§3.394ταῦτα δὲ εἰπόντος αὐτοῦ οἱ μὲν ἄλλοι ἐσέβοντο καὶ συνῄνουν, ὁ δὲ Ἀγαμέμνων ἠγρίαινεν ἐντελλόμενος νῦν τε ἀπιέναι καὶ αὖθις μὴ ἐλθεῖν, μὴ αὐτῷ τό τε σκῆπτρον καὶ τὰ τοῦ θεοῦ στέμματα οὐκ ἐπαρκέσοι·
当他说了这些话时,其他人表示敬畏并同意,但阿伽门农却大发雷霆,命令他现在就离开,以后也不要再来,免得权杖和神明的花冠对他不起保护作用。
πρὶν δὲ λυθῆναι αὐτοῦ τὴν θυγατέρα, ἐν Ἄργει ἔφη γηράσειν μετὰ οὗ·
他说,在他的女儿被释放之前,她将在阿尔戈斯与他一起变老。
ἀπιέναι δʼ ἐκέλευεν καὶ μὴ ἐρεθίζειν, >ἵνα σῶς οἴκαδε ἔλθοι.
他命令他离开,不要激怒他,以便能平安回家。
ὁ δὲ πρεσβύτης ἀκούσας ἔδεισέν τε καὶ ἀπῄει σιγῇ, ἀποχωρήσας δὲ ἐκ τοῦ στρατοπέδου πολλὰ τῷ Ἀπόλλωνι ηὔχετο, τάς τε ἐπωνυμίας τοῦ θεοῦ ἀνακαλῶν καὶ ὑπομιμνῄσκων καὶ ἀπαιτῶν, εἴ τι πώποτε ἢ ἐν ναῶν οἰκοδομήσεσιν ἢ ἐν ἱερῶν θυσίαις κεχαρισμένον δωρήσαιτο· ὧν δὴ χάριν κατηύχετο τεῖσαι τοὺς Ἀχαιοὺς τὰ ἃ δάκρυα τοῖς ἐκείνου βέλεσιν.
老人听了,感到害怕,默默地离去。 他退出了军营,向阿波罗热切祈祷,呼唤神明的各种名号,提醒并要求神明记住:如果他曾在建造神庙或奉献祭品方面送过任何令人愉悦的礼物,就请看在这些礼物的份上,让阿开亚人用神明的箭来偿还他的眼泪。
οὕτως, ἦν δʼ ἐγώ, ὦ ἑταῖρε, ἄνευ μιμήσεως ἁπλῆ διήγησις γίγνεται.
我说:“我的朋友,就像这样,在没有模仿的情况下,就形成了单纯的叙述。
μανθάνω, ἔφη.
”他说:“我明白了。
μάνθανε τοίνυν, ἦν δʼ ἐγώ, ὅτι ταύτης αὖ ἐναντία γίγνεται, ὅταν τις τὰ τοῦ ποιητοῦ τὰ μεταξὺ τῶν ῥήσεων ἐξαιρῶν τὰ ἀμοιβαῖα καταλείπῃ.
”我说:“那么,你也要明白,当有人把诗人在台词之间的过渡部分拿掉,而留下相互交替的对话时,情况就会正好相反。
καὶ τοῦτο, ἔφη, μανθάνω, ὅτι ἔστιν τὸ περὶ τὰς τραγῳδίας τοιοῦτον.
”他说:“这个我也明白了,这就是悲剧的情况。
ὀρθότατα, ἔφην, ὑπέλαβες, καὶ οἶμαί σοι ἤδη δηλοῦν ὃ ἔμπροσθεν οὐχ οἷός τʼ ἦ, ὅτι τῆς ποιήσεώς τε καὶ μυθολογίας ἡ μὲν διὰ μιμήσεως ὅλη ἐστίν, ὥσπερ σὺ λέγεις, τραγῳδία τε καὶ κωμῳδία, ἡ δὲ διʼ ἀπαγγελίας αὐτοῦ τοῦ ποιητοῦ—εὕροις δʼ ἂν αὐτὴν μάλιστά που ἐν διθυράμβοις— ἡ δʼ αὖ διʼ ἀμφοτέρων ἔν τε τῇ τῶν ἐπῶν ποιήσει, πολλαχοῦ δὲ καὶ ἄλλοθι, εἴ μοι μανθάνεις.
”我说:“你理解得完全正确。 我想我现在能向你说明我刚才无法说清楚的事情了,那就是:在诗歌和神话创作中,有一种是完全通过模仿进行的,正如你所说,就是悲剧和喜剧;另一种是通过诗人自己的叙述进行的——你最能在狄提朗博斯(酒神赞歌)中发现这种形式;还有一种则是通过这两者结合进行的,这存在于叙事诗的创作中,也存在于其他许多地方,如果你听懂了我的话。
ἀλλὰ συνίημι, ἔφη, ὃ τότε ἐβούλου λέγειν.
”他说:“是的,我领会了你那时想说的话。
καὶ τὸ πρὸ τούτου δὴ ἀναμνήσθητι, ὅτι ἔφαμεν ἃ μὲν λεκτέον ἤδη εἰρῆσθαι, ὡς δὲ λεκτέον ἔτι σκεπτέον εἶναι.
”“而且,请回想一下在这之前的事:我们曾说该说什么已经说过了,但该怎么说还需要考虑。
ἀλλὰ μέμνημαι.
”“我记得。
τοῦτο τοίνυν αὐτὸ ἦν ὃ ἔλεγον, ὅτι χρείη διομολογήσασθαι πότερον ἐάσομεν τοὺς ποιητὰς μιμουμένους ἡμῖν τὰς διηγήσεις ποιεῖσθαι ἢ τὰ μὲν μιμουμένους, τὰ δὲ μή, καὶ ὁποῖα ἑκάτερα, ἢ οὐδὲ μιμεῖσθαι.
” “所以,这正是我刚才所说的,我们必须共同商定:我们是允许诗人在为我们进行叙述时使用模仿,还是在某些地方模仿而在另一些地方不模仿,以及这两者各自是什么样的,还是根本不准他们模仿。
μαντεύομαι, ἔφη, σκοπεῖσθαί σε εἴτε παραδεξόμεθα τραγῳδίαν τε καὶ κωμῳδίαν εἰς τὴν πόλιν, εἴτε καὶ οὔ.
”他说:“我猜,你是在考虑我们是否要将悲剧和喜剧引入我们的城邦,还是不引入。
ἴσως, ἦν δʼ ἐγώ, ἴσως δὲ καὶ πλείω ἔτι τούτων·
”我说:“也许是这样,但也许多于这些。
οὐ γὰρ δὴ ἔγωγέ πω οἶδα, ἀλλʼ ὅπῃ ἂν ὁ λόγος ὥσπερ πνεῦμα φέρῃ, ταύτῃ ἰτέον.
因为我自己也还不知道,但无论讨论像风一样把我们吹向哪里,我们都必须朝那里走。
καὶ καλῶς γʼ, ἔφη, λέγεις.
”他说:“你说得真好。
τόδε τοίνυν, ὦ Ἀδείμαντε, ἄθρει, πότερον μιμητικοὺς ἡμῖν δεῖ εἶναι τοὺς φύλακας ἢ οὔ·
” “那么,阿得曼托斯,请考虑这一点:我们的护卫者应该成为模仿者吗,还是不应该?
ἢ καὶ τοῦτο τοῖς ἔμπροσθεν ἕπεται, ὅτι εἷς ἕκαστος ἓν μὲν ἂν ἐπιτήδευμα καλῶς ἐπιτηδεύοι, πολλὰ δʼ οὔ, ἀλλʼ εἰ τοῦτο ἐπιχειροῖ, πολλῶν ἐφαπτόμενος πάντων ἀποτυγχάνοι ἄν, ὥστʼ εἶναί που ἐλλόγιμος;
或者,这也会从前面的论点中推导出来:每个人只能把一个行业做好,而不能做好很多行业;如果他尝试做很多事,涉足很多行业,他就会在所有事情上都失败,从而在任何方面都毫无成就?
τί δʼ οὐ μέλλει;
”“怎么会不这样呢?
οὐκοῦν καὶ περὶ μιμήσεως ὁ αὐτὸς λόγος, ὅτι πολλὰ ὁ αὐτὸς μιμεῖσθαι εὖ ὥσπερ ἓν οὐ δυνατός;
”“那么,对于模仿来说,不也是同样的道理吗? 也就是说,同一个人不能像模仿好一件事情那样,去把许多事情都模仿好?
οὐ γὰρ οὖν.
”“确实不能。 ”