Humanitext Reader

柏拉图 · 理想国 §3.390-3.391

禁止描写无节制与英雄贪婪傲慢的诗歌

第 36 段,共 153 段 · 希腊语

内容简介

苏格拉底批评了诗歌中对统治者的不敬言辞、神明无节制的享乐,以及阿喀琉斯等英雄的贪婪与傲慢,主张必须将这些内容从国家卫士的教育中排除。

§3.390καλῶς.
“好极了。
τί δέ;
那下述这些又如何?
τὰ τοιάδε— " οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο " καὶ τὰ τούτων ἑξῆς ἆρα καλῶς, καὶ ὅσα ἄλλα τις ἐν λόγῳ ἢ ἐν ποιήσει εἴρηκε νεανιεύματα ἰδιωτῶν εἰς ἄρχοντας;
"大酒包,长着狗的眼睛,却有着鹿的心脏, "以及这后面接续的话,难道说得好吗? 还有任何人在散文或诗歌中,所说过的其他所有普通人对统治者的狂妄放言,难道说得好吗?
οὐ καλῶς.
” “不好。
οὐ γὰρ οἶμαι εἴς γε σωφροσύνην νέοις ἐπιτήδεια ἀκούειν· εἰ δέ τινα ἄλλην ἡδονὴν παρέχεται, θαυμαστὸν οὐδέν.
” “确实,因为我认为这些不适合年轻人为了培养节制而听;不过,如果它们能提供某种其他的快乐,那也并不奇怪。
ἢ πῶς σοι φαίνεται;
或者在你看来如何?
οὕτως, ἔφη.
” 他说:“在我看来确实如此。
τί δέ;
” “那又如何?
ποιεῖν ἄνδρα τὸν σοφώτατον λέγοντα ὡς δοκεῖ αὐτῷ κάλλιστον εἶναι πάντων, ὅταν— " παρὰ πλεῖαι ὦσι τράπεζαι " " σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι, " δοκεῖ σοι ἐπιτήδειον εἶναι πρὸς ἐγκράτειαν ἑαυτοῦ ἀκούειν νέῳ;
描写最智慧的人说出,在他看来万事中最美妙的事情是当: "桌上摆满了 "" 面包和肉,司酒官从掺酒器中汲出酒,端来并注入杯中, "你认为年轻人听了这样的话,会有益于他们的自我克制(自制心)吗?
ἢ τὸ— " λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν;
或者是这一句: "因饥饿而死并迎来命运,是最为可怜的。
" ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς, μόνος ἐγρηγορὼς ἃ ἐβουλεύσατο, τούτων πάντων ῥᾳδίως ἐπιλανθανόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν, καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδʼ εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλʼ αὐτοῦ βουλόμενον χαμαὶ συγγίγνεσθαι, λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδʼ ὅτε τὸ πρῶτον ἐφοίτων πρὸς ἀλλήλους "φίλους λήθοντε τοκῆας" ·
"或者,在其他神明和人类都睡着的时候,宙斯独自醒着筹划他的计划,却因为对情欲的渴望而轻易地忘却了所有这些,并且在看见赫拉时如此魂不守舍,以至于连寝室都不想去,而只想当场在地面上与她结合,还说自己被情欲所控制的程度,甚至超过了他们最初背着 "亲爱的父母私相幽会 "的时候;还有阿雷斯和阿佛洛狄忒因为类似的原因被赫菲斯托斯捆绑在一起的故事。
οὐδὲ Ἄρεώς τε καὶ ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν διʼ ἕτερα τοιαῦτα.
这些又如何?
οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὔ μοι φαίνεται ἐπιτήδειον.
” 他说:“不,凭宙斯起誓,在我看来这绝不合适。
ἀλλʼ εἴ πού τινες, ἦν δʼ ἐγώ, καρτερίαι πρὸς ἅπαντα καὶ λέγονται καὶ πράττονται ὑπὸ ἐλλογίμων ἀνδρῶν, θεατέον τε καὶ ἀκουστέον, οἷον καὶ τὸ— " στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη·
” 我说:“但是,如果名人在任何地方,”我说,“说出或做出了针对一切痛苦的坚忍行为,这些则是必须观看和倾听的,例如这一句: "他捶击着胸膛,用言语责备自己的心脏:忍耐吧,心脏,你以前曾忍受过比这更难堪的事。
καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. " παντάπασι μὲν οὖν, ἔφη.
"” 他说:“确实完全如此。
οὐ μὲν δὴ δωροδόκους γε ἐατέον εἶναι τοὺς ἄνδρας οὐδὲ φιλοχρημάτους.
” “当然,我们也绝不能允许我们的男子接受贿赂或贪图钱财。
οὐδαμῶς.
” “绝不能允许。
οὐδʼ ᾀστέον αὐτοῖς ὅτι— " δῶρα θεοὺς πείθει, δῶρʼ αἰδοίους βασιλῆας· " οὐδὲ τὸν τοῦ Ἀχιλλέως παιδαγωγὸν Φοίνικα ἐπαινετέον ὡς μετρίως ἔλεγε συμβουλεύων αὐτῷ δῶρα μὲν λαβόντι ἐπαμύνειν τοῖς Ἀχαιοῖς, ἄνευ δὲ δώρων μὴ ἀπαλλάττεσθαι τῆς μήνιος.
” “也绝不能让他们听信这样的歌唱: "礼物能说服神明,礼物能说服尊贵的国王; "我们也不能称赞阿喀琉斯的养育者菲尼克斯,说他劝告阿喀琉斯时话语说得有分寸——劝他如果接受礼物就去救援阿开亚人,但如果没有礼物就不应消解愤怒。
§3.391οὐδʼ αὐτὸν τὸν Ἀχιλλέα ἀξιώσομεν οὐδʼ ὁμολογήσομεν οὕτω φιλοχρήματον εἶναι, ὥστε παρὰ τοῦ Ἀγαμέμνονος δῶρα λαβεῖν, καὶ τιμὴν αὖ λαβόντα νεκροῦ ἀπολύειν, ἄλλως δὲ μὴ ʼθέλειν.
” “我们也不会认为阿喀琉斯自己,或同意他是如此贪图钱财的人,以至于接受阿伽门农的礼物,并在收到赎金后才释放死者,否则便不情愿。
οὔκουν δίκαιόν γε, ἔφη, ἐπαινεῖν τὰ τοιαῦτα.
” 他说:“称赞这种事情确实是不对的。
ὀκνῶ δέ γε, ἦν δʼ ἐγώ, διʼ Ὅμηρον λέγειν ὅτι οὐδʼ ὅσιον ταῦτά γε κατὰ Ἀχιλλέως φάναι καὶ ἄλλων λεγόντων πείθεσθαι, καὶ αὖ ὡς πρὸς τὸν Ἀπόλλω εἶπεν— " ἔβλαψάς μʼ ἑκάεργε, θεῶν ὀλοώτατε πάντων· ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη· " καὶ ὡς πρὸς τὸν ποταμόν, θεὸν ὄντα, ἀπειθῶς εἶχεν καὶ μάχεσθαι ἕτοιμος ἦν, καὶ αὖ τὰς τοῦ ἑτέρου ποταμοῦ Σπερχειοῦ ἱερὰς τρίχας "Πατρόκλῳ ἥρωϊ" , ἔφη, "κόμην ὀπάσαιμι φέρεσθαι" , νεκρῷ ὄντι, καὶ ὡς ἔδρασεν τοῦτο, οὐ πειστέον· τάς τε αὖ Ἕκτορος ἕλξεις περὶ τὸ σῆμα τὸ Πατρόκλου καὶ τὰς τῶν ζωγρηθέντων σφαγὰς εἰς τὴν πυράν, σύμπαντα ταῦτα οὐ φήσομεν ἀληθῆ εἰρῆσθαι, οὐδʼ ἐάσομεν πείθεσθαι τοὺς ἡμετέρους ὡς Ἀχιλλεύς, θεᾶς ὢν παῖς καὶ Πηλέως, σωφρονεστάτου τε καὶ τρίτου ἀπὸ Διός, καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος, τοσαύτης ἦν ταραχῆς πλέως, ὥστʼ ἔχειν ἐν αὑτῷ νοσήματε δύο ἐναντίω ἀλλήλοιν, ἀνελευθερίαν μετὰ φιλοχρηματίας καὶ αὖ ὑπερηφανίαν θεῶν τε καὶ ἀνθρώπων.
” 我说:“但是,由于对荷马的顾忌,我有些不敢说关于阿喀琉斯说出这些话是不虔敬的,也不敢相信别人说的这些话;还有他重新对阿波罗说的话: "你伤害了我,远射神,所有神明中最具毁灭性的一位;如果我拥有力量,我一定会向你复仇; "以及他对作为神明的河神表现出不服从,并准备与之战斗;还有他要把另一条河斯佩耳刻伊俄斯的圣发, "献给英雄帕特罗克洛斯, "他说: "我愿将我的头发奉上带走, "而当时帕特罗克洛斯已经是一具尸体,而我们绝不能相信他真的做了这事;还有他把赫克托尔拖在帕特罗克洛斯的坟墓周围,以及把俘虏在火葬柴堆上屠杀,我们不能说所有这些话都是真实说出的,也不允许我们的公民相信:阿喀琉斯作为女神和佩琉斯(最节制的人,且是宙斯的第三代后裔)的儿子,且在最智慧的喀戎座下受教,竟会充满如此巨大的混乱,以至于在自己身上同时患有两种相互对立的疾病——伴随着贪财的卑鄙,以及对神和人的傲慢。
ὀρθῶς, ἔφη, λέγεις.
” 他说:“你说得对。
μὴ τοίνυν, ἦν δʼ ἐγώ, μηδὲ τάδε πειθώμεθα μηδʼ ἐῶμεν λέγειν, ὡς Θησεὺς Ποσειδῶνος ὑὸς Πειρίθους τε Διὸς ὥρμησαν οὕτως ἐπὶ δεινὰς ἁρπαγάς, μηδέ τινʼ ἄλλον θεοῦ παῖδά τε καὶ ἥρω τολμῆσαι ἂν δεινὰ καὶ ἀσεβῆ ἐργάσασθαι, οἷα νῦν καταψεύδονται αὐτῶν·
” 我说:“那么,我们也不要相信,也不要允许人们说:忒修斯是波塞冬的儿子,皮里托俄斯是宙斯的儿子,竟会这样去进行可怕的劫掠;也不要相信任何其他神之子或英雄敢于做出可怕而不敬的事情,就像人们现在对他们所捏造的谎言那样。
ἀλλὰ προσαναγκάζωμεν τοὺς ποιητὰς ἢ μὴ τούτων αὐτὰ ἔργα φάναι ἢ τούτους μὴ εἶναι θεῶν παῖδας, ἀμφότερα δὲ μὴ λέγειν, μηδὲ ἡμῖν ἐπιχειρεῖν πείθειν τοὺς νέους ὡς οἱ θεοὶ κακὰ γεννῶσιν, καὶ ἥρωες ἀνθρώπων οὐδὲν βελτίους·
相反,我们要强迫诗人,要么不要说这些行为是他们的所为,要么不要说他们是神的孩子,但不要两者都说;也不要企图说服我们的年轻人,让他们相信神明生育邪恶,英雄并不比普通人好。
ὅπερ γὰρ ἐν τοῖς πρόσθεν ἐλέγομεν, οὔθʼ ὅσια ταῦτα οὔτε ἀληθῆ· ἐπεδείξαμεν γάρ που ὅτι ἐκ θεῶν κακὰ γίγνεσθαι ἀδύνατον.
因为正如我们刚才所说,这些既不神圣也不真实;因为我们已经阐明,邪恶不可能来自神明。
πῶς γὰρ οὔ;
” “怎么会可能呢?
καὶ μὴν τοῖς γε ἀκούουσιν βλαβερά·
” “而且,这些对听者确实是有害的。
πᾶς γὰρ ἑαυτῷ συγγνώμην ἕξει κακῷ ὄντι, πεισθεὶς ὡς ἄρα τοιαῦτα πράττουσίν τε καὶ ἔπραττον καὶ— " οἱ θεῶν ἀγχίσποροι, οἱ Ζηνὸς ἐγγύς, ὧν κατʼ Ἰδαῖον πάγον Διὸς πατρῴου βωμός ἐστʼ ἐν αἰθέρι, " καὶ— " οὔ πώ σφιν ἐξίτηλον αἷμα δαιμόνων. "
因为每个人在自己变坏时都会宽恕自己,只要他被说服:毕竟连神明的近亲, "那些与神明血脉相近、亲近宙斯的人,他们在高空之中、伊达山顶上拥有着祖宗宙斯的祭坛, "以及: "他们体内的神明之血还未曾消褪。 "都会做出并曾做出过那样的事情。 ”

词汇与语法注释

  1. 390aποιεῖν ἄνδρα τὸν σοφώτατον λέγοντα — “让最智慧的人说出……”这一宾格与不定式短语,构成了接下来的主句疑问句“你认为这适合……吗?”的主语。这里的 `ποιεῖν` 意为“(在诗歌中)描绘”或“使之表现为”。
  2. 390bἢ Δία — 连词 `ἢ`(或者)引导的宾格 `Δία`(宙斯)是前文不定式 `ποιεῖν`(描绘)的宾语,并作为其后一系列分词(`ἐπιλανθανόμενον`, `ἐκπλαγέντα`, `λέγοντα`)的逻辑主语。整句结构为“或者[描绘]宙斯忘却……、感到惊奇……并说道……”。
  3. 391bκόμην ὀπάσαιμι φέρεσθαι — 在荷马的引文中,不定式 `φέρεσθαι` 具有目的或结果的意味(“带走”,即“作为献祭”),修饰名词 `κόμην`(头发)。

引用这一段

柏拉图, 理想国 §3.390-3.391. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.390-3.391

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。