Humanitext Reader

柏拉图 · 理想国 §3.388-3.389

禁止过度哀悼与大笑以及守卫者的节制

第 35 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和阿得曼托斯同意从诗歌中清除名人和神明的过度哀悼与叹息,以维护守卫者的勇气,并进一步讨论了禁止过度欢笑、普通人说谎的限制,以及年轻人保持节制的重要性。

§3.388ὀρθῶς ἄρʼ ἂν ἐξαιροῖμεν τοὺς θρήνους τῶν ὀνομαστῶν ἀνδρῶν, γυναιξὶ δὲ ἀποδιδοῖμεν, καὶ οὐδὲ ταύταις σπουδαίαις, καὶ ὅσοι κακοὶ τῶν ἀνδρῶν, ἵνα ἡμῖν δυσχεραίνωσιν ὅμοια τούτοις ποιεῖν οὓς δή φαμεν ἐπὶ φυλακῇ τῆς χώρας τρέφειν.
“那么,我们将正确地去掉名人的哀悼,而把它们分给妇女,而且是那些不庄重的妇女,以及那些卑劣的男子,以便让我们那些据称是为了守卫国土而培育的人,不屑于做出与这些人相似的行为。
ὀρθῶς, ἔφη.
” 他说:“正确。
πάλιν δὴ Ὁμήρου τε δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα θεᾶς παῖδα— " ἄλλοτʼ ἐπὶ πλευρᾶς κατακείμενον, ἄλλοτε δʼ αὖτε ὕπτιον, ἄλλοτε δὲ πρηνῆ, " "τοτὲ δʼ ὀρθὸν ἀναστάντα πλωΐζοντʼ ἀλύοντʼ ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο," μηδὲ "ἀμφοτέραισιν χερσὶν ἑλόντα κόνιν αἰθαλόεσσαν χευάμενον κὰκ κεφαλῆς" , μηδὲ ἄλλα κλαίοντά τε καὶ ὀδυρόμενον ὅσα καὶ οἷα ἐκεῖνος ἐποίησε, μηδὲ Πρίαμον ἐγγὺς θεῶν γεγονότα λιτανεύοντά τε καὶ— " κυλινδόμενον κατὰ κόπρον, ἐξονομακλήδην ὀνομάζοντʼ ἄνδρα ἕκαστον.
” “因此,我们又要请求荷马和其他诗人不要把女神之子阿喀琉斯描写成: "有时侧卧,有时又仰卧,有时趴着, "‘有时则直立起来,在荒凉的海滩上心神不宁地徘徊,’ 也不要描写他 ‘双手抓起暗黑的尘土,自头顶浇下’,也不要描写他像那位诗人所写的那样,以其他各种方式痛哭和哀悼;也不要描写与神明亲近的普里阿摩斯在哀求且: "在粪土中打滚,呼喊着每个人的名字。
" πολὺ δʼ ἔτι τούτων μᾶλλον δεησόμεθα μήτοι θεούς γε ποιεῖν ὀδυρομένους καὶ λέγοντας— " ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια·
"我们还要比这些更强烈地请求他们,千万不要把神明描写成在哀悼并说道: "哀我命苦,哀我生下这最优秀的儿子!
" εἰ δʼ οὖν θεούς, μήτοι τόν γε μέγιστον τῶν θεῶν τολμῆσαι οὕτως ἀνομοίως μιμήσασθαι, ὥστε " ὢ πόποι, φάναι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ ἄστυ ὀφθαλμοῖσιν ὁρῶμαι, ἐμὸν δʼ ὀλοφύρεται ἦτορ· " καὶ— " αἲ αἲ ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν " " μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
"即使他们要描写神明,也千万不要让最伟大的神明胆敢如此不相称地被模仿,以至于让他说: "啊,悲哉,我亲眼看见心爱的人在城周被追赶,我的心在为他哀伤; "以及—— "啊,痛哉我身,萨尔珀冬,我最心爱的人, "" 注定要丧命于墨诺提俄斯之子帕特罗克洛斯的手下。
" εἰ γάρ, ὦ φίλε Ἀδείμαντε, τὰ τοιαῦτα ἡμῖν οἱ νέοι σπουδῇ ἀκούοιεν καὶ μὴ καταγελῷεν ὡς ἀναξίως λεγομένων, σχολῇ ἂν ἑαυτόν γέ τις ἄνθρωπον ὄντα ἀνάξιον ἡγήσαιτο τούτων καὶ ἐπιπλήξειεν, εἰ καὶ ἐπίοι αὐτῷ τι τοιοῦτον ἢ λέγειν ἢ ποιεῖν, ἀλλʼ οὐδὲν αἰσχυνόμενος οὐδὲ καρτερῶν πολλοὺς ἐπὶ σμικροῖσιν παθήμασιν θρήνους ἂν ᾄδοι καὶ ὀδυρμούς.
"因为,亲爱的阿得曼托斯,如果我们的年轻人认真地倾听这些,而不是把它们作为不相称的话语加以嘲笑,那么任何一个作为人类的自己,都很难认为自己不配做出这些(哀悼的行为)并加以自责,即使他也产生任何此类言行的念头;相反,他会毫无羞耻也不加克制地,为些微的痛苦唱起许多哀悼和叹息之歌。
ἀληθέστατα, ἔφη, λέγεις.
” 他说:“你说得最对。
δεῖ δέ γε οὔχ, ὡς ἄρτι ἡμῖν ὁ λόγος ἐσήμαινεν· ᾧ πειστέον, ἕως ἄν τις ἡμᾶς ἄλλῳ καλλίονι πείσῃ.
” “但是,正如我们刚才的论证所指出的,绝不能这样;只要有人用另一个更好的论证来说服我们,我们就必须服从这个论证。
οὐ γὰρ οὖν δεῖ.
” “确实不能这样。
ἀλλὰ μὴν οὐδὲ φιλογέλωτάς γε δεῖ εἶναι.
” “而且,他们也绝不能成为爱好戏谑的人。
σχεδὸν γὰρ ὅταν τις ἐφιῇ ἰσχυρῷ γέλωτι, ἰσχυρὰν καὶ μεταβολὴν ζητεῖ τὸ τοιοῦτον.
因为差不多每当有人纵情于强烈的狂笑时,这种状态就会寻求心理上的强烈转变。
δοκεῖ μοι, ἔφη.
” 他说:“在我看来确实如此。
§3.389οὔτε ἄρα ἀνθρώπους ἀξίους λόγου κρατουμένους ὑπὸ γέλωτος ἄν τις ποιῇ, ἀποδεκτέον, πολὺ δὲ ἧττον, ἐὰν θεούς.
” “因此,如果有人描写值得尊重的人被欢笑所控制,这是不能接受的,如果是描写神明,那就更不能接受了。
πολὺ μέντοι, ἦ δʼ ὅς.
” 他说:“确实更不能接受。
οὐκοῦν Ὁμήρου οὐδὲ τὰ τοιαῦτα ἀποδεξόμεθα περὶ θεῶν— " ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν, ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα·
” “因此,我们也不会接受荷马关于神明的这类描写: "当他们看到赫菲斯托斯在宫殿里忙前忙后时,众幸福的神明便爆发出了不熄的欢笑。
" οὐκ ἀποδεκτέον κατὰ τὸν σὸν λόγον.
"根据你的论证,这是不能接受的。
εἰ σύ, ἔφη, βούλει ἐμὸν τιθέναι· οὐ γὰρ οὖν δὴ ἀποδεκτέον.
” 他说:“如果你愿意把这归于我的论证的话;因为确实不能接受。
ἀλλὰ μὴν καὶ ἀλήθειάν γε περὶ πολλοῦ ποιητέον.
” “此外,真理也必须受到极大的重视。
εἰ γὰρ ὀρθῶς ἐλέγομεν ἄρτι, καὶ τῷ ὄντι θεοῖσι μὲν ἄχρηστον ψεῦδος, ἀνθρώποις δὲ χρήσιμον ὡς ἐν φαρμάκου εἴδει, δῆλον ὅτι τό γε τοιοῦτον ἰατροῖς δοτέον, ἰδιώταις δὲ οὐχ ἁπτέον.
因为如果我们刚才说得对,而虚假对神明来说确实无用,对人类来说却像一种药物一样有用,那么显然,这种事情(说谎)应该留给医生,而普通人不应该碰。
δῆλον, ἔφη.
” 他说:“显然如此。
τοῖς ἄρχουσιν δὴ τῆς πόλεως, εἴπερ τισὶν ἄλλοις, προσήκει ψεύδεσθαι ἢ πολεμίων ἢ πολιτῶν ἕνεκα ἐπʼ ὠφελίᾳ τῆς πόλεως, τοῖς δὲ ἄλλοις πᾶσιν οὐχ ἁπτέον τοῦ τοιούτου· ἀλλὰ πρός γε δὴ τοὺς τοιούτους ἄρχοντας ἰδιώτῃ ψεύσασθαι ταὐτὸν καὶ μεῖζον ἁμάρτημα φήσομεν ἢ κάμνοντι πρὸς ἰατρὸν ἢ ἀσκοῦντι πρὸς παιδοτρίβην περὶ τῶν τοῦ αὑτοῦ σώματος παθημάτων μὴ τἀληθῆ λέγειν, ἢ πρὸς κυβερνήτην περὶ τῆς νεώς τε καὶ τῶν ναυτῶν μὴ τὰ ὄντα λέγοντι ὅπως ἢ αὐτὸς ἤ τις τῶν συνναυτῶν πράξεως ἔχει.
” “那么,对城邦的统治者来说,如果对任何人合适的话,为了城邦的利益,由于敌人或公民的缘故而说谎是合适的,但其他所有人都不应碰这种事;而是对于一个普通人来说,对这样的统治者说谎,我们将说这是同等甚至更大的错误,就像一个病人不对医生说真话,或者一个运动员不对教练员说关于自己身体状况的真话,或者对领航员不说关于船只和水手的真实情况,不说明自己或同船的水手在行动中处于何种状态一样。
ἀληθέστατα, ἔφη.
” 他说:“最对不过了。
ἂν ἄρʼ ἄλλον τινὰ λαμβάνῃ ψευδόμενον ἐν τῇ πόλει— " τῶν οἳ δημιοεργοὶ ἔασι, μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, " κολάσει ὡς ἐπιτήδευμα εἰσάγοντα πόλεως ὥσπερ νεὼς ἀνατρεπτικόν τε καὶ ὀλέθριον.
” “因此,如果统治者在城邦中抓到任何其他人说谎—— "那些身为手艺人的人,预言者,或医治疾病的医生,或伐木的木匠, "他就会惩罚他,因为他引入了一种像倾覆并毁灭船只一样倾覆和毁灭城邦的习惯。
ἐάνπερ, ἦ δʼ ὅς, ἐπί γε λόγῳ ἔργα τελῆται.
” 他说:“如果行动确实是随着论证而完成的话。
τί δέ;
” “那又如何?
σωφροσύνης ἆρα οὐ δεήσει ἡμῖν τοῖς νεανίαις;
我们的年轻人难道不需要节制吗?
πῶς δʼ οὔ;
” “怎么会不需要呢?
σωφροσύνης δὲ ὡς πλήθει οὐ τὰ τοιάδε μέγιστα, ἀρχόντων μὲν ὑπηκόους εἶναι, αὐτοὺς δὲ ἄρχοντας τῶν περὶ πότους καὶ ἀφροδίσια καὶ περὶ ἐδωδὰς ἡδονῶν;
” “而对于大众来说,节制的最重要内容难道不就是这些:顺从统治者,而自己则统治关于饮酒、情欲和饮食的快乐?
ἔμοιγε δοκεῖ.
” “依我看确实如此。
τὰ δὴ τοιάδε φήσομεν οἶμαι καλῶς λέγεσθαι, οἷα καὶ Ὁμήρῳ Διομήδης λέγει— " τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, " καὶ τὰ τούτων ἐχόμενα, τὰ— " ἴσαν μένεα πνείοντες Ἀχαιοί, σιγῇ δειδιότες σημάντορας, " καὶ ὅσα ἄλλα τοιαῦτα.
” “那么,我想我们会说,这些话是说得好的,正如荷马中狄奥墨得斯所说: "叔叔,安静地坐着,听我的话, "以及与之相连的话: "坚毅呼吸的阿开亚人前行,在寂静中敬畏着他们的指挥官, "以及其他所有此类的话。 ”

词汇与语法注释

  1. 388aοὓς δή φαμεν ἐπὶ φυλακῇ τῆς χώρας τρέφειν — 关系代名词 `οὓς` 缺少明确的先行词,直接指代“我们说为了守卫国土而培育的人”。该关系从句在句中整体作为不定式 `ποιεῖν` 的逻辑主语或从属从句的逻辑主语。
  2. 388dσχολῇ ἂν — 副词 `σχολῇ` 与 `ἄν` 及希求语气(`ἡγήσαιτο`, `ἐπιπλήξειεν`)连用,表达强烈的否定语气,意为“很难”、“决不”或“几乎不”。这是一种表示极小可能性的潜在希求语气的惯用表达,而非指物理上的闲暇。
  3. 389aἐμὸν τιθέναι — 物主形容词 `ἐμόν` 用作动词 `τιθέναι`(归因、当作)的中性单数名词化宾语,意为“将其归于我(作为我的观点)”。这符合阿得曼托斯将该论点归结为苏格拉底的看法,而苏格拉底表示“如果你想把它算作我的观点也可以”的语境。
  4. 389dἐπί γε λόγῳ ἔργα τελῆται — 介词 `ἐπί` 与与格 `λόγῳ` 连用,表示“在……之后”或“在……的基础上”。条件从句(`ἐάνπερ` + 虚拟式 `τελῆται`)意为“如果行动确实紧随言语(论证)而完成”,即我们的理论能够付诸实践的话。

引用这一段

柏拉图, 理想国 §3.388-3.389. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:3.388-3.389

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。