§1.353τί δέ;
“那又如何?
μαχαίρᾳ ἂν ἀμπέλου κλῆμα ἀποτέμοις καὶ σμίλῃ καὶ ἄλλοις πολλοῖς;
你用小刀、凿子或许多其他工具也能剪下葡萄枝,不是吗?
πῶς γὰρ οὔ;
” “当然可以。
ἀλλʼ οὐδενί γʼ ἂν οἶμαι οὕτω καλῶς ὡς δρεπάνῳ τῷ ἐπὶ τούτῳ ἐργασθέντι.
” “但我认为,用专门为此制造的修枝剪,才能剪得最好。
ἀληθῆ.
” “确实。
ἆρʼ οὖν οὐ τοῦτο τούτου ἔργον θήσομεν;
” “那么,我们不就把这定义为它的功用吗?
θήσομεν μὲν οὖν.
” “我们会这样定义的。
νῦν δὴ οἶμαι ἄμεινον ἂν μάθοις ὃ ἄρτι ἠρώτων, πυνθανόμενος εἰ οὐ τοῦτο ἑκάστου εἴη ἔργον ὃ ἂν ἢ μόνον τι ἢ κάλλιστα τῶν ἄλλων ἀπεργάζηται.
” “那么,现在我想你能更好地理解我刚才所问的问题了,当时我正探问:每种东西的功用,是不是指只有它才能做,或者比其他东西做得最好的事情。
ἀλλά, ἔφη, μανθάνω τε καί μοι δοκεῖ τοῦτο ἑκάστου πράγματος ἔργον εἶναι.
” “是的,”他说,“我明白了,而且我认为这确实是每种东西的功用。
εἶεν, ἦν δʼ ἐγώ.
” “很好,”我说。
οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται;
“那么,你认为每一个被分配了某种功用的东西,是不是也都有其德性?
ἴωμεν δὲ ἐπὶ τὰ αὐτὰ πάλιν· ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον;
让我们回到刚才的例子:我们说,眼睛有某种功用吗?
ἔστιν.
” “有的。
ἆρʼ οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν;
” “那么,眼睛也有其德性吗?
καὶ ἀρετή.
” “也有。
τί δέ;
” “那又如何?
ὤτων ἦν τι ἔργον;
耳朵有某种功用吗?
ναί.
” “有的。
οὐκοῦν καὶ ἀρετή;
” “那么,也有其德性吗?
καὶ ἀρετή.
” “也有。
τί δὲ πάντων πέρι τῶν ἄλλων;
” “那么其他所有东西呢?
οὐχ οὕτω; οὕτω.
不也是这样吗?
ἔχε δή·
” “是的。
ἆρʼ ἄν ποτε ὄμματα τὸ αὑτῶν ἔργον καλῶς ἀπεργάσαιντο μὴ ἔχοντα τὴν αὑτῶν οἰκείαν ἀρετήν, ἀλλʼ ἀντὶ τῆς ἀρετῆς κακίαν;
” “且慢:如果眼睛没有其特有的德性,而是以恶德代替了德性,它们还能很好地完成它们自身的功用吗?
καὶ πῶς ἄν;
” “怎么可能呢?
ἔφη· τυφλότητα γὰρ ἴσως λέγεις ἀντὶ τῆς ὄψεως.
”他说,“因为你大概是用盲目代替了视力。
ἥτις, ἦν δʼ ἐγώ, αὐτῶν ἡ ἀρετή·
” “不管它是什么,”我说,“这就是它们的德性。
οὐ γάρ πω τοῦτο ἐρωτῶ, ἀλλʼ εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς.
因为我目前还不是在问这个,而是在问:那些行使功用的东西,是不是因其特有的德性而能很好地行使自身的功用,而因恶德则行使得很糟。
ἀληθές, ἔφη, τοῦτό γε λέγεις.
” “你说的这一点确实是真的,”他说。
οὐκοῦν καὶ ὦτα στερόμενα τῆς αὑτῶν ἀρετῆς κακῶς τὸ αὑτῶν ἔργον ἀπεργάσεται;
“那么,耳朵如果失去了其特有的德性,是不是也会很糟地完成其自身的功用呢?
πάνυ γε.
” “当然。
τίθεμεν οὖν καὶ τἆλλα πάντα εἰς τὸν αὐτὸν λόγον;
” “那么,我们把其他所有东西也都归入同一条规则中吗?
ἔμοιγε δοκεῖ.
” “在我看来是这样。
ἴθι δή, μετὰ ταῦτα τόδε σκέψαι.
” “来吧,在这之后请思考这个问题。
ψυχῆς ἔστιν τι ἔργον ὃ ἄλλῳ τῶν ὄντων οὐδʼ ἂν ἑνὶ πράξαις, οἷον τὸ τοιόνδε·
魂有某种功用,是你在任何其他存在物上都无法完成的吗?
τὸ ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ βουλεύεσθαι καὶ τὰ τοιαῦτα πάντα, ἔσθʼ ὅτῳ ἄλλῳ ἢ ψυχῇ δικαίως ἂν αὐτὰ ἀποδοῖμεν καὶ φαῖμεν ἴδια ἐκείνης εἶναι;
例如:管理、统治、深思熟虑以及所有这类事情,除了魂之外,我们还能正当地把它们归给别的什么东西,并说它们是其特有的吗?
οὐδενὶ ἄλλῳ.
” “不能归给任何其他东西。
τί δʼ αὖ τὸ ζῆν;
” “那生活呢?
οὐ ψυχῆς φήσομεν ἔργον εἶναι;
我们不认为这是魂的功用吗?
μάλιστά γʼ, ἔφη.
” “当然是,”他说。
οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι;
“那么,我们说魂也有某种德性吗?
φαμέν.
” “是的。
ἆρʼ οὖν ποτε, ὦ Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἢ ἀδύνατον;
” “那么,色拉叙马霍斯,魂如果失去了其特有的德性,还能很好地完成其自身的功用吗? 还是说这是不可能的?
ἀδύνατον.
” “是不可能的。
ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς ἄρχειν καὶ ἐπιμελεῖσθαι, τῇ δὲ ἀγαθῇ πάντα ταῦτα εὖ πράττειν.
” “因此,坏的魂必然会很糟地统治和管理,而好的魂则会很好地做好所有这些事情。
ἀνάγκη.
” “必然如此。
οὐκοῦν ἀρετήν γε συνεχωρήσαμεν ψυχῆς εἶναι δικαιοσύνην, κακίαν δὲ ἀδικίαν;
” “那么,我们不是已经合意魂的德性是正义,而恶德是不正义吗?
συνεχωρήσαμεν γάρ.
” “我们确实合意了。
ἡ μὲν ἄρα δικαία ψυχὴ καὶ ὁ δίκαιος ἀνὴρ εὖ βιώσεται, κακῶς δὲ ὁ ἄδικος.
” “那么,正义的魂和正义的人将生活得很好,而不正义的人则生活得很糟。
φαίνεται, ἔφη, κατὰ τὸν σὸν λόγον.
” “根据你的论证,似乎是这样,”他说。
§1.354ἀλλὰ μὴν ὅ γε εὖ ζῶν μακάριός τε καὶ εὐδαίμων, ὁ δὲ μὴ τἀναντία.
“然而,生活得好的人是快乐和幸福的,而生活得不好的人则相反。
πῶς γὰρ οὔ;
” “当然。
ὁ μὲν δίκαιος ἄρα εὐδαίμων, ὁ δʼ ἄδικος ἄθλιος.
” “因此,正义的人是幸福的,而不正义的人是悲惨的。
ἔστω, ἔφη.
” “算它是吧,”他说。
ἀλλὰ μὴν ἄθλιόν γε εἶναι οὐ λυσιτελεῖ, εὐδαίμονα δέ.
“然而,悲惨绝无益处,而幸福才有益。
πῶς γὰρ οὔ;
” “当然。
οὐδέποτʼ ἄρα, ὦ μακάριε Θρασύμαχε, λυσιτελέστερον ἀδικία δικαιοσύνης.
” “那么,我那亲爱的色拉叙马霍斯,不正义绝不会比正义更有益。
ταῦτα δή σοι, ἔφη, ὦ Σώκρατες, εἱστιάσθω ἐν τοῖς Βενδιδίοις.
” “苏格拉底,这就作为你在本迪斯节上的盛宴吧,”他说。
ὑπὸ σοῦ γε, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ἐπειδή μοι πρᾷος ἐγένου καὶ χαλεπαίνων ἐπαύσω.
“这多亏了你,色拉叙马霍斯,”我说,“因为你变得温和,不再对我发怒了。
οὐ μέντοι καλῶς γε εἱστίαμαι, διʼ ἐμαυτὸν ἀλλʼ οὐ διὰ σέ·
然而,我并没有很好地享受这顿盛宴,这是我自己的错,而不是你的错。
ἀλλʼ ὥσπερ οἱ λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω, πρὶν ὃ τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτʼ ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἡ ἀδικία τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν ἀπʼ ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν εἰδέναι·
就像那些贪食的人,在还没来得及适度享受前一道菜之前,就抢着品尝每一道依次送上来的菜肴一样,我觉得自己也是这样:在还没找到我们起初所探求的‘正义到底是什么’之前,我就放下了它,急着去探讨它到底是恶德和无知,还是智慧和德性;而当后来又插入了‘不正义比正义更有益’这一论证时,我没能克制住自己,又放弃了前者而转向后者。 结果,我现在从这次对话中得到的,是自己一无所知。
ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ὅ ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων.
因为当我连正义是什么都不知道时,我几乎不可能知道它到底是不是一种德性,以及拥有它的人是不幸福还是幸福。 ”