§3.392ὧν ἕνεκα παυστέον τοὺς τοιούτους μύθους, μὴ ἡμῖν πολλὴν εὐχέρειαν ἐντίκτωσι τοῖς νέοις πονηρίας.
“由于这些原因,必须停止讲授这类神话,免得它们在我们的年轻人心中滋生出对恶行的极大放任。
κομιδῇ μὲν οὖν, ἔφη.
”他说:“确实完全如此。
τί οὖν, ἦν δʼ ἐγώ, ἡμῖν ἔτι λοιπὸν εἶδος λόγων πέρι ὁριζομένοις οἵους τε λεκτέον καὶ μή;
”我说:“那么,对于正在规定什么样的言论该说、什么样的不该说的我们而言,还有什么剩下的话题种类吗?
περὶ γὰρ θεῶν ὡς δεῖ λέγεσθαι εἴρηται, καὶ περὶ δαιμόνων τε καὶ ἡρώων καὶ τῶν ἐν Ἅιδου.
因为关于神明应该如何谈论已经说过了,关于神灵、英雄以及冥府中的人也是如此。
πάνυ μὲν οὖν.
”“确实如此。
οὐκοῦν καὶ περὶ ἀνθρώπων τὸ λοιπὸν εἴη ἄν;
”“那么,剩下的不就是关于人了吗?
δῆλα δή.
”“显然是这样。
ἀδύνατον δή, ὦ φίλε, ἡμῖν τοῦτό γε ἐν τῷ παρόντι τάξαι.
”“但是,朋友啊,我们在目前显然无法规定这一点。
πῶς;
”“怎么说?
ὅτι οἶμαι ἡμᾶς ἐρεῖν ὡς ἄρα καὶ ποιηταὶ καὶ λογοποιοὶ κακῶς λέγουσιν περὶ ἀνθρώπων τὰ μέγιστα, ὅτι εἰσὶν ἄδικοι μὲν εὐδαίμονες πολλοί, δίκαιοι δὲ ἄθλιοι, καὶ ὡς λυσιτελεῖ τὸ ἀδικεῖν, ἐὰν λανθάνῃ, ἡ δὲ δικαιοσύνη ἀλλότριον μὲν ἀγαθόν, οἰκεία δὲ ζημία·
”“因为我想,我们会说诗人和散文家们在关于人的最重大事情上说错了——他们说有许多不正义的人是幸福的,而正义的人是悲惨的;又说如果不被发现,行不正义就是有利的,而正义是别人的好处、自己的损失。
καὶ τὰ μὲν τοιαῦτα ἀπερεῖν λέγειν, τὰ δʼ ἐναντία τούτων προστάξειν ᾄδειν τε καὶ μυθολογεῖν.
我们要禁止他们说这些话,而要命令他们用相反的内容来歌唱和讲述神话。
ἢ οὐκ οἴει;
难道你不同意吗?
εὖ μὲν οὖν, ἔφη, οἶδα.
”他说:“我很清楚这一点。
οὐκοῦν ἐὰν ὁμολογῇς ὀρθῶς με λέγειν, φήσω σε ὡμολογηκέναι ἃ πάλαι ζητοῦμεν;
”“那么,如果你同意我说得对,我是否可以说你已经同意了我们很久以来一直在寻找的东西?
ὀρθῶς, ἔφη, ὑπέλαβες.
”他说:“你理解得完全正确。
οὐκοῦν περί γε ἀνθρώπων ὅτι τοιούτους δεῖ λόγους λέγεσθαι, τότε διομολογησόμεθα, ὅταν εὕρωμεν οἷόν ἐστιν δικαιοσύνη καὶ ὡς φύσει λυσιτελοῦν τῷ ἔχοντι, ἐάντε δοκῇ ἐάντε μὴ τοιοῦτος εἶναι;
” “那么,关于人应该如何谈论,只有当我们发现正义是什么,以及它在本质上如何有利于拥有它的人(无论他看起来是否如此)时,我们才会达成共识,对吗?
ἀληθέστατα, ἔφη.
”他说:“最正确不过了。
τὰ μὲν δὴ λόγων πέρι ἐχέτω τέλος· τὸ δὲ λέξεως, ὡς ἐγὼ οἶμαι, μετὰ τοῦτο σκεπτέον, καὶ ἡμῖν ἅ τε λεκτέον καὶ ὡς λεκτέον παντελῶς ἐσκέψεται.
”“那么关于言论内容讨论到此为止;至于表达方式,我想,在这之后应当加以考察,这样我们关于该说什么以及该怎么说,就都得到了完全的考察。
καὶ ὁ Ἀδείμαντος, τοῦτο, ἦ δʼ ὅς, οὐ μανθάνω ὅτι λέγεις.
”阿得曼托斯说:“你说的这个,我还是不明白是什么意思。
ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, δεῖ γε·
” 我说:“但你确实必须明白。
ἴσως οὖν τῇδε μᾶλλον εἴσῃ.
也许这样说你更容易懂。
ἆρʼ οὐ πάντα ὅσα ὑπὸ μυθολόγων ἢ ποιητῶν λέγεται διήγησις οὖσα τυγχάνει ἢ γεγονότων ἢ ὄντων ἢ μελλόντων;
难道神话家或诗人所说的一切,不都是对过去、现在或未来事情的叙述吗?
τί γάρ, ἔφη, ἄλλο;
”他说:“那还能是什么呢?
ἆρʼ οὖν οὐχὶ ἤτοι ἁπλῇ διηγήσει ἢ διὰ μιμήσεως γιγνομένῃ ἢ διʼ ἀμφοτέρων περαίνουσιν;
”“那么,他们难道不是要么通过单纯的叙述,要么通过模仿来进行的叙述,要么通过这两者来完成的吗?
καὶ τοῦτο, ἦ δʼ ὅς, ἔτι δέομαι σαφέστερον μαθεῖν.
”他说:“这个,我还需要更清楚地理解。
γελοῖος, ἦν δʼ ἐγώ, ἔοικα διδάσκαλος εἶναι καὶ ἀσαφής· ὥσπερ οὖν οἱ ἀδύνατοι λέγειν, οὐ κατὰ ὅλον ἀλλʼ ἀπολαβὼν μέρος τι πειράσομαί σοι ἐν τούτῳ δηλῶσαι ὃ βούλομαι.
”“我似乎是一个滑稽且含混的老师,”我说,“所以,就像那些不会说话的人一样,我不从整体上,而是截取某一个部分尝试用它来向你说明我的意思。
§3.393καί μοι εἰπέ·
” “告诉我:你了解《伊利亚特》的开头部分吗?
ἐπίστασαι τῆς Ἰλιάδος τὰ πρῶτα, ἐν οἷς ὁ ποιητής φησι τὸν μὲν Χρύσην δεῖσθαι τοῦ Ἀγαμέμνονος ἀπολῦσαι τὴν θυγατέρα, τὸν δὲ χαλεπαίνειν, τὸν δέ, ἐπειδὴ οὐκ ἐτύγχανεν, κατεύχεσθαι τῶν Ἀχαιῶν πρὸς τὸν θεόν;
在那里,诗人说克律塞斯请求阿伽门农释放他的女儿,而阿伽门农发怒,克律塞斯在没有达到目的时,向神祈祷降祸于阿开亚人?
ἔγωγε.
”“我知道。
οἶσθʼ οὖν ὅτι μέχρι μὲν τούτων τῶν ἐπῶν—
"
καὶ ἐλίσσετο πάντας Ἀχαιούς,
Ἀτρείδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν
"
λέγει τε αὐτὸς ὁ ποιητὴς καὶ οὐδὲ ἐπιχειρεῖ ἡμῶν τὴν διάνοιαν ἄλλοσε τρέπειν ὡς ἄλλος τις ὁ λέγων ἢ αὐτός·
”“那么你知道,直到这些诗句为止: "他向所有阿开亚人恳求,尤其是阿特柔斯的两个儿子,人民的统帅 "诗人自己都在说话,而且根本没有试图转移我们的注意力,让我们觉得说话的是别人而不是他自己。
τὰ δὲ μετὰ ταῦτα ὥσπερ αὐτὸς ὢν ὁ Χρύσης λέγει καὶ πειρᾶται ἡμᾶς ὅτι μάλιστα ποιῆσαι μὴ Ὅμηρον δοκεῖν εἶναι τὸν λέγοντα ἀλλὰ τὸν ἱερέα, πρεσβύτην ὄντα.
但在此之后的话,他却像是克律塞斯本人一样在说,并极力让我们觉得说话的不是荷马,而是那位身为老人的祭司。
καὶ τὴν ἄλλην δὴ πᾶσαν σχεδόν τι οὕτω πεποίηται διήγησιν περί τε τῶν ἐν Ἰλίῳ καὶ περὶ τῶν ἐν Ἰθάκῃ καὶ ὅλῃ Ὀδυσσείᾳ παθημάτων.
而关于在伊利翁和在伊萨卡发生的事件以及整个《奥德赛》中的苦难,其他几乎所有的叙述也都是这样创作的。
πάνυ μὲν οὖν, ἔφη.
”他说:“完全如此。
οὐκοῦν διήγησις μέν ἐστιν καὶ ὅταν τὰς ῥήσεις ἑκάστοτε λέγῃ καὶ ὅταν τὰ μεταξὺ τῶν ῥήσεων;
”“那么,无论是当他每次叙述台词时,还是叙述台词之间的过渡部分时,这都是叙述,对吗?
πῶς γὰρ οὔ;
”“怎么会不是呢?
ἀλλʼ ὅταν γέ τινα λέγῃ ῥῆσιν ὥς τις ἄλλος ὤν, ἆρʼ οὐ τότε ὁμοιοῦν αὐτὸν φήσομεν ὅτι μάλιστα τὴν αὑτοῦ λέξιν ἑκάστῳ ὃν ἂν προείπῃ ὡς ἐροῦντα;
” “但是,当他装作是另一个人来说某段台词时,我们难道不该说他正在使自己的表达尽可能地相似于他预先宣布要说话的那个人吗?
φήσομεν·
”“我们应该这样说,当然。
τί γάρ; οὐκοῦν τό γε ὁμοιοῦν ἑαυτὸν ἄλλῳ ἢ κατὰ φωνὴν ἢ κατὰ σχῆμα μιμεῖσθαί ἐστιν ἐκεῖνον ᾧ ἄν τις ὁμοιοῖ;
”“而使自己相似于另一个人,无论是在声音上还是在体态上,不就是模仿那个他所相似的人吗?
τί μήν;
”“当然是。
ἐν δὴ τῷ τοιούτῳ, ὡς ἔοικεν, οὗτός τε καὶ οἱ ἄλλοι ποιηταὶ διὰ μιμήσεως τὴν διήγησιν ποιοῦνται.
”“那么在这种情况中,看来他和其他诗人都是通过模仿来进行叙述的。
πάνυ μὲν οὖν.
”“完全如此。
εἰ δέ γε μηδαμοῦ ἑαυτὸν ἀποκρύπτοιτο ὁ ποιητής, πᾶσα ἂν αὐτῷ ἄνευ μιμήσεως ἡ ποίησίς τε καὶ διήγησις γεγονυῖα εἴη.
”“但是,如果诗人绝不在任何地方隐藏自己,那么他的全部诗作和叙述就都会在没有模仿的情况下完成。
ἵνα δὲ μὴ εἴπῃς ὅτι οὐκ αὖ μανθάνεις, ὅπως ἂν τοῦτο γένοιτο ἐγὼ φράσω.
为了免得你又说不明白,我来解释一下这是如何发生的。
εἰ γὰρ Ὅμηρος εἰπὼν ὅτι ἦλθεν ὁ Χρύσης τῆς τε θυγατρὸς λύτρα φέρων καὶ ἱκέτης τῶν Ἀχαιῶν, μάλιστα δὲ τῶν βασιλέων, μετὰ τοῦτο μὴ ὡς Χρύσης γενόμενος ἔλεγεν ἀλλʼ ἔτι ὡς Ὅμηρος, οἶσθʼ ὅτι οὐκ ἂν μίμησις ἦν ἀλλὰ ἁπλῆ διήγησις.
因为,如果荷马在说了克律塞斯带着女儿的赎金前来、作为阿开亚人特别是国王们的恳求者之后,在此之后不是装作克律塞斯在说话,而是仍然作为荷马在说话,你知道这就不会是模仿,而是单纯的叙述。
εἶχε δʼ ἂν ὧδε πως—φράσω δὲ ἄνευ μέτρου· οὐ γάρ εἰμι ποιητικός—ἐλθὼν ὁ ἱερεὺς ηὔχετο ἐκείνοις μὲν τοὺς θεοὺς δοῦναι ἑλόντας τὴν Τροίαν αὐτοὺς σωθῆναι, τὴν δὲ θυγατέρα οἱ λῦσαι δεξαμένους ἄποινα καὶ τὸν θεὸν αἰδεσθέντας.
它大概会像这样——我用没有格律的话来说,因为我没有诗才——祭司前来祈求神明允许他们攻克特洛伊并安全返回,同时请求他们接受赎金并敬畏神明,释放他的女儿。 ”