§10.611οὐκοῦν ὁπότε μηδʼ ὑφʼ ἑνὸς ἀπόλλυται κακοῦ, μήτε οἰκείου μήτε ἀλλοτρίου, δῆλον ὅτι ἀνάγκη αὐτὸ ἀεὶ ὂν εἶναι· εἰ δʼ ἀεὶ ὄν, ἀθάνατον.
“因此,当它甚至不被任何一种恶所毁灭,既不被固有的恶,也不被外在的恶所毁灭时,显然它必然始终存在;而如果它始终存在,它就是不朽的。
ἀνάγκη, ἔφη.
” “必然如此,”他说。
τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, οὕτως ἐχέτω· εἰ δʼ ἔχει, ἐννοεῖς ὅτι ἀεὶ ἂν εἶεν αἱ αὐταί.
“那么,这一点就这样定了吧,”我说,“但如果真是这样,你是否意识到它们将始终是相同数量的?
οὔτε γὰρ ἄν που ἐλάττους γένοιντο μηδεμιᾶς ἀπολλυμένης, οὔτε αὖ πλείους·
因为既然没有一个被毁灭,它们大概不会变少,同样也不会变多。
εἰ γὰρ ὁτιοῦν τῶν ἀθανάτων πλέον γίγνοιτο, οἶσθʼ ὅτι ἐκ τοῦ θνητοῦ ἂν γίγνοιτο καὶ πάντα ἂν εἴη τελευτῶντα ἀθάνατα.
因为如果任何不朽之物变得更多,你就会知道这必然是从可死之物中产生的,最终所有事物都将是不朽的。
ἀληθῆ λέγεις.
” “你说的对。
ἀλλʼ, ἦν δʼ ἐγώ, μήτε τοῦτο οἰώμεθα—ὁ γὰρ λόγος οὐκ ἐάσει—μήτε γε αὖ τῇ ἀληθεστάτῃ φύσει τοιοῦτον εἶναι ψυχήν, ὥστε πολλῆς ποικιλίας καὶ ἀνομοιότητός τε καὶ διαφορᾶς γέμειν αὐτὸ πρὸς αὑτό.
” “但是,”我说,“我们既不要这样想——因为道理是不允许的——也不要认为灵魂在其最真实的本性中是这样一种东西,以至于其自身内部充满了极大的多样性、不均一性和差异。
πῶς λέγεις;
” “你是什么意思?
ἔφη.
”他说。
οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, ἀίδιον εἶναι σύνθετόν τε ἐκ πολλῶν καὶ μὴ τῇ καλλίστῃ κεχρημένον συνθέσει, ὡς νῦν ἡμῖν ἐφάνη ἡ ψυχή.
“要让一个由许多部分合成、且没有采用最完美合成结构的东西成为永恒,这并不容易,正如灵魂现在向我们所展现出的那样。 ”我说。
οὔκουν εἰκός γε.
“这确实不太可能。
ὅτι μὲν τοίνυν ἀθάνατον ψυχή, καὶ ὁ ἄρτι λόγος καὶ οἱ ἄλλοι ἀναγκάσειαν ἄν· οἷον δʼ ἐστὶν τῇ ἀληθείᾳ, οὐ λελωβημένον δεῖ αὐτὸ θεάσασθαι ὑπό τε τῆς τοῦ σώματος κοινωνίας καὶ ἄλλων κακῶν, ὥσπερ νῦν ἡμεῖς θεώμεθα, ἀλλʼ οἷόν ἐστιν καθαρὸν γιγνόμενον, τοιοῦτον ἱκανῶς λογισμῷ διαθεατέον, καὶ πολύ γε κάλλιον αὐτὸ εὑρήσει καὶ ἐναργέστερον δικαιοσύνας τε καὶ ἀδικίας διόψεται καὶ πάντα ἃ νῦν διήλθομεν.
” “那么,灵魂是不朽的,这不仅是刚才的论证,其他的论证也会强迫我们承认;然而,它在真理中究竟是怎样的,绝不应当在它被与身体的结合以及其他恶所损害的状态下去观察,正如我们现在所观察到的那样,而应当在其变得纯洁时的状态下,用理性进行充分的审视。 这样,人们就会发现它要美丽得多,并且会更清晰地看透正义与不正义,以及我们刚才所经历的一切。
νῦν δὲ εἴπομεν μὲν ἀληθῆ περὶ αὐτοῦ, οἷον ἐν τῷ παρόντι φαίνεται· τεθεάμεθα μέντοι διακείμενον αὐτό, ὥσπερ οἱ τὸν θαλάττιον Γλαῦκον ὁρῶντες οὐκ ἂν ἔτι ῥᾳδίως αὐτοῦ ἴδοιεν τὴν ἀρχαίαν φύσιν, ὑπὸ τοῦ τά τε παλαιὰ τοῦ σώματος μέρη τὰ μὲν ἐκκεκλάσθαι, τὰ δὲ συντετρῖφθαι καὶ πάντως λελωβῆσθαι ὑπὸ τῶν κυμάτων, ἄλλα δὲ προσπεφυκέναι, ὄστρεά τε καὶ φυκία καὶ πέτρας, ὥστε παντὶ μᾶλλον θηρίῳ ἐοικέναι ἢ οἷος ἦν φύσει, οὕτω καὶ τὴν ψυχὴν ἡμεῖς θεώμεθα διακειμένην ὑπὸ μυρίων κακῶν.
但现在我们只是根据它目前的呈现说出了关于它的真理;然而,我们观察到的它的状态,就像那些看到海神格劳科斯的人,不再容易看到他古老的本性一样,因为他身体旧有的部分有的被折断,有的被海浪粉碎并完全损毁,而其他东西则附生在上面,如贝壳、海藻和岩石,以至于他看起来更像任何野兽,而不是他天生的样子;我们所观察到的灵魂,同样也是在被无数的恶所损害的状态下。
ἀλλὰ δεῖ, ὦ Γλαύκων, ἐκεῖσε βλέπειν.
但是,葛劳康,我们必须向那里看去。
ποῖ;
” “向哪里?
ἦ δʼ ὅς.
”他说。
εἰς τὴν φιλοσοφίαν αὐτῆς, καὶ ἐννοεῖν ὧν ἅπτεται καὶ οἵων ἐφίεται ὁμιλιῶν, ὡς συγγενὴς οὖσα τῷ τε θείῳ καὶ ἀθανάτῳ καὶ τῷ ἀεὶ ὄντι, καὶ οἵα ἂν γένοιτο τῷ τοιούτῳ πᾶσα ἐπισπομένη καὶ ὑπὸ ταύτης τῆς ὁρμῆς ἐκκομισθεῖσα ἐκ τοῦ πόντου ἐν ᾧ νῦν ἐστίν, καὶ περικρουσθεῖσα πέτρας τε καὶ ὄστρεα ἃ νῦν αὐτῇ, ἅτε γῆν ἑστιωμένῃ, γεηρὰ καὶ πετρώδη πολλὰ καὶ ἄγρια περιπέφυκεν ὑπὸ τῶν εὐδαιμόνων λεγομένων ἑστιάσεων.
¦611e “向它的爱智之性,并思考它所接触的是什么,它所向往的是怎样的交往,因为它与神圣、不朽和永恒存在之物是同族的;并且,如果它以整个自身跟随这样的事物,并被这种冲动带出它现在所处的深海,并敲掉那些贝壳和岩石——这些贝壳和岩石由于它在大地上赴宴,因那些所谓的幸福宴乐而以泥土、石块和野蛮的形式在其周围大量繁生——那么它会变成什么样子。 ”