, καὶ κιθάρα λείπεται κατὰ πόλιν χρήσιμα· καὶ αὖ κατʼ ἀγροὺς τοῖς νομεῦσι σῦριγξ ἄν τις εἴη.
“那么,”我说,“对你来说,在城邦里有用的只剩下里拉琴和基萨拉琴了;而在乡野间,牧羊人则可以用潘神箫。
ὡς γοῦν, ἔφη, ὁ λόγος ἡμῖν σημαίνει.
”“至少我们的论证是这样指示我们的,”他说道。
οὐδέν γε, ἦν δʼ ἐγώ, καινὸν ποιοῦμεν, ὦ φίλε, κρίνοντες τὸν Ἀπόλλω καὶ τὰ τοῦ Ἀπόλλωνος ὄργανα πρὸ Μαρσύου τε καὶ τῶν ἐκείνου ὀργάνων.
“我们并没有做任何新鲜的事,我的朋友,”我说,“通过将阿波罗和阿波罗的乐器,置于玛耳绪阿斯和他的乐器之上。
μὰ Δία, ἦ δʼ ὅς, οὔ μοι φαινόμεθα.
”“凭宙斯起誓,”他说道,“我们似乎确实没有。
καὶ νὴ τὸν κύνα, εἶπον, λελήθαμέν γε διακαθαίροντες πάλιν ἣν ἄρτι τρυφᾶν ἔφαμεν πόλιν.
”“而且凭着狗起誓,”我说,“我们竟然在不知不觉中,再次净化了刚才我们所说的奢侈的城邦。
σωφρονοῦντές γε ἡμεῖς, ἦ δʼ ὅς.
”“这也是因为我们明智,”他说道。
ἴθι δή, ἔφην, καὶ τὰ λοιπὰ καθαίρωμεν.
“来吧,”我说,“让我们把剩下的也净化掉。 ”

词汇与语法注释

  1. 398aἄνδρα — 这个 `ἄνδρα`(连同分词 `δυνάμενον`)是一个前置宾格(proleptic accusative),作为后面 `προσκυνοῖμεν ἂν` 和 `ἀποπέμποιμέν τε` 的直接宾语。由于中间夹杂了长条件从句和关系从句,在翻译时需要将其与主句动词的宾语(如“他”)呼应起来。
  2. 398bὃς ἡμῖν τὴν τοῦ ἐπιεικοῦς λέξιν μιμοῖτο — 关系代词 `ὅς` 引导的从句中的希求法动词 `μιμοῖτο` 和 `λέγοι`,是受到主句希求法 `χρῴμεθα ἂν` 的同化(吸引),或者表示说话者对该诗人的预期特性的某种潜在希求。
  3. 398eμειξολυδιστί — 这些副词形式(以 `-τί` 结尾,意为“以混合吕底亚调式”)在这里作为阴性复数名词 `ἁρμονίαι`(调和/调式)的表语,回答“哪些是哀悼性的调和?”。随后的 `συντονολυδιστί`、`ἰαστί` 和 `λυδιστί` 也是相同的用法。
  4. 399aἀποτυχόντος ἢ εἰς τραύματα ἢ εἰς θανάτους ἰόντος — 属格分词 `ἀποτυχόντος` 和 `ἰόντος` 是属格独立结构(genitive absolute),而不是与前面的属格 `ἀνδρείου` 一致。该独立结构的逻辑主语在上下文中是这位勇敢的人(意为“当他失败,或走向受伤、死亡时”)。
  5. 399bἑαυτὸν ἐπέχοντα — 对格分词 `ἐπέχοντα`(以及后文的 `πράξαντα`、`ἔχοντα`)修饰那个处于自发行动中的人(该人的对格在语法上作 `κατάλειπε` 的间接对象,即 `ἄλλην [ἁρμονίαν]` 旋法所要模仿的对象)。

引用这一段

柏拉图, 理想国 §3.398-3.399. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.398-3.399

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。