§2.382τί δέ;
我说:“那么这个呢?
ἦν δʼ ἐγώ· ψεύδεσθαι θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φάντασμα προτείνων;
神会愿意通过言语或行动展现幻影来撒谎吗?
οὐκ οἶδα, ἦ δʼ ὅς.
”他说:“我不知道。
οὐκ οἶσθα, ἦν δʼ ἐγώ, ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτο εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσιν;
”我说:“难道你不知道,真正的谎言(如果可以这样称呼的话),是所有神和人都憎恨的吗?
πῶς, ἔφη, λέγεις;
”他说:“你这是什么意思?
οὕτως, ἦν δʼ ἐγώ, ὅτι τῷ κυριωτάτῳ που ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι.
”我说:“意思是,”我说,“在自己最主宰的部分,并且在最主宰的事情上,没有人愿意心甘情愿地撒谎,而是最害怕在那里占有谎言。
οὐδὲ νῦν πω, ἦ δʼ ὅς, μανθάνω.
”他说:“即便现在,我还是没听懂。
οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστα ἂν δέξαιντο, καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ.
” 我说:“因为你以为,”我说,“我是在说某种高深的话;但我指的是,在灵魂中关于存在的事物撒谎、被欺骗、无知,并在那里具有和占有谎言,这是所有人最不能接受的,他们在这种情况下最憎恨谎言。
πολύ γε, ἔφη.
”他说:“确实非常憎恨。
ἀλλὰ μὴν ὀρθότατά γʼ ἄν, ὃ νυνδὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ ἄγνοια ἡ τοῦ ἐψευσμένου·
”“然而,正如我刚才所说,这可以最正确地被称为真正的谎言,即被欺骗者灵魂中的无知。
ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστὶν παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος.
因为言语中的谎言是灵魂中状态的某种模仿,是后来产生的影子,并不是完全纯粹的谎言。
ἢ οὐχ οὕτω;
难道不是这样吗?
πάνυ μὲν οὖν.
”“完全是这样。
τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν ἀλλὰ καὶ ὑπʼ ἀνθρώπων μισεῖται.
”“因此,真正的谎言不仅被神所憎恨,也被人类所憎恨。
δοκεῖ μοι.
”“我看是这样。
τί δὲ δὴ τὸ ἐν τοῖς λόγοις;
”“那么,言语中的谎言又如何呢?
πότε καὶ τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους;
它在什么时候、对谁有用,以至于不值得被憎恨呢?
ἆρʼ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσιν πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται;
难道不是在对付敌人,以及在我们所谓的因疯狂或某种愚蠢而企图做坏事的朋友时,作为一种预防的药物而变得有用吗?
καὶ ἐν αἷς νυνδὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπῃ τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν;
还有在我们刚才提到的神话中,由于我们不知道古代事情的真相,通过将谎言尽可能地摹仿得像真的一样,从而使其变得有用,不也是这样吗?
καὶ μάλα, ἦ δʼ ὅς, οὕτως ἔχει.
”他说:“非常对,确实如此。
κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον;
”“那么,在这些情况中,谎言在哪个方面对神有用?
πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο;
难道他会因为不知道古代的事,通过作模仿来撒谎吗?
γελοῖον μεντἂν εἴη, ἔφη.
”他说:“那可就太荒唐了。
ποιητὴς μὲν ἄρα ψευδὴς ἐν θεῷ οὐκ ἔνι.
”“那么,神那里并没有虚伪的诗人。
οὔ μοι δοκεῖ.
”“我认为没有。
ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ψεύδοιτο;
”“但难道他会因为害怕敌人而撒谎吗?
πολλοῦ γε δεῖ.
” “绝不可能。
ἀλλὰ διʼ οἰκείων ἄνοιαν ἢ μανίαν;
”“那会是因为自己人的愚蠢或疯狂吗?
ἀλλʼ οὐδείς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής.
”他说:“但是,没有一个愚蠢或疯狂的人是受神喜爱的。
οὐκ ἄρα ἔστιν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο.
”“因此,神没有任何理由去撒谎。
οὐκ ἔστιν.
”“没有。
πάντῃ ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον.
”“所以,神灵与神圣的事物在各方面都是没有虚虚伪的。
παντάπασι μὲν οὖν, ἔφη.
”他说:“完全如此。
§2.383κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ, καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπάς, οὔθʼ ὕπαρ οὐδʼ ὄναρ.
” “因此,神在言行上都完全是单一且真实的,他既不改变自己,也不欺骗他人,无论是在幻影中,在言语中,还是在传送征兆中,无论是在醒时还是在梦中。
οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος.
” 他说:“在听你讲述时,我自己也是这样认为的。
συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήτε ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ;
”我说:“那么,你同意这是关于神明的第二个型,在这一型下必须关于他们进行讲述和创作,即他们既不是通过改变自己来欺骗我们的魔术师,也不会在言语或行动中用谎言误导我们?
συγχωρῶ.
”“我同意。
πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες, ἀλλὰ τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι·
”“因此,尽管我们称赞荷马的许多地方,但我们绝不赞成这一处:宙斯向阿伽门农派遣梦魔;我们也不赞成埃斯库罗斯的作品中,忒提斯说阿波罗在她的婚礼上歌唱: ‘细数着她那令人欣羡的子嗣,免受疾病且长寿的一生,说我所有的命运都蒙神眷顾,他唱起赞美之歌,令我心欢。
οὐδὲ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ᾄδοντα
"ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας"
—
"
νόσων τʼ ἀπείρους καὶ μακραίωνας βίους,
ξύμπαντά τʼ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας
παιᾶνʼ ἐπηυφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα
ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ· ὁ δʼ, αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών,
αὐτὸς τάδʼ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν
τὸν παῖδα τὸν ἐμόν—
"
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθʼ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε.
我原以为福玻斯那神圣不虚的口,满载着预言的技艺,绝无谎言;然而,他自己歌唱,自己出席宴席,自己说出这些话,而正是他,杀害了我的儿子——’ 每当有人关于神明说出这样的话时,我们会发怒,不会给他们提供合唱队,也不会允许教师们将其用于年轻人的教育,如果我们的守卫者们要成为最敬神且神圣的人,在人类力所能及的最大程度上。
παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν χρῴμην.
”他说:“完全同意,我赞成这些型,并会把它们当作法律来使用。 ”