§2.371καὶ μὴν κενὸς ἂν ἴῃ ὁ διάκονος, μηδὲν ἄγων ὧν ἐκεῖνοι δέονται παρʼ ὧν ἂν κομίζωνται ὧν ἂν αὐτοῖς χρεία, κενὸς ἄπεισιν.
“然而,如果使者空手而去,没有带去那些他们想从中获取自己所需之物的人所需要的东西,他就会空手而归。
ἦ γάρ;
不是吗?
δοκεῖ μοι.
” “我觉得是这样。
δεῖ δὴ τὰ οἴκοι μὴ μόνον ἑαυτοῖς ποιεῖν ἱκανά, ἀλλὰ καὶ οἷα καὶ ὅσα ἐκείνοις ὧν ἂν δέωνται.
” “因此,他们不仅要在国内生产出足够自己使用的东西,还要生产出适合那些人所需之种类和数量的东西。
δεῖ γάρ.
” “确实需要。
πλειόνων δὴ γεωργῶν τε καὶ τῶν ἄλλων δημιουργῶν δεῖ ἡμῖν τῇ πόλει.
” “那么,我们的城邦就需要更多的农夫和其他工匠了。
πλειόνων γάρ.
” “确实需要。
καὶ δὴ καὶ τῶν ἄλλων διακόνων που τῶν τε εἰσαξόντων καὶ ἐξαξόντων ἕκαστα.
” “此外,当然也需要其他负责输入和输出各项货物的使者。
οὗτοι δέ εἰσιν ἔμποροι· ἦ γάρ;
而这些人就是商人,不是吗?
ναί.
” “是的。
καὶ ἐμπόρων δὴ δεησόμεθα.
” “那么我们也将需要商人了。
πάνυ γε.
” “当然。
καὶ ἐὰν μέν γε κατὰ θάλατταν ἡ ἐμπορία γίγνηται, συχνῶν καὶ ἄλλων προσδεήσεται τῶν ἐπιστημόνων τῆς περὶ τὴν θάλατταν ἐργασίας.
” “而且,如果贸易是在海上进行,那么还需要许多其他精通海上工作的人。
συχνῶν μέντοι.
” “确实需要很多。
τί δὲ δή; ἐν αὐτῇ τῇ πόλει πῶς ἀλλήλοις μεταδώσουσιν ὧν ἂν ἕκαστοι ἐργάζωνται;
” “那么,在城邦内部,他们如何分享彼此各自生产的东西呢?
ὧν δὴ ἕνεκα καὶ κοινωνίαν ποιησάμενοι πόλιν ᾠκίσαμεν.
而这正是我们建立共同关系并创立城邦的目的所在。
δῆλον δή, ἦ δʼ ὅς, ὅτι πωλοῦντες καὶ ὠνούμενοι.
” “显然,”他说,“是通过买卖。
ἀγορὰ δὴ ἡμῖν καὶ νόμισμα σύμβολον τῆς ἀλλαγῆς ἕνεκα γενήσεται ἐκ τούτου.
” “由此,我们将需要一个市场,以及作为交换媒介的货币。
πάνυ μὲν οὖν.
” “完全正确。
ἂν οὖν κομίσας ὁ γεωργὸς εἰς τὴν ἀγοράν τι ὧν ποιεῖ, ἤ τις ἄλλος τῶν δημιουργῶν, μὴ εἰς τὸν αὐτὸν χρόνον ἥκῃ τοῖς δεομένοις τὰ παρʼ αὐτοῦ ἀλλάξασθαι, ἀργήσει τῆς αὑτοῦ δημιουργίας καθήμενος ἐν ἀγορᾷ;
” “那么,如果农夫或任何其他工匠把他的产品带到市场,却未能与想要交换其产品的人同时到达,他会因为坐在市场里而耽误了自己的手艺吗?
οὐδαμῶς, ἦ δʼ ὅς, ἀλλὰ εἰσὶν οἳ τοῦτο ὁρῶντες ἑαυτοὺς ἐπὶ τὴν διακονίαν τάττουσιν ταύτην, ἐν μὲν ταῖς ὀρθῶς οἰκουμέναις πόλεσι σχεδόν τι οἱ ἀσθενέστατοι τὰ σώματα καὶ ἀχρεῖοί τι ἄλλο ἔργον πράττειν.
” “绝不会,”他说,“而是有人看到了这一点,主动承担起这项中介服务。 在管理良好的城邦中,他们通常是身体最弱、不适合做任何其他工作的人。
αὐτοῦ γὰρ δεῖ μένοντας αὐτοὺς περὶ τὴν ἀγορὰν τὰ μὲν ἀντʼ ἀργυρίου ἀλλάξασθαι τοῖς τι δεομένοις ἀποδόσθαι, τοῖς δὲ ἀντὶ αὖ ἀργυρίου διαλλάττειν ὅσοι τι δέονται πρίασθαι.
因为他们必须留守在市场周围,为那些需要卖出东西的人用钱兑换物品,并反过来为那些需要买入东西的人用物品兑换钱。
αὕτη ἄρα, ἦν δʼ ἐγώ, ἡ χρεία καπήλων ἡμῖν γένεσιν ἐμποιεῖ τῇ πόλει.
” “那么,这种需要,”我说道,“就在我们的城邦中产生出了零售商。
ἢ οὐ καπήλους καλοῦμεν τοὺς πρὸς ὠνήν τε καὶ πρᾶσιν διακονοῦντας ἱδρυμένους ἐν ἀγορᾷ, τοὺς δὲ πλανήτας ἐπὶ τὰς πόλεις ἐμπόρους;
难道我们不把那些定居在市场、为买卖提供中介服务的人称为‘零售商’,而把那些往来于各城市之间的人称为‘旅商(进口商)’吗?
πάνυ μὲν οὖν.
” “完全正确。
ἔτι δή τινες, ὡς ἐγᾦμαι, εἰσὶ καὶ ἄλλοι διάκονοι, οἳ ἂν τὰ μὲν τῆς διανοίας μὴ πάνυ ἀξιοκοινώνητοι ὦσιν, τὴν δὲ τοῦ σώματος ἰσχὺν ἱκανὴν ἐπὶ τοὺς πόνους ἔχωσιν·
” “此外,我认为,还有一些其他的使者,他们虽然在智力上不怎么值得接纳为合伙人,但身体却有足够的力气承受劳作。
οἳ δὴ πωλοῦντες τὴν τῆς ἰσχύος χρείαν, τὴν τιμὴν ταύτην μισθὸν καλοῦντες, κέκληνται, ὡς ἐγᾦμαι, μισθωτοί·
他们出卖力气的使用,并将这个代价称为‘工资’,因此,我认为他们被称为‘雇工’。
ἦ γάρ;
不是吗?
πάνυ μὲν οὖν.
” “完全正确。
πλήρωμα δὴ πόλεώς εἰσιν, ὡς ἔοικε, καὶ μισθωτοί.
” “看来,雇工也是城邦的组成人员了。
δοκεῖ μοι.
” “我觉得是。
ἆρʼ οὖν, ὦ Ἀδείμαντε, ἤδη ἡμῖν ηὔξηται ἡ πόλις, ὥστʼ εἶναι τελέα;
” “那么,阿德曼托斯,我们的城邦是不是已经增长到完备了呢?
ἴσως.
” “也许吧。
ποῦ οὖν ἄν ποτε ἐν αὐτῇ εἴη ἥ τε δικαιοσύνη καὶ ἡ ἀδικία;
” “那么,正义和不正义会在这城邦里的什么地方呢?
καὶ τίνι ἅμα ἐγγενομένη ὧν ἐσκέμμεθα;
它们是随着我们考察过的哪些东西一起产生的呢? ”