§2.357ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· τὸ δʼ ἦν ἄρα, ὡς ἔοικε, προοίμιον.
我说完这些话,以为已经摆脱了论辩;但正如所见,那其实只是个序言。
ὁ γὰρ Γλαύκων ἀεί τε δὴ ἀνδρειότατος ὢν τυγχάνει πρὸς ἅπαντα, καὶ δὴ καὶ τότε τοῦ Θρασυμάχου τὴν ἀπόρρησιν οὐκ ἀπεδέξατο, ἀλλʼ ἔφη· ὦ Σώκρατες, πότερον ἡμᾶς βούλει δοκεῖν πεπεικέναι ἢ ὡς ἀληθῶς πεῖσαι ὅτι παντὶ τρόπῳ ἄμεινόν ἐστιν δίκαιον εἶναι ἢ ἄδικον;
因为格劳孔,他向来在任何事情上都极其勇敢,那时也同样不接受色拉叙马霍斯的放弃,而是说道:“苏格拉底,你是希望我们看起来被说服了,还是真正地被说服,即在每一方面,公正都比不公正更好?
ὡς ἀληθῶς, εἶπον, ἔγωγʼ ἂν ἑλοίμην, εἰ ἐπʼ ἐμοὶ εἴη.
” “如果由我决定的话,”我说,“我本人当然会选择真正地被说服。
οὐ τοίνυν, ἔφη, ποιεῖς ὃ βούλει.
” “那么,”他说,“你并没有在做你所希望的事。
λέγε γάρ μοι· ἆρά σοι δοκεῖ τοιόνδε τι εἶναι ἀγαθόν, ὃ δεξαίμεθʼ ἂν ἔχειν οὐ τῶν ἀποβαινόντων ἐφιέμενοι, ἀλλʼ αὐτὸ αὑτοῦ ἕνεκα ἀσπαζόμενοι, οἷον τὸ χαίρειν καὶ αἱ ἡδοναὶ ὅσαι ἀβλαβεῖς καὶ μηδὲν εἰς τὸν ἔπειτα χρόνον διὰ ταύτας γίγνεται ἄλλο ἢ χαίρειν ἔχοντα;
告诉我:在你看来,是否存在这样一种善,我们选择拥有它并不是因为渴望其后果,而是因其自身而欢迎它? 例如,快乐以及所有那些无害的、在未来除了带来快乐之外不产生任何其他后果的欢愉?
ἔμοιγε, ἦν δʼ ἐγώ, δοκεῖ τι εἶναι τοιοῦτον.
” “在我看来,”我说,“似乎确实有这样一种东西。
τί δέ;
” “那又如何?
ὃ αὐτό τε αὑτοῦ χάριν ἀγαπῶμεν καὶ τῶν ἀπʼ αὐτοῦ γιγνομένων, οἷον αὖ τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ τὸ ὑγιαίνειν;
我们既因其自身也因其产生的结果而喜爱的善,例如理智、看见和健康?
τὰ γὰρ τοιαῦτά που διʼ ἀμφότερα ἀσπαζόμεθα.
因为我们大概是因为这两者而欢迎这些事物的。
ναί, εἶπον.
” “是的,”我说。
τρίτον δὲ ὁρᾷς τι, ἔφη, εἶδος ἀγαθοῦ, ἐν ᾧ τὸ γυμνάζεσθαι καὶ τὸ κάμνοντα ἰατρεύεσθαι καὶ ἰάτρευσίς τε καὶ ὁ ἄλλος χρηματισμός;
“那么你是否看到第三种善,”他说,“其中包含体育锻炼、生病时接受治疗、行医以及其他赚钱的职业?
ταῦτα γὰρ ἐπίπονα φαῖμεν ἄν, ὠφελεῖν δὲ ἡμᾶς, καὶ αὐτὰ μὲν ἑαυτῶν ἕνεκα οὐκ ἂν δεξαίμεθα ἔχειν, τῶν δὲ μισθῶν τε χάριν καὶ τῶν ἄλλων ὅσα γίγνεται ἀπʼ αὐτῶν.
因为我们会说这些是辛苦的,但对我们有益,我们不会因其自身而选择拥有它们,而是为了报酬以及其他从中产生的事物。
ἔστιν γὰρ οὖν, ἔφην, καὶ τοῦτο τρίτον.
” “确实,”我说,“也有这第三种。
ἀλλὰ τί δή;
” “但为什么问这个?
ἐν ποίῳ, ἔφη, τούτων τὴν δικαιοσύνην τιθεῖς;
”他说,“在这几类中,你把正义放在哪一类?
§2.358ἐγὼ μὲν οἶμαι, ἦν δʼ ἐγώ, ἐν τῷ καλλίστῳ, ὃ καὶ διʼ αὑτὸ καὶ διὰ τὰ γιγνόμενα ἀπʼ αὐτοῦ ἀγαπητέον τῷ μέλλοντι μακαρίῳ ἔσεσθαι.
” “我认为,”我说,“在最美的一类中,任何想要获得幸福的人,都必须既因其自身也因其产生的结果而珍爱它。
οὐ τοίνυν δοκεῖ, ἔφη, τοῖς πολλοῖς, ἀλλὰ τοῦ ἐπιπόνου εἴδους, ὃ μισθῶν θʼ ἕνεκα καὶ εὐδοκιμήσεων διὰ δόξαν ἐπιτηδευτέον, αὐτὸ δὲ διʼ αὑτὸ φευκτέον ὡς ὂν χαλεπόν.
” “然而,大众却不这样认为,”他说,“而是认为它属于辛苦的那一类,为了报酬和名声带来的好评而必须去实行它,但其自身因其困难而应被避开。
οἶδα, ἦν δʼ ἐγώ, ὅτι δοκεῖ οὕτω καὶ πάλαι ὑπὸ Θρασυμάχου ὡς τοιοῦτον ὂν ψέγεται, ἀδικία δʼ ἐπαινεῖται· ἀλλʼ ἐγώ τις, ὡς ἔοικε, δυσμαθής.
” “我知道,”我说,“大家是这样认为的,而且刚才色拉叙马霍斯也是因此而谴责它,却赞美不正义;但正如所见,我似乎是个愚钝的人。
ἴθι δή, ἔφη, ἄκουσον καὶ ἐμοῦ, ἐάν σοι ἔτι ταὐτὰ δοκῇ.
” “那么来吧,”他说,“也听听我的看法,看看你是否依然持同样的观点。
Θρασύμαχος γάρ μοι φαίνεται πρῳαίτερον τοῦ δέοντος ὑπὸ σοῦ ὥσπερ ὄφις κηληθῆναι, ἐμοὶ δὲ οὔπω κατὰ νοῦν ἡ ἀπόδειξις γέγονεν περὶ ἑκατέρου· ἐπιθυμῶ γὰρ ἀκοῦσαι τί τʼ ἔστιν ἑκάτερον καὶ τίνα ἔχει δύναμιν αὐτὸ καθʼ αὑτὸ ἐνὸν ἐν τῇ ψυχῇ, τοὺς δὲ μισθοὺς καὶ τὰ γιγνόμενα ἀπʼ αὐτῶν ἐᾶσαι χαίρειν.
因为在我看来,色拉叙马霍斯就像一条蛇,过早地被你迷住了,但对我来说,关于这两者的证明还没有达到让我满意的程度;因为我渴望听到它们各自是什么,以及当它们自身存在于魂之中时具有什么样的力量,而把报酬和它们产生的结果抛在一边。
οὑτωσὶ οὖν ποιήσω, ἐὰν καὶ σοὶ δοκῇ· ἐπανανεώσομαι τὸν Θρασυμάχου λόγον, καὶ πρῶτον μὲν ἐρῶ δικαιοσύνην οἷον εἶναί φασιν καὶ ὅθεν γεγονέναι, δεύτερον δὲ ὅτι πάντες αὐτὸ οἱ ἐπιτηδεύοντες ἄκοντες ἐπιτηδεύουσιν ὡς ἀναγκαῖον ἀλλʼ οὐχ ὡς ἀγαθόν, τρίτον δὲ ὅτι εἰκότως αὐτὸ δρῶσι· πολὺ γὰρ ἀμείνων ἄρα ὁ τοῦ ἀδίκου ἢ ὁ τοῦ δικαίου βίος, ὡς λέγουσιν.
因此,如果你也同意的话,我将这样做:我将重新提出色拉叙马霍斯的论点,第一,我将阐述人们所说的正义是什么以及它源自何处;第二,所有践行它的人都是违心地这样做,视其为不得已之事而非什么善;第三,他们这样做是理所当然的,因为正如人们所说,不公正者的生活比公正者的生活要好得多。
ἐπεὶ ἔμοιγε, ὦ Σώκρατες, οὔ τι δοκεῖ οὕτως· ἀπορῶ μέντοι διατεθρυλημένος τὰ ὦτα ἀκούων Θρασυμάχου καὶ μυρίων ἄλλων, τὸν δὲ ὑπὲρ τῆς δικαιοσύνης λόγον, ὡς ἄμεινον ἀδικίας, οὐδενός πω ἀκήκοα ὡς βούλομαι—βούλομαι δὲ αὐτὸ καθʼ αὑτὸ ἐγκωμιαζόμενον ἀκοῦσαι—μάλιστα δʼ οἶμαι ἂν σοῦ πυθέσθαι.
尽管对我来说,苏格拉底,事情根本不是这样;但我听了色拉叙马霍斯和无数其他人的话,耳朵都被灌满了,感到十分困惑,而关于支持正义、认为它比不正义更好的论证,我还从未以我所希望的方式听任何人讲过——因为我希望听到正义因其自身而受到颂扬—— 而且我认为我最有可能从你那里听到这个。
διὸ κατατείνας ἐρῶ τὸν ἄδικον βίον ἐπαινῶν, εἰπὼν δὲ ἐνδείξομαί σοι ὃν τρόπον αὖ βούλομαι καὶ σοῦ ἀκούειν ἀδικίαν μὲν ψέγοντος, δικαιοσύνην δὲ ἐπαινοῦντος.
因此,我将竭尽全力赞美不公正的生活,通过这样说,我也将向你展示,我希望你以何种方式来谴责不正义并赞美正义。
ἀλλʼ ὅρα εἴ σοι βουλομένῳ ἃ λέγω.
但看看我所说的,是不是也是你所愿意的。
πάντων μάλιστα, ἦν δʼ ἐγώ· περὶ γὰρ τίνος ἂν μᾶλλον πολλάκις τις νοῦν ἔχων χαίροι λέγων καὶ ἀκούων;
” “再愿意不过了,”我说,“因为对于一个有理智的人来说,还有什么别的话题比这更能让人乐于反复谈论和倾听的呢?
κάλλιστα, ἔφη, λέγεις· καὶ ὃ πρῶτον ἔφην ἐρεῖν, περὶ τούτου ἄκουε, τί ὄν τε καὶ ὅθεν γέγονε δικαιοσύνη.
” “说得太好了,”他说,“那么,请听我刚才说要先讲的内容:正义是什么,以及它源自何处。 ”