Humanitext Reader

柏拉图 · 理想国 §2.361-2.362

完美正义者与完全不正义者的命运对比

第 22 段,共 153 段 · 希腊语

内容简介

格劳孔对比了拥有正义名望而飞黄腾达的完美西北义者,与背负西北义恶名而悲惨死去的完美正义者,以此判定谁更幸福。随后阿德曼托斯插话,指出以往赞美正义的论点仍不充分,必须进行更深一步的考察。

§2.361πρῶτον μὲν οὖν ὁ ἄδικος ὥσπερ οἱ δεινοὶ δημιουργοὶ ποιείτω—οἷον κυβερνήτης ἄκρος ἢ ἰατρὸς τά τε ἀδύνατα ἐν τῇ τέχνῃ καὶ τὰ δυνατὰ διαισθάνεται, καὶ τοῖς μὲν ἐπιχειρεῖ, τὰ δὲ ἐᾷ· ἔτι δὲ ἐὰν ἄρα πῃ σφαλῇ, ἱκανὸς ἐπανορθοῦσθαι—οὕτω καὶ ὁ ἄδικος ἐπιχειρῶν ὀρθῶς τοῖς ἀδικήμασιν λανθανέτω, εἰ μέλλει σφόδρα ἄδικος εἶναι.
首先,让这个不正义的人像优秀的匠人那样行动——正如一流的舵手或医生能辨别自己技术中哪些是办不到的,哪些是办得到的,因而只着手能办到的事,而放弃办不到的事;此外,如果他万一在某处失手,他也有能力将其纠正过来——同样,这个不正义的人在正确地着手行不正义时,如果他想要成为极度不正义的人,就必须不为人知。
τὸν ἁλισκόμενον δὲ φαῦλον ἡγητέον· ἐσχάτη γὰρ ἀδικία δοκεῖν δίκαιον εἶναι μὴ ὄντα.
至于被当场抓住的人,必须被视为无能之辈;因为最极端的不正义,就是自己并非正义却显得正义。
δοτέον οὖν τῷ τελέως ἀδίκῳ τὴν τελεωτάτην ἀδικίαν, καὶ οὐκ ἀφαιρετέον ἀλλʼ ἐατέον τὰ μέγιστα ἀδικοῦντα τὴν μεγίστην δόξαν αὑτῷ παρεσκευακέναι εἰς δικαιοσύνην, καὶ ἐὰν ἄρα σφάλληταί τι, ἐπανορθοῦσθαι δυνατῷ εἶναι, λέγειν τε ἱκανῷ ὄντι πρὸς τὸ πείθειν, ἐάν τι μηνύηται τῶν ἀδικημάτων, καὶ βιάσασθαι ὅσα ἂν βίας δέηται, διά τε ἀνδρείαν καὶ ῥώμην καὶ διὰ παρασκευὴν φίλων καὶ οὐσίας.
因此,必须给这个完美的不正义者以最完美的不正义,不能有任何削减,而是必须允许他,在犯下最大不正义的同时,也为自己赢得了在正义方面最大的声誉,而且如果他万一有什么失手,他有能力予以纠正,一旦他的某些罪行被揭发,他也有足够的口才进行说服,并且在需要使用武力的时候,凭借勇气和力量,以及朋友和财富的准备,来进行强行压制。
τοῦτον δὲ τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρʼ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατʼ Αἰσχύλον οὐ δοκεῖν ἀλλʼ εἶναι ἀγαθὸν ἐθέλοντα.
在我们将这个人设定为如此之后,让我们在言说中依次把那个正义的人放在他身旁:一个纯朴而高尚的人,正如埃斯库罗斯所说,他不想显得好,而是想成为好人。
ἀφαιρετέον δὴ τὸ δοκεῖν.
因此,必须剥夺他的“显得”。
εἰ γὰρ δόξει δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι· ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.
因为如果他被显得是正义的,他就会因为显得如此而获得荣誉和馈赠;那么就不清楚,他成为这样的人是为了正义,还是为了那些馈赠和荣誉。
γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τὴν μεγίστην ἀδικίας, ἵνα ᾖ βεβασανισμένος εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ὑπʼ αὐτῆς γιγνομένων, ἀλλὰ ἴτω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος, ἵνα ἀμφότεροι εἰς τὸ ἔσχατον ἐληλυθότες, ὁ μὲν δικαιοσύνης, ὁ δὲ ἀδικίας, κρίνωνται ὁπότερος αὐτοῖν εὐδαιμονέστερος.
所以必须剥夺他除了正义之外的一切,并使他处于与前一个人完全相反的境地:他虽未犯任何不正义,却必须背负最恶劣的不正义的声望,以便通过不被恶名及其后果所动摇,来检验他的正义;让他动摇不得地一直走到死亡,在一生中显得是不正义的,而实际上却是正义的,从而使这两个走到极端的人——一个在正义上,一个在不正义上——可以被评判出他们两人中哪一个更幸福。
βαβαῖ, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, ὡς ἐρρωμένως ἑκάτερον ὥσπερ ἀνδριάντα εἰς τὴν κρίσιν ἐκκαθαίρεις τοῖν ἀνδροῖν.
“天哪! ”我说,“亲爱的格劳孔,你多么有力地把这两个人中的每一个都像雕像一样洗刷干净,以备评判啊!
ὡς μάλιστʼ, ἔφη, δύναμαι. ὄντοιν δὲ τοιούτοιν, οὐδὲν ἔτι, ὡς ἐγᾦμαι, χαλεπὸν ἐπεξελθεῖν τῷ λόγῳ οἷος ἑκάτερον βίος ἐπιμένει.
”“我已经尽我所能了,”他说,“既然他们是这样的,我想在言说中继续探讨他们各自期待着怎样的生活,就不再是什么难事了。
λεκτέον οὖν· καὶ δὴ κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν.
那么,必须说出来:而且,即使接下来的话听起来有点粗俗,也请不要以为是我说的,苏格拉底,而是那些赞美不正义胜过正义的人说的。
§2.362ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκαυθήσεται τὠφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασχινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.
” 他们会说:处于这种境地的正义者,将遭受鞭笞、酷刑、捆绑、熏瞎双眼,最后,在遭受了所有这些痛苦之后,他将被钉在十字架上,并且他将明白,人不应该想要成为正义的,而应该显得正义。
τὸ δὲ τοῦ Αἰσχύλου πολὺ ἦν ἄρα ὀρθότερον λέγειν κατὰ τοῦ ἀδίκου.
因此,埃斯库罗斯的那句话用来形容不正义者其实要正确得多。
τῷ ὄντι γὰρ φήσουσι τὸν ἄδικον, ἅτε ἐπιτηδεύοντα πρᾶγμα ἀληθείας ἐχόμενον καὶ οὐ πρὸς δόξαν ζῶντα, οὐ δοκεῖν ἄδικον ἀλλʼ εἶναι ἐθέλειν, " βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενον, " " ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα, " πρῶτον μὲν ἄρχειν ἐν τῇ πόλει δοκοῦντι δικαίῳ εἶναι, ἔπειτα γαμεῖν ὁπόθεν ἂν βούληται, ἐκδιδόναι εἰς οὓς ἂν βούληται, συμβάλλειν, κοινωνεῖν οἷς ἂν ἐθέλῃ, καὶ παρὰ ταῦτα πάντα ὠφελεῖσθαι κερδαίνοντα τῷ μὴ δυσχεραίνειν τὸ ἀδικεῖν·
因为他们会说,事实上,不正义者既然在从事着符合真理的事业,而不是为了虚名而活,他就不想显得不正义,而是想成为不正义的人: “在心灵深处耕耘出深沟,¦362b 从中萌发出贤明的计谋。 ”首先,因为他被显得是正义的,他便在城邦中掌权;其次,他可以随心所欲地娶妻,随心所欲地把子女嫁给任何人,与他想要的任何人缔结契约和合伙;除了这一切,他还能通过不介意行不正义来谋求私利,从而大获其利。
εἰς ἀγῶνας τοίνυν ἰόντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ περιγίγνεσθαι καὶ πλεονεκτεῖν τῶν ἐχθρῶν, πλεονεκτοῦντα δὲ πλουτεῖν καὶ τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς βλάπτειν, καὶ θεοῖς θυσίας καὶ ἀναθήματα ἱκανῶς καὶ μεγαλοπρεπῶς θύειν τε καὶ ἀνατιθέναι, καὶ θεραπεύειν τοῦ δικαίου πολὺ ἄμεινον τοὺς θεοὺς καὶ τῶν ἀνθρώπων οὓς ἂν βούληται, ὥστε καὶ θεοφιλέστερον αὐτὸν εἶναι μᾶλλον προσήκειν ἐκ τῶν εἰκότων ἢ τὸν δίκαιον.
此外,在参加私人或公共的争端时,他总能胜出并占得敌人的便宜,并因为占了便宜而致富,从而能造福朋友、伤害敌人;并且,他还能向神明献祭和奉献贡品,既充足又宏丽,他侍奉神明以及他想侍奉的任何凡人,都远比那个正义的人做得要好,以至于合乎理所当然的是,他甚至比那个正义的人更受神明喜爱。
οὕτω φασίν, ὦ Σώκρατες, παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων τῷ ἀδίκῳ παρεσκευάσθαι τὸν βίον ἄμεινον ἢ τῷ δικαίῳ.
苏格拉底,人们就是这样说的:神明和人类为不正义者准备的生活,要比为正义者准备的更好。
ταῦτʼ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, οὔ τί που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου;
¦362d 格劳孔说了这些话之后,我正心里盘算着对这些话作些回应,但他的兄弟阿德曼托斯却说:“苏格拉底,你难道真的认为关于这个论题已经说得足够了吗?
ἀλλὰ τί μήν;
”“不然还能怎样呢?
εἶπον.
”我说。
αὐτό, ἦ δʼ ὅς, οὐκ εἴρηται ὃ μάλιστα ἔδει ῥηθῆναι.
他说:“最应该说出来的那件核心的事还没有说。
οὐκοῦν, ἦν δʼ ἐγώ, τὸ λεγόμενον, ἀδελφὸς ἀνδρὶ παρείη·
”“既然如此,”我说,“正如俗话所说:‘兄弟要帮兄弟。
ὥστε καὶ σύ, εἴ τι ὅδε ἐλλείπει, ἐπάμυνε.
’所以,如果他有什么遗漏,你也来帮帮忙吧。
καίτοι ἐμέ γε ἱκανὰ καὶ τὰ ὑπὸ τούτου ῥηθέντα καταπαλαῖσαι καὶ ἀδύνατον ποιῆσαι βοηθεῖν δικαιοσύνῃ.
不过对我来说,光是他所说的那番话,就足以把我摔倒,并使我无法为正义辩护了。
καὶ ὅς, οὐδέν, ἔφη, λέγεις·
”¦362e 他说:“别瞎说!
ἀλλʼ ἔτι καὶ τάδε ἄκουε.
请再听听下面这些。
δεῖ γὰρ διελθεῖν ἡμᾶς καὶ τοὺς ἐναντίους λόγους ὧν ὅδε εἶπεν, οἳ δικαιοσύνην μὲν ἐπαινοῦσιν, ἀδικίαν δὲ ψέγουσιν, ἵνʼ ᾖ σαφέστερον ὅ μοι δοκεῖ βούλεσθαι Γλαύκων.
因为我们还必须探讨与他所说相反的那些论点,即那些赞美正义、谴责不正义的论点,以便使格劳孔真正想要的意图显得更加清晰。 ”

词汇与语法注释

  1. 361aοὕτω καὶ ὁ ἄδικος ἐπιχειρῶν ὀρθῶς τοῖς ἀδικήμασιν λανθανέτω — “λανθάνω + 分词”句型。主动词 λανθανέτω(命令式现在时第三人称单数)与现在分词 ἐπιχειρῶν 连用,表示“让他不为人知地(隐秘地)着手……”。
  2. 361bἀφαιρετέον δὴ τὸ δοκεῖν — 动形容词 ἀφαιρετέον 的非人称用法(中性单数),表示必要性(“必须夺取/剥夺”),并以带冠词的不定式 τὸ δοκεῖν(“显得/名望”)作为其对格宾语。
  3. 362aδεδήσεται, ἐκκαυθήσεται τὠφθαλμώ — τὠφθαλμώ 是 τὼ ὀφθαλμώ(双数宾格)的元音融合(crasis)。在此作为“关系宾格”(或“限定宾格”),与被动动词 ἐκκαυθήσεται(“将被烧瞎”)连用,意为“在双眼方面被烧瞎”,即“双眼将被烧瞎/熏瞎”。
  4. 362dἀδελφὸς ἀνδρὶ παρείη — παρείη(πάρειμι“在旁、帮助”的现在时 optative 第三人称单数)表示愿望。这是引用了传统歌谣或谚语,表达“愿兄弟帮助兄弟”或“兄弟应该支持兄弟”的劝诫。

引用这一段

柏拉图, 理想国 §2.361-2.362. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:2.361-2.362

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。