§2.369ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἐνείη καὶ ῥᾴων καταμαθεῖν.
“那么,在更大的东西中,正义或许会更多,也更容易辨识。
εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς πόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν· ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.
因此,如果你们愿意,我们首先在城邦中寻找它是什么样的;然后我们再同样在每个个人身上进行考察,在较小者的形态中观察较大者的相似性。
ἀλλά μοι δοκεῖς, ἔφη, καλῶς λέγειν.
” “我觉得,”他说,“你说得很好。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εἰ γιγνομένην πόλιν θεασαίμεθα λόγῳ, καὶ τὴν δικαιοσύνην αὐτῆς ἴδοιμεν ἂν γιγνομένην καὶ τὴν ἀδικίαν;
” “那么,”我说道,“如果我们用言论来观察一个正在生成的城邦,我们是不是也会看到它的正义和不正义在生成呢?
τάχʼ ἄν, ἦ δʼ ὅς.
” “也许会,”他说。
οὐκοῦν γενομένου αὐτοῦ ἐλπὶς εὐπετέστερον ἰδεῖν ὃ ζητοῦμεν;
“那么,一旦这件事完成了,我们是否有希望更容易地看到我们所寻找的东西?
πολύ γε.
” “大有希望。
δοκεῖ οὖν χρῆναι ἐπιχειρῆσαι περαίνειν;
” “那么,你们认为应该尝试去完成它吗?
οἶμαι μὲν γὰρ οὐκ ὀλίγον ἔργον αὐτὸ εἶναι·
因为我认为这不是一项微不足道的任务。
σκοπεῖτε οὖν.
所以请考虑一下。
ἔσκεπται, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ μὴ ἄλλως ποίει.
” “已经考虑过了,”阿德曼托斯说,“请不要做别的选择(只管做下去)。
γίγνεται τοίνυν, ἦν δʼ ἐγώ, πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν ὢν ἐνδεής·
” “那么,在我看来,”我说道,“一个城邦之所以产生,是因为我们每个人并非自给自足,而是需要许多东西。
ἢ τίνʼ οἴει ἀρχὴν ἄλλην πόλιν οἰκίζειν;
或者你认为有什么别的起因创立了城邦吗?
οὐδεμίαν, ἦ δʼ ὅς.
” “没有别的,”他说。
οὕτω δὴ ἄρα παραλαμβάνων ἄλλος ἄλλον, ἐπʼ ἄλλου, τὸν δʼ ἐπʼ ἄλλου χρείᾳ, πολλῶν δεόμενοι, πολλοὺς εἰς μίαν οἴκησιν ἀγείραντες κοινωνούς τε καὶ βοηθούς, ταύτῃ τῇ συνοικίᾳ ἐθέμεθα πόλιν ὄνομα·
“于是,因为需要,一个人招徕另一个人,另一个人又招徕别的人,因为需要许多东西,把许多合作者和助手聚集在一个住处,对于这种共同居住,我们给它起了‘城邦’这个名字,不是吗?
ἦ γάρ; πάνυ μὲν οὖν.
” “确实如此。
μεταδίδωσι δὴ ἄλλος ἄλλῳ, εἴ τι μεταδίδωσιν, ἢ μεταλαμβάνει, οἰόμενος αὑτῷ ἄμεινον εἶναι;
” “那么,一个人如果与另一个人分享什么,或者从另一个人那里分享,都是因为认为这对自身更好,对吗?
πάνυ γε.
” “完全正确。
ἴθι δή, ἦν δʼ ἐγώ, τῷ λόγῳ ἐξ ἀρχῆς ποιῶμεν πόλιν·
” “来吧,”我说道,“让我们在言论中从头建立一个城邦。
ποιήσει δὲ αὐτήν, ὡς ἔοικεν, ἡ ἡμετέρα χρεία.
而我们的需要,看来将会建立它。
πῶς δʼ οὔ;
” “怎么会不呢?
ἀλλὰ μὴν πρώτη γε καὶ μεγίστη τῶν χρειῶν ἡ τῆς τροφῆς παρασκευὴ τοῦ εἶναί τε καὶ ζῆν ἕνεκα.
” “然而,需要中首要且最大的是食物的准备,为了存在和生活。
παντάπασί γε.
” “确实是这样。
δευτέρα δὴ οἰκήσεως, τρίτη δὲ ἐσθῆτος καὶ τῶν τοιούτων.
” “第二是住所,第三是衣服和诸如此类的东西。
ἔστι ταῦτα.
” “正是如此。
φέρε δή, ἦν δʼ ἐγώ, πῶς ἡ πόλις ἀρκέσει ἐπὶ τοσαύτην παρασκευήν;
” “那么,”我说道,“城邦将如何满足这么大的准备工作?
ἄλλο τι γεωργὸς μὲν εἷς, ὁ δὲ οἰκοδόμος, ἄλλος δέ τις ὑφάντης;
难道不是一个做农夫,一个做建筑工人,另一个做织工吗?
ἢ καὶ σκυτοτόμον αὐτόσε προσθήσομεν ἤ τινʼ ἄλλον τῶν περὶ τὸ σῶμα θεραπευτήν;
或者我们还要在其中加入鞋匠,或者其他照料身体需要的人吗?
πάνυ γε.
” “当然要。
εἴη δʼ ἂν ἥ γε ἀναγκαιοτάτη πόλις ἐκ τεττάρων ἢ πέντε ἀνδρῶν.
” “那么,最起码必不可少的城邦,就要由四五个男人组成。
φαίνεται.
” “看来是这样。
§2.370τί δὴ οὖν;
” “那么接下来呢?
ἕνα ἕκαστον τούτων δεῖ τὸ αὑτοῦ ἔργον ἅπασι κοινὸν κατατιθέναι, οἷον τὸν γεωργὸν ἕνα ὄντα παρασκευάζειν σιτία τέτταρσιν καὶ τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν, ἢ ἀμελήσαντα ἑαυτῷ μόνον τέταρτον μέρος ποιεῖν τούτου τοῦ σίτου ἐν τετάρτῳ μέρει τοῦ χρόνου, τὰ δὲ τρία, τὸ μὲν ἐπὶ τῇ τῆς οἰκίας παρασκευῇ διατρίβειν, τὸ δὲ ἱματίου, τὸ δὲ ὑποδημάτων, καὶ μὴ ἄλλοις κοινωνοῦντα πράγματα ἔχειν, ἀλλʼ αὐτὸν διʼ αὑτὸν τὰ αὑτοῦ πράττειν;
这之中的每个人都必须把自己的工作拿出来供大家共同享用吗? 比如农夫只有一个人,却要为四个人准备粮食,并在粮食的准备上花费四倍的时间和精力与他人分享,还是他不顾他人,在四分之一的时间里,只为自己生产这粮食的四分之一,而将其余四分之三的时间,一份花在房舍的准备上,一份花在衣服上,一份花在鞋子上,不与他人分享也不惹麻烦,而是自己照顾自己的事情呢?
καὶ ὁ Ἀδείμαντος ἔφη· ἀλλʼ ἴσως, ὦ Σώκρατες, οὕτω ῥᾷον ἢ ʼκείνως.
” 阿德曼托斯说:“但是苏格拉底,也许前一种方式比后一种更容易。
οὐδέν, ἦν δʼ ἐγώ, μὰ Δία ἄτοπον.
” “这凭宙斯起誓,一点也不奇怪,”我说道。
ἐννοῶ γὰρ καὶ αὐτὸς εἰπόντος σοῦ, ὅτι πρῶτον μὲν ἡμῶν φύεται ἕκαστος οὐ πάνυ ὅμοιος ἑκάστῳ, ἀλλὰ διαφέρων τὴν φύσιν, ἄλλος ἐπʼ ἄλλου ἔργου πράξει.
“因为当你这么说时,我自己也在想:首先,我们每个人天生就并非完全相同,而是本性各异,适合做不同的工作。
ἢ οὐ δοκεῖ σοι;
你觉得不是这样吗?
ἔμοιγε.
” “我觉得是的。
τί δέ;
” “那又怎样?
πότερον κάλλιον πράττοι ἄν τις εἷς ὢν πολλὰς τέχνας ἐργαζόμενος, ἢ ὅταν μίαν εἷς;
是一个人从事许多种手艺,还是一个人只从事一种手艺,能把工作做得更好呢?
ὅταν, ἦ δʼ ὅς, εἷς μίαν.
” “当一个人,”他说,“只从事一种时。
ἀλλὰ μὴν οἶμαι καὶ τόδε δῆλον, ὡς, ἐάν τίς τινος παρῇ ἔργου καιρόν, διόλλυται.
” “而且我认为这一点也是显而易见的:如果有人错过了某项工作的时机,工作就会毁掉。
δῆλον γάρ.
” “显而易见。
οὐ γὰρ οἶμαι ἐθέλει τὸ πραττόμενον τὴν τοῦ πράττοντος σχολὴν περιμένειν, ἀλλʼ ἀνάγκη τὸν πράττοντα τῷ πραττομένῳ ἐπακολουθεῖν μὴ ἐν παρέργου μέρει.
” “因为我认为,所做的事情是不愿意等待做事者的闲暇的,相反,做事者必须紧随所做的事情,不能把它当作副业。
ἀνάγκη.
” “必须这样。
ἐκ δὴ τούτων πλείω τε ἕκαστα γίγνεται καὶ κάλλιον καὶ ῥᾷον, ὅταν εἷς ἓν κατὰ φύσιν καὶ ἐν καιρῷ, σχολὴν τῶν ἄλλων ἄγων, πράττῃ.
” “因此,当一个人根据天性并在适当的时候,免除其他事务的闲暇,只做一件事时,每一件事物都会生产得更多、更好、也更容易。
παντάπασι μὲν οὖν.
” “确实如此。
πλειόνων δή, ὦ Ἀδείμαντε, δεῖ πολιτῶν ἢ τεττάρων ἐπὶ τὰς παρασκευὰς ὧν ἐλέγομεν.
” “那么,阿德曼托斯,为了我们所说的那些准备,我们需要四个以上的公民。
ὁ γὰρ γεωργός, ὡς ἔοικεν, οὐκ αὐτὸς ποιήσεται ἑαυτῷ τὸ ἄροτρον, εἰ μέλλει καλὸν εἶναι, οὐδὲ σμινύην, οὐδὲ τἆλλα ὄργανα ὅσα περὶ γεωργίαν.
因为,看来农夫如果想要犁好用,他就不会自己制造犁,也不会制造锄头,以及其他农业所需的工具。
οὐδʼ αὖ ὁ οἰκοδόμος· πολλῶν δὲ καὶ τούτῳ δεῖ.
建筑工人也是如此,他也需要许多工具。
ὡσαύτως δʼ ὁ ὑφάντης τε καὶ ὁ σκυτοτόμος· ἢ οὔ;
织工和鞋匠同样也是如此,不是吗?
ἀληθῆ.
” “真的。
τέκτονες δὴ καὶ χαλκῆς καὶ τοιοῦτοί τινες πολλοὶ δημιουργοί, κοινωνοὶ ἡμῖν τοῦ πολιχνίου γιγνόμενοι, συχνὸν αὐτὸ ποιοῦσιν.
” “那么,木匠、铁匠和许多其他类似的工匠,成为我们小城邦的合伙人,就使它变得相当大了。
πάνυ μὲν οὖν.
” “确实如此。
ἀλλʼ οὐκ ἄν πω πάνυ γε μέγα τι εἴη, εἰ αὐτοῖς βουκόλους τε καὶ ποιμένας τούς τε ἄλλους νομέας προσθεῖμεν, ἵνα οἵ τε γεωργοὶ ἐπὶ τὸ ἀροῦν ἔχοιεν βοῦς, οἵ τε οἰκοδόμοι πρὸς τὰς ἀγωγὰς μετὰ τῶν γεωργῶν χρῆσθαι ὑποζυγίοις, ὑφάνται δὲ καὶ σκυτοτόμοι δέρμασίν τε καὶ ἐρίοις.
” “但是,如果我们再加上牧牛人、牧羊人和其他牧兽人,以便农夫有牛耕地,建筑工人能与农夫一起用役畜运货,织工和鞋匠能有皮革和羊毛,那它也还不会是非常大。
οὐδέ γε, ἦ δʼ ὅς, σμικρὰ πόλις ἂν εἴη ἔχουσα πάντα ταῦτα.
” “拥有所有这些东西的城邦绝对不小了,”他说。
ἀλλὰ μήν, ἦν δʼ ἐγώ, κατοικίσαι γε αὐτὴν τὴν πόλιν εἰς τοιοῦτον τόπον οὗ ἐπεισαγωγίμων μὴ δεήσεται, σχεδόν τι ἀδύνατον.
“但是,”我说道,“要把这个城邦本身安置在不需要进口物品的地方,这几乎是不可能的。
ἀδύνατον γάρ.
” “确实不可能。
προσδεήσει ἄρα ἔτι καὶ ἄλλων, οἳ ἐξ ἄλλης πόλεως αὐτῇ κομιοῦσιν ὧν δεῖται.
” “因此,还需要另外一些人,他们将从别的城邦运来它所需要的东西。
δεήσει.
” “需要。 ”