Humanitext Reader

柏拉图 · 理想国 §3.397

理想城邦对全能模仿者的排斥

第 40 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和阿得曼托斯讨论了卑劣之人模仿各种粗俗事物和声音的倾向,并考察了城邦应当接纳何种言语风格。他们得出结论,在每个人只专注于单一职责的理想城邦中,具有多重模仿能力的人是不适合的。

§3.397οὐκοῦν, ἦν δʼ ἐγώ, ὁ μὴ τοιοῦτος αὖ, ὅσῳ ἂν φαυλότερος ᾖ, πάντα τε μᾶλλον διηγήσεται καὶ οὐδὲν ἑαυτοῦ ἀνάξιον οἰήσεται εἶναι, ὥστε πάντα ἐπιχειρήσει μιμεῖσθαι σπουδῇ τε καὶ ἐναντίον πολλῶν, καὶ ἃ νυνδὴ ἐλέγομεν, βροντάς τε καὶ ψόφους ἀνέμων τε καὶ χαλαζῶν καὶ ἀξόνων τε καὶ τροχιλιῶν, καὶ σαλπίγγων καὶ αὐλῶν καὶ συρίγγων καὶ πάντων ὀργάνων φωνάς, καὶ ἔτι κυνῶν καὶ προβάτων καὶ ὀρνέων φθόγγους·
“那么,”我说,“与此相反的那种人,他越是卑劣,就越是会毫无保留地叙述一切,并且认为没有什么是不配自己的。 因此,他会试图在众人面前认真地模仿一切,甚至包括我们刚才提到的那些事物:雷鸣,风和冰雹的声响,车轴和滑轮的声音,小号、长笛、排箫以及所有乐器的声音,乃至狗、羊和鸟类的叫声。
καὶ ἔσται δὴ ἡ τούτου λέξις ἅπασα διὰ μιμήσεως φωναῖς τε καὶ σχήμασιν, ἢ σμικρόν τι διηγήσεως ἔχουσα;
这样一来,他的言语难道不会完全是通过声音和姿态进行的模仿,而只含有极少部分的叙述吗?
ἀνάγκη, ἔφη, καὶ τοῦτο.
”“必然也是如此,”他说道。
ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, ἔλεγον τὰ δύο εἴδη τῆς λέξεως.
“那么,”我说,“这就是我刚才所说的两种言语形式。
καὶ γὰρ ἔστιν, ἔφη.
”“确实如此,”他说道。
οὐκοῦν αὐτοῖν τὸ μὲν σμικρὰς τὰς μεταβολὰς ἔχει, καὶ ἐάν τις ἀποδιδῷ πρέπουσαν ἁρμονίαν καὶ ῥυθμὸν τῇ λέξει, ὀλίγου πρὸς τὴν αὐτὴν γίγνεται λέγειν τῷ ὀρθῶς λέγοντι καὶ ἐν μιᾷ ἁρμονίᾳ—σμικραὶ γὰρ αἱ μεταβολαί—καὶ δὴ καὶ ἐν ῥυθμῷ ὡσαύτως παραπλησίῳ τινί;
“那么在这两者之中,其中一种变化很小,如果人们给这种言语赋予合适的调和与节奏,那么对于正确说话的人来说,几乎可以在同一调和中说话——因为变化很小——而且在同样类似的一种节奏中说话,不是吗?
κομιδῇ μὲν οὖν, ἔφη, οὕτως ἔχει.
”“完全如此,”他说道,“情况确实是这样。
τί δὲ τὸ τοῦ ἑτέρου εἶδος;
”“那么另一种形式呢?
οὐ τῶν ἐναντίων δεῖται, πασῶν μὲν ἁρμονιῶν, πάντων δὲ ῥυθμῶν, εἰ μέλλει αὖ οἰκείως λέγεσθαι, διὰ τὸ παντοδαπὰς μορφὰς τῶν μεταβολῶν ἔχειν;
它难道不需要相反的东西——所有的调和与所有的节奏吗? 如果它也要被合适地表达,因为它包含了各种各样形式的变化。
καὶ σφόδρα γε οὕτως ἔχει.
”“确实极其如此。
ἆρʼ οὖν πάντες οἱ ποιηταὶ καὶ οἵ τι λέγοντες ἢ τῷ ἑτέρῳ τούτων ἐπιτυγχάνουσιν τύπῳ τῆς λέξεως ἢ τῷ ἑτέρῳ ἢ ἐξ ἀμφοτέρων τινὶ συγκεραννύντες;
”“那么,所有的诗人以及说话的人,难道不是或者符合这两种言语类型中的一种,或者符合另一种,或者是从两者中混合出某种类型吗?
ἀνάγκη, ἔφη.
”“必然如此,”他说道。
τί οὖν ποιήσομεν; ἦν δʼ ἐγώ·
“那么我们该怎么办呢?
πότερον εἰς τὴν πόλιν πάντας τούτους παραδεξόμεθα ἢ τῶν ἀκράτων τὸν ἕτερον ἢ τὸν κεκραμένον;
”我说,“我们是把所有这些人都接纳到城邦中来,还是接纳那两种未混合者之中的一者,或者是接纳那混合者?
ἐὰν ἡ ἐμή, ἔφη, νικᾷ, τὸν τοῦ ἐπιεικοῦς μιμητὴν ἄκρατον.
”“如果我的意见占优势,”他说道,“那就接纳那模仿贤人的未混合者。
ἀλλὰ μήν, ὦ Ἀδείμαντε, ἡδύς γε καὶ ὁ κεκραμένος, πολὺ δὲ ἥδιστος παισί τε καὶ παιδαγωγοῖς ὁ ἐναντίος οὗ σὺ αἱρῇ καὶ τῷ πλείστῳ ὄχλῳ.
”“但是,阿得曼托斯,那混合者也是令人愉快的,而对于孩子们和他们的启蒙教师,以及最广大的人群来说,与你所选择的相反的那种人才是最令人愉快的。
ἥδιστος γάρ.
”“因为那是最高兴的。
ἀλλʼ ἴσως, ἦν δʼ ἐγώ, οὐκ ἂν αὐτὸν ἁρμόττειν φαίης τῇ ἡμετέρᾳ πολιτείᾳ, ὅτι οὐκ ἔστιν διπλοῦς ἀνὴρ παρʼ ἡμῖν οὐδὲ πολλαπλοῦς, ἐπειδὴ ἕκαστος ἓν πράττει.
”“但也许,”我说,“你会说他并不适合我们的政体,因为在我们这里没有双重身份的人,也没有多重身份的人,因为每个人只从事一件事。
οὐ γὰρ οὖν ἁρμόττει.
”“确实不适合。
οὐκοῦν διὰ ταῦτα ἐν μόνῃ τῇ τοιαύτῃ πόλει τόν τε σκυτοτόμον σκυτοτόμον εὑρήσομεν καὶ οὐ κυβερνήτην πρὸς τῇ σκυτοτομίᾳ, καὶ τὸν γεωργὸν γεωργὸν καὶ οὐ δικαστὴν πρὸς τῇ γεωργίᾳ, καὶ τὸν πολεμικὸν πολεμικὸν καὶ οὐ χρηματιστὴν πρὸς τῇ πολεμικῇ, καὶ πάντας οὕτω;
”“那么,难道不正是因为这些原因,只有在这样的城邦里,我们才会发现鞋匠只是鞋匠而非兼任鞋匠的船长,农夫只是农夫而非兼任农作的法官,军人只是军人而非兼任军事的牟利者,所有人都是这样吗?
ἀληθῆ, ἔφη.
”“确实如此,”他说道。

词汇与语法注释

  1. 397aὅσῳ ἂν φαυλότερος ᾖ — 比例关系 `ὅσῳ... μᾶλλον` 结构的一部分。关系副词 `ὅσῳ` 与 `ἄν` 连用,后接虚拟语气 `ᾖ`,表示一般性条件,意为“(人)越是卑劣”。它与主句中的比较级 `μᾶλλον` 相呼应。
  2. 397bὀλίγου πρὸς τὴν αὐτὴν γίγνεται λέγειν τῷ ὀρθῶς λέγοντι — `ὀλίγου` 是表示“几乎、差不多”的副词性属格。`γίγνεται` 与不定式 `λέγειν` 连用,构成非人称结构,表示“可以说话”或“结果是说话”。`τὴν αὐτήν`(相同的调和)接与格 `τῷ ὀρθῶς λέγοντι`(正确说话的人),表示同一性,意为“几乎与正确说话的人在同一调和中”。
  3. 397dἐὰν ἡ ἐμή, ἔφη, νικᾷ, τὸν τοῦ ἐπιεικοῦς μιμητὴν ἄκρατον. — 此处存在两处省略。在条件从句中,省略了主语 `δόξα` 或 `γνώμη`(“我的意见”)。在主句(归结从句)中,响应前句的问题 `πότερον... παραδεξόμεθα`,省略了动词 `παραδεξόμεθα`(或类似的表示接纳的动词),使得 `τὸν ... μιμητὴν` 以宾格(目的语)形式呈现。

引用这一段

柏拉图, 理想国 §3.397. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.397

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。