Humanitext Reader

柏拉图 · 理想国 §2.378-2.379

神话审查与神唯是善之因的原则

第 31 段,共 153 段 · 希腊语

内容简介

苏格拉底主张将神明互相残杀和敌对的故事(如乌拉诺斯和克洛诺斯的神话)从城邦中排除,并确立了神话创作的第一条原则:神在本质上是善的,只是善因,而非恶因。

§2.378πρῶτον μέν, ἦν δʼ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο ὡς Οὐρανός τε ἠργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν.
我说:“第一,那些在最重大事情上编造最重大谎言的人,说谎说得不美观。 这包括乌拉诺斯所做的事——正如赫西俄德所说的那样——以及克洛诺斯对他的报复。
τὰ δὲ δὴ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ ὑέος, οὐδʼ ἂν εἰ ἦν ἀληθῆ ᾤμην δεῖν ῥᾳδίως οὕτως λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, διʼ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὅτι ἐλαχίστοις συνέβη ἀκοῦσαι.
至于克洛诺斯被其儿子所施加的行为和所遭受的苦难,我认为,即使这些是真实的,也不应该如此轻易地向愚蠢的人和年轻人讲述;相反,它们最好被保持沉默,但如果有什么必要必须讲述,也应该让尽可能少的人通过秘仪来听取,且生生祭不应当用猪,而应当用某种巨大且难以获得的牺牲,以便让能听到这些故事的人缩减到最少。
καὶ γάρ, ἦ δʼ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί.
” 他说:“确实,这些故事是危险且刺耳的。
καὶ οὐ λεκτέοι γʼ, ἔφην, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει.
” 我说:“是的,阿德曼托斯,在我们的城邦里绝不能讲这些故事。
οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδʼ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι.
也不应该对年轻的听众说,如果他做出了极端不正义的事,或者对以各种方式行不义的父亲进行惩罚,他并没有做出任何令人惊奇的事,而只是做了神明中最初、最伟大的神明所做过的事。
οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.
” 他说:“凭着宙斯起誓,我个人也认为这些故事不适合讲述。
οὐδέ γε, ἦν δʼ ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται—οὐδὲ γὰρ ἀληθῆ—εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι—πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον, καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν—ἀλλʼ εἴ πως μέλλομεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδʼ ἔστιν τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσί, καὶ πρεσβυτέροις γιγνομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.
” 我说:“也绝对不应该讲神明与神明之间相互交战、阴谋和斗争——因为这些都不是真的——如果我们要求那些将来要守卫城邦的人把轻易相互仇视视为最可耻的事。 绝不应该让他们听取有关巨人交战的神话,也不应该在刺绣中表现这些,更不能讲述神明与英雄们对他们自己的亲属和家人所怀有的许多其他各种敌对关系。 相反,如果我们设法要让他们相信,从来没有任何公民彼此仇恨,这也不是神圣的,那么就更应该从一开始就向孩子们,以及向老人和老妇们讲述这样(和睦)的故事,并且随着他们长大,也必须强迫诗人们创作与此接近的故事。
Ἥρας δὲ δεσμοὺς ὑπὸ ὑέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμυνεῖν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτʼ ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.
至于赫拉被其儿子捆绑、赫斐斯托斯因企图帮助被打的母亲而被父亲抛下,以及荷马所创作的所有神明之间的交战,无论是否有寓意,都不应当被允许进入城邦。
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλʼ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι·
因为年轻人无法分辨什么是寓意,什么不是寓意,而在那个年龄接受并印刻在信念中的东西,往往会变得难以洗去且无法改变。
ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτα ἀκούουσιν ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.
也许正因为这些,我们必须把这视为最重要的事情:让他们最先听到的故事是针对美德而创作得最为美好的神话。
ἔχει γάρ, ἔφη, λόγον.
” 他说:“这确实有道理。
ἀλλʼ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς, ταῦτα ἅττα τʼ ἐστὶν καὶ τίνες οἱ μῦθοι, τίνας ἂν φαῖμεν;
但是,如果有人反过来问我们,具体是哪些故事,是哪些神话,我们要怎么说呢?
§2.379καὶ ἐγὼ εἶπον· ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλʼ οἰκισταὶ πόλεως·
” 我说:“阿德曼托斯,现在我和你都不是诗人,而是城邦的创建者。
οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρʼ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους.
对于创建者来说,应当知道诗人在创作神话时必须遵循的型,如果诗人创作违背了这些型,就不应当允许,但创建者自己并不需要创作神话。
ὀρθῶς, ἔφη·
” 他说:“很对。
ἀλλʼ αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν;
但是正因为此,关于神学(神明的故事)的型应该是什么呢?
τοιοίδε πού τινες, ἦν δʼ ἐγώ· οἷος τυγχάνει ὁ θεὸς ὤν, ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ.
” 我说:“大约是这样的:神实际上是怎样的,就必须始终如一地描绘他,无论人们是在叙事诗中、抒情诗中,还是在悲剧里进行创作。
δεῖ γάρ.
因为这是必须的。
οὐκοῦν ἀγαθὸς ὅ γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω;
” “那么,神实际上是善的,且必须这样被讲述,对吗?
τί μήν;
” “当然。
ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ;
” “然而,善的事物中没有任何是有害的,不是吗?
οὔ μοι δοκεῖ.
” “我认为没有。
ἆρʼ οὖν ὃ μὴ βλαβερὸν βλάπτει;
” “那么,无害的事物会造成伤害吗?
οὐδαμῶς.
” “绝不会。
ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ;
” “而不造成伤害的事物会作恶吗?
οὐδὲ τοῦτο.
” “也不会。
ὃ δέ γε μηδὲν κακὸν ποιεῖ οὐδʼ ἄν τινος εἴη κακοῦ αἴτιον;
” “那么,不作任何恶的事物,也不会是任何恶的原因吧?
πῶς γάρ;
” “怎么会呢。
τί δέ; ὠφέλιμον τὸ ἀγαθόν;
” “那么,善是有益的吗?
ναί.
” “是的。
αἴτιον ἄρα εὐπραγίας;
” “因此它是幸福的原因吗?
ναί.
” “是的。
οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον.
” “那么,善并不是一切的原因,而是那些处于良好状态的事物的原因,而对恶的事物它是无罪的。
παντελῶς γʼ, ἔφη.
” 他说:“完全如此。
οὐδʼ ἄρα, ἦν δʼ ἐγώ, ὁ θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος·
” 我说:“因此,神既然是善的,就不会像多数人所说的那样是一切的原因,而是对人类而言少数事情的原因,而对多数事情是无罪的。
πολὺ γὰρ ἐλάττω τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλʼ ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλʼ οὐ τὸν θεόν.
因为对于我们来说,善的事物远远少于恶的事物。 对于善的事物,决不能归咎于其他任何人,而对于恶的事物,必须寻找其他原因,而绝不能怪罪神。
ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν.
” 他说:“我觉得你说的极对。
οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτʼ ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγοντος— " ὡς δοιοί τε πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὃ δειλῶν· " καὶ ᾧ μὲν ἂν μείξας ὁ Ζεὺς δῷ ἀμφοτέρων, " ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· " ᾧ δʼ ἂν μή, ἀλλʼ ἄκρατα τὰ ἕτερα, " τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει·
” 我说:“因此,我们既不能接受荷马,也不能接受其他诗人关于神明的这种愚蠢的错误,他们说—— ‘在宙斯的殿堂地上放着两个坛子,里面装满了命运的礼物,一坛是善,一坛是灾;’ ‘而宙斯若是把两坛混合着赐给谁,’ ‘他就会有时遇到灾祸,有时遇到好运;’ ‘但若非如此,而是赐给他纯粹的另一坛(灾祸),’ ‘邪恶的饥饿就会驱使他在神圣的大地上流浪;’ ‘也不应接受宙斯是我们的分配者,说——’ ‘无论是善是恶都由他注定。
" οὐδʼ ὡς ταμίας ἡμῖν Ζεὺς— " ἀγαθῶν τε κακῶν τε τέτυκται. "

词汇与语法注释

  1. 378cπολλοῦ δεῖ — 使用无人称动词 δεῖ 的惯用表达,意为“远非如此”或“绝不”。在此处,结合前文“守卫者应当避免互相仇恨”的论点,强烈禁止讲述巨人交战之类的神话,表明这种做法是完全不被允许的。
  2. 378dοὐ παραδεκτέον — 动形容词 παραδεκτέος(应当接受)的中性单数无人称用法,直接带宾格目的语(Ἥρας δεσμούς, Ἡφαίστου ῥίψεις, θεομαχίας ὅσας)。表示义务或禁止,意为“绝不可接纳”。
  3. 379aοἷος τυγχάνει ὁ θεὸς ὤν — τυγχάνω 连用分词(ὤν)的句型,意为“神实际上是怎样的存在”。尽管 τυγχάνω 的本义表示偶然性(“碰巧是”),但在散文中,它经常用于强调客观事实或本质(“实际上是”)。

引用这一段

柏拉图, 理想国 §2.378-2.379. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.378-2.379

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。