Humanitext Reader

柏拉图 · 理想国 §2.367-2.368

苏格拉底提出先从城邦探究正义的方案

第 25 段,共 153 段 · 希腊语

内容简介

阿德曼托斯结束了他的发言,恳请苏格拉底阐明正义本身在灵魂内的力量和效果。苏格拉底赞叹两位青年的高尚品格,并提议通过先观察更大规模的“城邦的正义”(即“大字”)来探究“个人的正义”(即“小字”)。

§2.367εἰ γὰρ οὕτως ἐλέγετο ἐξ ἀρχῆς ὑπὸ πάντων ὑμῶν καὶ ἐκ νέων ἡμᾶς ἐπείθετε, οὐκ ἂν ἀλλήλους ἐφυλάττομεν μὴ ἀδικεῖν, ἀλλʼ αὐτὸς αὑτοῦ ἦν ἕκαστος ἄριστος φύλαξ, δεδιὼς μὴ ἀδικῶν τῷ μεγίστῳ κακῷ σύνοικος ᾖ.
因为如果从一开始你们大家就都这样对我们说,从年轻时起就说服我们,那么我们也就不会互相防范以免行不正义,而是每个人都会成为自己最好的守卫者,害怕因为行不正义而与最大的邪恶同住。
ταῦτα, ὦ Σώκρατες, ἴσως δὲ καὶ ἔτι τούτων πλείω Θρασύμαχός τε καὶ ἄλλος πού τις ὑπὲρ δικαιοσύνης τε καὶ ἀδικίας λέγοιεν ἄν, μεταστρέφοντες αὐτοῖν τὴν δύναμιν φορτικῶς, ὥς γέ μοι δοκεῖ.
这些话,苏格拉底,或许还有比这更多的话,色拉叙马霍斯或者别的什么人,可能会在正义和不正义的问题上说出来,在我看来,他们粗俗地扭曲了这两者的力量。
ἀλλʼ ἐγώ, οὐδὲν γάρ σε δέομαι ἀποκρύπτεσθαι, σοῦ ἐπιθυμῶν ἀκοῦσαι τἀναντία, ὡς δύναμαι μάλιστα κατατείνας λέγω.
但我——因为我不需要对你隐瞒任何事情——渴望听你讲相反的论点,所以尽我所能地倾注力量来说。
μὴ οὖν ἡμῖν μόνον ἐνδείξῃ τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον, ἀλλὰ τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ διʼ αὑτὴν ἡ μὲν κακόν, ἡ δὲ ἀγαθόν ἐστιν·
因此,请不仅在道理上向我们表明正义比不正义更好,还要表明它们各自凭其自身对占有它的人起什么作用,从而使一者成为恶,另一者成为善。
τὰς δὲ δόξας ἀφαίρει, ὥσπερ Γλαύκων διεκελεύσατο.
并且请像格劳孔所指示的那样,剥去名声。
εἰ γὰρ μὴ ἀφαιρήσεις ἑκατέρωθεν τὰς ἀληθεῖς, τὰς δὲ ψευδεῖς προσθήσεις, οὐ τὸ δίκαιον φήσομεν ἐπαινεῖν σε ἀλλὰ τὸ δοκεῖν, οὐδὲ τὸ ἄδικον εἶναι ψέγειν ἀλλὰ τὸ δοκεῖν, καὶ παρακελεύεσθαι ἄδικον ὄντα λανθάνειν, καὶ ὁμολογεῖν Θρασυμάχῳ ὅτι τὸ μὲν δίκαιον ἀλλότριον ἀγαθόν, συμφέρον τοῦ κρείττονος, τὸ δὲ ἄδικον αὑτῷ μὲν συμφέρον καὶ λυσιτελοῦν, τῷ δὲ ἥττονι ἀσύμφορον.
因为如果你不剥去两边真实的声誉,并加上虚假的声誉,我们将说你赞美的不是正义,而是“显得”正义,你谴责的不是不正义,而是“显得”不正义,并且你在鼓励人行不正义并隐瞒起来,而且你同意色拉叙马霍斯的观点,即正义是别人的善、强者的利益,而不正义则是对自身有利和有益,但对弱者不利。
ἐπειδὴ οὖν ὡμολόγησας τῶν μεγίστων ἀγαθῶν εἶναι δικαιοσύνην, ἃ τῶν τε ἀποβαινόντων ἀπʼ αὐτῶν ἕνεκα ἄξια κεκτῆσθαι, πολὺ δὲ μᾶλλον αὐτὰ αὑτῶν, οἷον ὁρᾶν, ἀκούειν, φρονεῖν, καὶ ὑγιαίνειν δή, καὶ ὅσʼ ἄλλα ἀγαθὰ γόνιμα τῇ αὑτῶν φύσει ἀλλʼ οὐ δόξῃ ἐστίν, τοῦτʼ οὖν αὐτὸ ἐπαίνεσον δικαιοσύνης, ὃ αὐτὴ διʼ αὑτὴν τὸν ἔχοντα ὀνίνησιν καὶ ἀδικία βλάπτει, μισθοὺς δὲ καὶ δόξας πάρες ἄλλοις ἐπαινεῖν·
因此,既然你承认正义属于最大的善(这些善不仅因其产生的结果而值得拥有,更因其自身而值得拥有,例如视觉、听觉、理性,当然还有健康,以及其他所有那些因其自身本性而非名声而富有成果的善),那么请赞美正义的这一个方面:它本身如何使拥有它的人受益,而不正义如何使其受害;至于报酬和名声,则留给别人去赞美吧。
ὡς ἐγὼ τῶν μὲν ἄλλων ἀποδεχοίμην ἂν οὕτως ἐπαινούντων δικαιοσύνην καὶ ψεγόντων ἀδικίαν, δόξας τε περὶ αὐτῶν καὶ μισθοὺς ἐγκωμιαζόντων καὶ λοιδορούντων, σοῦ δὲ οὐκ ἄν, εἰ μὴ σὺ κελεύοις, διότι πάντα τὸν βίον οὐδὲν ἄλλο σκοπῶν διελήλυθας ἢ τοῦτο.
因为如果别人这样赞美正义和谴责不正义,歌颂和贬低它们的声誉和报酬,我或许能够接受,但从你这里却不能接受,除非你命令我这么做,因为你一生都在关注且只探讨这一个问题。
μὴ οὖν ἡμῖν ἐνδείξῃ μόνον τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον, ἀλλὰ καὶ τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ διʼ αὑτήν, ἐάντε λανθάνῃ ἐάντε μὴ θεούς τε καὶ ἀνθρώπους, ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν ἐστι.
因此,请不仅在道理上向我们表明正义比不正义更好,还要表明它们各自凭其自身,无论是否对神明和人类隐瞒,对占有它的人起什么作用,使一者成为善,另一者成为恶。
§2.368καὶ ἐγὼ ἀκούσας, ἀεὶ μὲν δὴ τὴν φύσιν τοῦ τε Γλαύκωνος καὶ τοῦ Ἀδειμάντου ἠγάμην, ἀτὰρ οὖν καὶ τότε πάνυ γε ἥσθην καὶ εἶπον· οὐ κακῶς εἰς ὑμᾶς, ὦ παῖδες ἐκείνου τοῦ ἀνδρός, τὴν ἀρχὴν τῶν ἐλεγείων ἐποίησεν ὁ Γλαύκωνος ἐραστής, εὐδοκιμήσαντας περὶ τὴν Μεγαροῖ μάχην, εἰπών— " παῖδες Ἀρίστωνος, κλεινοῦ θεῖον γένος ἀνδρός·
我听了这些话之后,虽然一直赞赏格劳孔和阿德曼托斯的天赋,但在那时确实也极其高兴,于是说:那位大人的儿子们啊,格劳孔的爱人写给你们的哀歌的开头,在你们于麦加拉战役中赢得声誉时,写得真是不错。 他写道: “阿里斯顿的子嗣,高名之士的非凡后代。
" τοῦτό μοι, ὦ φίλοι, εὖ δοκεῖ ἔχειν·
” 朋友们,这在我看来很对。
πάνυ γὰρ θεῖον πεπόνθατε, εἰ μὴ πέπεισθε ἀδικίαν δικαιοσύνης ἄμεινον εἶναι, οὕτω δυνάμενοι εἰπεῖν ὑπὲρ αὐτοῦ.
因为如果你们在能够为不正义作如此精彩辩护的同时,却不相信不正义优于正义,那么你们确实经历了一件非常神妙的事情。
δοκεῖτε δή μοι ὡς ἀληθῶς οὐ πεπεῖσθαι—τεκμαίρομαι δὲ ἐκ τοῦ ἄλλου τοῦ ὑμετέρου τρόπου, ἐπεὶ κατά γε αὐτοὺς τοὺς λόγους ἠπίστουν ἂν ὑμῖν—ὅσῳ δὲ μᾶλλον πιστεύω, τοσούτῳ μᾶλλον ἀπορῶ ὅτι χρήσωμαι.
你们在我看来的确没有被说服——我从你们平时的为人推断出这一点,因为如果单看言论本身,我是不会相信你们的。
οὔτε γὰρ ὅπως βοηθῶ ἔχω·
但我越是相信你们,就越是不知道该怎么办。
δοκῶ γάρ μοι ἀδύνατος εἶναι—σημεῖον δέ μοι, ὅτι ἃ πρὸς Θρασύμαχον λέγων ᾤμην ἀποφαίνειν ὡς ἄμεινον δικαιοσύνη ἀδικίας, οὐκ ἀπεδέξασθέ μου—οὔτʼ αὖ ὅπως μὴ βοηθήσω ἔχω·
因为我既没有办法提供帮助,因为我觉得自己无能为力——我的证据是,我本以为对色拉叙马霍斯说的那些话已经证明了正义优于不正义,但你们却没有接受我的证明——我也没有办法不提供帮助。
δέδοικα γὰρ μὴ οὐδʼ ὅσιον ᾖ παραγενόμενον δικαιοσύνῃ κακηγορουμένῃ ἀπαγορεύειν καὶ μὴ βοηθεῖν ἔτι ἐμπνέοντα καὶ δυνάμενον φθέγγεσθαι.
因为我害怕,当正义受到诽谤时,只要还活着、还能发声却袖手旁观而不去帮助,这可能是不虔敬的。
κράτιστον οὖν οὕτως ὅπως δύναμαι ἐπικουρεῖν αὐτῇ.
因此,尽我所能地去援助她是最好的办法。
ὅ τε οὖν Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο παντὶ τρόπῳ βοηθῆσαι καὶ μὴ ἀνεῖναι τὸν λόγον, ἀλλὰ διερευνήσασθαι τί τέ ἐστιν ἑκάτερον καὶ περὶ τῆς ὠφελίας αὐτοῖν τἀληθὲς ποτέρως ἔχει.
于是格劳孔和其余的人千方百计地请求我提供帮助,不要放弃这个论题,而是彻底探究这两者各自是什么,以及关于它们的益处的真理究竟属于哪一方。
εἶπον οὖν ὅπερ ἐμοὶ ἔδοξεν, ὅτι τὸ ζήτημα ᾧ ἐπιχειροῦμεν οὐ φαῦλον ἀλλʼ ὀξὺ βλέποντος, ὡς ἐμοὶ φαίνεται.
因此我说出了我的看法,我说:‘我们正在着手的探求不是件小事,而是需要目光锐利的人,在我看来。
ἐπειδὴ οὖν ἡμεῖς οὐ δεινοί, δοκῶ μοι, ἦν δʼ ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵανπερ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόρρωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ γράμματα ἔστι που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι, ἕρμαιον ἂν ἐφάνη οἶμαι ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει.
’‘既然我们并不聪明,’我说道,‘我觉得我们应该对它进行这样一种探求:就好比有人命令一些视力不太好的人从远处去读小字,接着有人注意到,相同的小字在别的地方也有,而且更大、写在更大的东西上,我想,首先去读那些大字,然后再这样去观察小字,看它们是否碰巧是相同的,这会被看作是一件幸事。
πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ τί τοιοῦτον, ὦ Σώκρατες, ἐν τῇ περὶ τὸ δίκαιον ζητήσει καθορᾷς;
’‘确实如此,’阿德曼托斯说,‘但是苏格拉底,在关于正义的探求中,你看到了什么类似的东西呢?
ἐγώ σοι, ἔφην, ἐρῶ.
’‘我来告诉你,’我说,‘正义,我们说,是一个人的,但大约也是整个城邦的吧?
δικαιοσύνη, φαμέν, ἔστι μὲν ἀνδρὸς ἑνός, ἔστι δέ που καὶ ὅλης πόλεως; πάνυ γε, ἦ δʼ ὅς.
’‘当然是,’他说。
οὐκοῦν μεῖζον πόλις ἑνὸς ἀνδρός;
‘城邦难道不比一个人更大吗?
μεῖζον, ἔφη.
’‘更大,’他说。

词汇与语法注释

  1. 367aμὴ ἀδικεῖν — 由于动词 `ἐφυλάττομεν`(防范、戒备)含有否定的内含(防止做某事),其宾语不定式 `ἀδικεῖν` 前带有了冗余否定(redundant negative)的小词 `μή`。在意义上表示“互相防范以免行不正义”。
  2. 367dσοῦ δὲ οὐκ ἄν — 这是一个高度省略的句式,省略了前句中的选择语气动词 `ἀποδεχοίμην`。属格代词 `σοῦ` 由这个省略的动词支配,表示来源属格(“从你那里接受”)。
  3. 368bκατά γε αὐτοὺς τοὺς λόγους ἠπίστουν ἂν ὑμῖν — 这是一个带有 `ἄν` 的直陈式未完成过去时,构成与过去(或持续至今的现状)事实相反的虚拟条件句归结小句。其隐含的条件是“如果我只根据言论本身来判断(而不知道你们平时的为人)”,以此表示“我本不会相信你们(但实际上我相信你们)”。
  4. 368dοἵανπερ ἂν εἰ προσέταξέ τις — 这是一种比喻性的虚拟比较句式,其运作方式类似于 `ὥσπερ ἂν εἰ`。小词 `ἄν` 修饰一个省略了的虚拟主句归结部分(例如“就像我们会做的那样”),而 `εἰ` 引导带有直陈式不定过去时 `προσέταξε` 的虚拟条件从句,意为“就像如果有人命令……(我们会做的那样)”。

引用这一段

柏拉图, 理想国 §2.367-2.368. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.367-2.368

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。