§3.395σχολῇ ἄρα ἐπιτηδεύσει γέ τι ἅμα τῶν ἀξίων λόγου ἐπιτηδευμάτων καὶ πολλὰ μιμήσεται καὶ ἔσται μιμητικός, ἐπεί που οὐδὲ τὰ δοκοῦντα ἐγγὺς ἀλλήλων εἶναι δύο μιμήματα δύνανται οἱ αὐτοὶ ἅμα εὖ μιμεῖσθαι, οἷον κωμῳδίαν καὶ τραγῳδίαν ποιοῦντες.
“那么,一个人绝不可能在从事某项值得一提的职业的同时,又去模仿许多事物并成为一个优秀的模仿者。 因为即使是两个被认为彼此非常接近的模仿,同一些人也无法同时很好地进行模仿,例如同时创作喜剧和悲剧。
ἢ οὐ μιμήματε ἄρτι τούτω ἐκάλεις;
还是说,你刚才没有把这两者称为模仿吗?
ἔγωγε·
”“我确实这样称呼了。
καὶ ἀληθῆ γε λέγεις, ὅτι οὐ δύνανται οἱ αὐτοί.
你说得很对,同一些人无法两者兼顾。
οὐδὲ μὴν ῥαψῳδοί γε καὶ ὑποκριταὶ ἅμα.
”“他们当然也不能同时既做朗诵艺人又做演员。
ἀληθῆ.
”“确实如此。
ἀλλʼ οὐδέ τοι ὑποκριταὶ κωμῳδοῖς τε καὶ τραγῳδοῖς οἱ αὐτοί· πάντα δὲ ταῦτα μιμήματα. ἢ οὔ;
”“甚至喜剧演员和悲剧演员也并非同一批人,尽管所有这些都是模仿,不是吗?
μιμήματα.
”“是模仿。
καὶ ἔτι γε τούτων, ὦ Ἀδείμαντε, φαίνεταί μοι εἰς σμικρότερα κατακεκερματίσθαι ἡ τοῦ ἀνθρώπου φύσις, ὥστε ἀδύνατος εἶναι πολλὰ καλῶς μιμεῖσθαι ἢ αὐτὰ ἐκεῖνα πράττειν ὧν δὴ καὶ τὰ μιμήματά ἐστιν ἀφομοιώματα.
”“而且,阿得曼托斯,在我看来,人类的天性被分裂成了比这更小的碎片,以至于一个人既无法很好地模仿许多事情,也无法去从事那些模仿所对照的真实行为本身。
ἀληθέστατα, ἦ δʼ ὅς.
”“极其正确,”他说道。
εἰ ἄρα τὸν πρῶτον λόγον διασώσομεν, τοὺς φύλακας ἡμῖν τῶν ἄλλων πασῶν δημιουργιῶν ἀφειμένους δεῖν εἶναι δημιουργοὺς ἐλευθερίας τῆς πόλεως πάνυ ἀκριβεῖς καὶ μηδὲν ἄλλο ἐπιτηδεύειν ὅτι μὴ εἰς τοῦτο φέρει, οὐδὲν δὴ δέοι ἂν αὐτοὺς ἄλλο πράττειν οὐδὲ μιμεῖσθαι·
“那么,如果我们仍要坚持我们最初的论点,即我们的护卫者必须免除所有其他手艺,成为极其精湛的城邦自由的创造者,并且不从事任何与此无关的职业,那么他们就无需做任何其他事情,也无需去模仿。
ἐὰν δὲ μιμῶνται, μιμεῖσθαι τὰ τούτοις προσήκοντα εὐθὺς ἐκ παίδων, ἀνδρείους, σώφρονας, ὁσίους, ἐλευθέρους, καὶ τὰ τοιαῦτα πάντα, τὰ δὲ ἀνελεύθερα μήτε ποιεῖν μήτε δεινοὺς εἶναι μιμήσασθαι, μηδὲ ἄλλο μηδὲν τῶν αἰσχρῶν, ἵνα μὴ ἐκ τῆς μιμήσεως τοῦ εἶναι ἀπολαύσωσιν.
但如果他们进行模仿,就应当从小模仿那些与他们的身份相符的事物——勇敢、节制、虔敬、自由的人,以及所有类似的行为。 而对于不自由的卑贱行为,他们既不能做,也不能擅长模仿,对于其他任何丑恶的事物也是如此,以免他们因为模仿而沾染上真实的恶习。
ἢ οὐκ ᾔσθησαι ὅτι αἱ μιμήσεις, ἐὰν ἐκ νέων πόρρω διατελέσωσιν, εἰς ἔθη τε καὶ φύσιν καθίστανται καὶ κατὰ σῶμα καὶ φωνὰς καὶ κατὰ τὴν διάνοιαν;
难道你没有注意到,模仿如果从年轻时开始并长期持续下去,就会变成习惯和天性,影响到身体、声音和思想吗?
καὶ μάλα, ἦ δʼ ὅς.
”“确实如此,”他说道。
οὐ δὴ ἐπιτρέψομεν, ἦν δʼ ἐγώ, ὧν φαμὲν κήδεσθαι καὶ δεῖν αὐτοὺς ἄνδρας ἀγαθοὺς γενέσθαι, γυναῖκα μιμεῖσθαι ἄνδρας ὄντας, ἢ νέαν ἢ πρεσβυτέραν, ἢ ἀνδρὶ λοιδορουμένην ἢ πρὸς θεοὺς ἐρίζουσάν τε καὶ μεγαλαυχουμένην, οἰομένην εὐδαίμονα εἶναι, ἢ ἐν συμφοραῖς τε καὶ πένθεσιν καὶ θρήνοις ἐχομένην·
“那么,”我说,“对于那些我们宣称要关怀且必须成为善人的人,我们绝不允许他们作为男人去模仿女人——无论是年轻的还是年老的,无论是辱骂丈夫,还是与神明争吵、大言不惭,自以为幸福,或者是陷入不幸、悲伤和叹息之中。
κάμνουσαν δὲ ἢ ἐρῶσαν ἢ ὠδίνουσαν, πολλοῦ καὶ δεήσομεν.
至于生病、恋爱或分娩的女人,我们更绝不容许他们去模仿。
παντάπασι μὲν οὖν, ἦ δʼ ὅς.
”“完全正确,”他说道。
οὐδέ γε δούλας τε καὶ δούλους πράττοντας ὅσα δούλων.
“当然也不能模仿女奴和男奴去从事属于奴隶的事情。
οὐδὲ τοῦτο.
”“那也不行。
§3.396οὐδέ γε ἄνδρας κακούς, ὡς ἔοικεν, δειλούς τε καὶ τὰ ἐναντία πράττοντας ὧν νυνδὴ εἴπομεν, κακηγοροῦντάς τε καὶ κωμῳδοῦντας ἀλλήλους καὶ αἰσχρολογοῦντας, μεθύοντας ἢ καὶ νήφοντας, ἢ καὶ ἄλλα ὅσα οἱ τοιοῦτοι καὶ ἐν λόγοις καὶ ἐν ἔργοις ἁμαρτάνουσιν εἰς αὑτούς τε καὶ εἰς ἄλλους, οἶμαι δὲ οὐδὲ μαινομένοις ἐθιστέον ἀφομοιοῦν αὑτοὺς ἐν λόγοις οὐδὲ ἐν ἔργοις·
” “显然,也不能模仿坏人——那些胆怯并做出与我们刚才所说的相反事情的人,他们互相诽谤、嘲弄、口出秽言,无论是醉酒还是清醒时,或者做出其他这类人在言行上对自己和他人所犯的种种过错。 而且我认为,他们也不应该习惯于在言行上把自己比作狂人。
γνωστέον μὲν γὰρ καὶ μαινομένους καὶ πονηροὺς ἄνδρας τε καὶ γυναῖκας, ποιητέον δὲ οὐδὲν τούτων οὐδὲ μιμητέον.
因为虽然必须了解疯狂的和邪恶的男女,但绝不能做出这些行为,也不能模仿他们。
ἀληθέστατα, ἔφη.
”“极其正确,”他说道。
τί δέ; ἦν δʼ ἐγώ·
“那么,这个呢?
χαλκεύοντας ἤ τι ἄλλο δημιουργοῦντας, ἢ ἐλαύνοντας τριήρεις ἢ κελεύοντας τούτοις, ἤ τι ἄλλο τῶν περὶ ταῦτα μιμητέον;
”我说,“模仿铁匠或其他手艺人的工作,或者是模仿划三段击桨战船或指挥战船,还是其他关于这些的事物?
καὶ πῶς; ἔφη, οἷς γε οὐδὲ προσέχειν τὸν νοῦν τούτων οὐδενὶ ἐξέσται;
”“怎么可能呢,”他说道,“既然他们甚至连关注这些事情中的任何一项都不被允许?
τί δέ;
”“那又如何?
ἵππους χρεμετίζοντας καὶ ταύρους μυκωμένους καὶ ποταμοὺς ψοφοῦντας καὶ θάλατταν κτυποῦσαν καὶ βροντὰς καὶ πάντα αὖ τὰ τοιαῦτα ἦ μιμήσονται;
他们会去模仿马嘶、牛鸣、河水喧嚣、大海咆哮、雷鸣,以及所有这类事物吗?
ἀλλʼ ἀπείρηται αὐτοῖς, ἔφη, μήτε μαίνεσθαι μήτε μαινομένοις ἀφομοιοῦσθαι.
”“不会,因为他们已被禁止发狂,也禁止让自己变得像狂人,”他说道。
εἰ ἄρα, ἦν δʼ ἐγώ, μανθάνω ἃ σὺ λέγεις, ἔστιν τι εἶδος λέξεώς τε καὶ διηγήσεως ἐν ᾧ ἂν διηγοῖτο ὁ τῷ ὄντι καλὸς κἀγαθός, ὁπότε τι δέοι αὐτὸν λέγειν, καὶ ἕτερον αὖ ἀνόμοιον τούτῳ εἶδος, οὗ ἂν ἔχοιτο ἀεὶ καὶ ἐν ᾧ διηγοῖτο ὁ ἐναντίως ἐκείνῳ φύς τε καὶ τραφείς.
“那么,如果我理解了你的意思,”我说,“就有一种特定的言语和叙述方式,是真正的贤人在需要说话时所会使用的;而另外还有一种与此相反的方式,是那些在天性和教养上与他相反的人会始终坚持并在叙事中使用的。
ποῖα δή, ἔφη, ταῦτα;
”“这些具体是怎样的呢? ”他问道。
ὁ μέν μοι δοκεῖ, ἦν δʼ ἐγώ, μέτριος ἀνήρ, ἐπειδὰν ἀφίκηται ἐν τῇ διηγήσει ἐπὶ λέξιν τινὰ ἢ πρᾶξιν ἀνδρὸς ἀγαθοῦ, ἐθελήσειν ὡς αὐτὸς ὢν ἐκεῖνος ἀπαγγέλλειν καὶ οὐκ αἰσχυνεῖσθαι ἐπὶ τῇ τοιαύτῃ μιμήσει, μάλιστα μὲν μιμούμενος τὸν ἀγαθὸν ἀσφαλῶς τε καὶ ἐμφρόνως πράττοντα, ἐλάττω δὲ καὶ ἧττον ἢ ὑπὸ νόσων ἢ ὑπὸ ἐρώτων ἐσφαλμένον ἢ καὶ ὑπὸ μέθης ἤ τινος ἄλλης συμφορᾶς·
“在我看来,”我说,“一个温和适度的人,当他在叙述中遇到一个好人的言语或行为时,会乐意以仿佛自己就是那个人的方式来报道,并且不会为这种模仿感到羞耻。 他会最主要地模仿好人在安全和明智地行动时的状态;而当好人因疾病、爱情,甚至因醉酒或其他不幸而失足时,他模仿的程度就会减少,模仿得也较少。
ὅταν δὲ γίγνηται κατά τινα ἑαυτοῦ ἀνάξιον, οὐκ ἐθελήσειν σπουδῇ ἀπεικάζειν ἑαυτὸν τῷ χείρονι, εἰ μὴ ἄρα κατὰ βραχύ, ὅταν τι χρηστὸν ποιῇ, ἀλλʼ αἰσχυνεῖσθαι, ἅμα μὲν ἀγύμναστος ὢν τοῦ μιμεῖσθαι τοὺς τοιούτους, ἅμα δὲ καὶ δυσχεραίνων αὑτὸν ἐκμάττειν τε καὶ ἐνιστάναι εἰς τοὺς τῶν κακιόνων τύπους, ἀτιμάζων τῇ διανοίᾳ, ὅτι μὴ παιδιᾶς χάριν.
但当他遇到不配自己身份的人时,他不会愿意认真地将自己等同于那个卑下的人,除非是在其做出某种好事时的极短瞬间。 他会感到羞耻,一方面是因为他没有模仿这类人的训练,另一方面也是因为他厌恶将自己塑造成那些更坏的人物类型并置身其中,他在内心里鄙视这些,除非是为了娱乐。
εἰκός, ἔφη.
”“确实如此,”他说道。
οὐκοῦν διηγήσει χρήσεται οἵᾳ ἡμεῖς ὀλίγον πρότερον διήλθομεν περὶ τὰ τοῦ Ὁμήρου ἔπη, καὶ ἔσται αὐτοῦ ἡ λέξις μετέχουσα μὲν ἀμφοτέρων, μιμήσεώς τε καὶ τῆς ἄλλης διηγήσεως, σμικρὸν δέ τι μέρος ἐν πολλῷ λόγῳ τῆς μιμήσεως;
“那么,他所使用的叙述方式,不就像我们刚才讨论荷马史诗时所说的那样吗? 他的言语既包含模仿,也包含其他的叙述,但在长篇大论中,模仿只占很小的一部分?
ἢ οὐδὲν λέγω;
还是说,我是在胡说八道?
καὶ μάλα, ἔφη, οἷόν γε ἀνάγκη τὸν τύπον εἶναι τοῦ τοιούτου ῥήτορος.
”“不,完全不是,”他说道,“这类演说者的类型必然就是这样的。 ”