§10.607εἰ δὲ τὴν ἡδυσμένην Μοῦσαν παραδέξῃ ἐν μέλεσιν ἢ ἔπεσιν, ἡδονή σοι καὶ λύπη ἐν τῇ πόλει βασιλεύσετον ἀντὶ νόμου τε καὶ τοῦ κοινῇ ἀεὶ δόξαντος εἶναι βελτίστου λόγου.
但是,如果你在抒情诗或史诗中接纳了那被甜化的缪斯,那么在你的城邦中,快乐和痛苦将代替法律以及始终被共同认为最善的理性而共同君临。
ἀληθέστατα, ἔφη.
确实如此,他说。
ταῦτα δή, ἔφην, ἀπολελογήσθω ἡμῖν ἀναμνησθεῖσιν περὶ ποιήσεως, ὅτι εἰκότως ἄρα τότε αὐτὴν ἐκ τῆς πόλεως ἀπεστέλλομεν τοιαύτην οὖσαν· ὁ γὰρ λόγος ἡμᾶς ᾕρει.
「那么这些事情,」我说,「在我们重新回想起关于诗歌的事情时,应当算作我们的辩护:即当时我们因她具有那样的性质而将她逐出城邦,确实是理所当然的;因为理性的论证引导了我们。
προσείπωμεν δὲ αὐτῇ, μὴ καί τινα σκληρότητα ἡμῶν καὶ ἀγροικίαν καταγνῷ, ὅτι παλαιὰ μέν τις διαφορὰ φιλοσοφίᾳ τε καὶ ποιητικῇ·
不过,为了不让她指责我们某种冷酷和粗野,我们要对她说:哲学与诗歌之间自古以来就存在着某种争执。
καὶ γὰρ ἡ
"λακέρυζα πρὸς δεσπόταν κύων"
ἐκείνη
"κραυγάζουσα"
καὶ
"μέγας ἐν ἀφρόνων κενεαγορίαισι"
καὶ ὁ
"τῶν διασόφων ὄχλος κρατῶν"
καὶ οἱ
"λεπτῶς μεριμνῶντες"
, ὅτι ἄρα
"πένονται"
, καὶ ἄλλα μυρία σημεῖα παλαιᾶς ἐναντιώσεως τούτων.
因为,诸如『对着主人吠叫的那只狂吠之犬』、『在愚人的空谈中显得伟大的人』,以及『那群自作聪明的得势之辈』、『精细思索者』说他们终究『贫困』,还有无数其他迹象,都表明了它们之间古老的对立。
ὅμως δὲ εἰρήσθω ὅτι ἡμεῖς γε, εἴ τινα ἔχοι λόγον εἰπεῖν ἡ πρὸς ἡδονὴν ποιητικὴ καὶ ἡ μίμησις, ὡς χρὴ αὐτὴν εἶναι ἐν πόλει εὐνομουμένῃ, ἅσμενοι ἂν καταδεχοίμεθα, ὡς σύνισμέν γε ἡμῖν αὐτοῖς κηλουμένοις ὑπʼ αὐτῆς· ἀλλὰ γὰρ τὸ δοκοῦν ἀληθὲς οὐχ ὅσιον προδιδόναι.
不过,尽管如此,我们还是要说,如果那旨在提供快乐的诗歌和模仿能够提出某种理由,证明她应当存在于一个治理良好的城邦中,我们将会欣然接纳她,因为我们自己也意识到被她所魅惑;然而,背叛那看起来是真理的东西是不虔敬的。
ἦ γάρ, ὦ φίλε, οὐ κηλῇ ὑπʼ αὐτῆς καὶ σύ, καὶ μάλιστα ὅταν διʼ Ὁμήρου θεωρῇς αὐτήν;
朋友,难道你不是自己也被她所魅惑吗,尤其是当你通过荷马去观照她的时候?
πολύ γε.
非常如此。
οὐκοῦν δικαία ἐστὶν οὕτω κατιέναι, ἀπολογησαμένη ἐν μέλει ἤ τινι ἄλλῳ μέτρῳ;
那么,如果她在歌曲或某种其他音步中作了辩护之后,以这种方式重返,不也是正当的吗?
πάνυ μὲν οὖν.
确实如此。
δοῖμεν δέ γέ που ἂν καὶ τοῖς προστάταις αὐτῆς, ὅσοι μὴ ποιητικοί, φιλοποιηταὶ δέ, ἄνευ μέτρου λόγον ὑπὲρ αὐτῆς εἰπεῖν, ὡς οὐ μόνον ἡδεῖα ἀλλὰ καὶ ὠφελίμη πρὸς τὰς πολιτείας καὶ τὸν βίον τὸν ἀνθρώπινόν ἐστιν· καὶ εὐμενῶς ἀκουσόμεθα.
而且,我们大概也允许她的护卫者们——那些自己不会写诗但热爱诗歌的人——用无音步的语言(散文)为她作辩护,说明她不仅令人快乐,而且对城邦政体和人类生活也是有益的;而我们会善意地倾听。
κερδανοῦμεν γάρ που ἐὰν μὴ μόνον ἡδεῖα φανῇ ἀλλὰ καὶ ὠφελίμη.
因为,如果她被表明不仅令人快乐而且有益,我们大概就会获益。
πῶς δʼ οὐ μέλλομεν, ἔφη, κερδαίνειν;
我们怎能不获益呢? 他说。
§10.608εἰ δέ γε μή, ὦ φίλε ἑταῖρε, ὥσπερ οἱ ποτέ του ἐρασθέντες, ἐὰν ἡγήσωνται μὴ ὠφέλιμον εἶναι τὸν ἔρωτα, βίᾳ μέν, ὅμως δὲ ἀπέχονται, καὶ ἡμεῖς οὕτως, διὰ τὸν ἐγγεγονότα μὲν ἔρωτα τῆς τοιαύτης ποιήσεως ὑπὸ τῆς τῶν καλῶν πολιτειῶν τροφῆς, εὖνοι μὲν ἐσόμεθα φανῆναι αὐτὴν ὡς βελτίστην καὶ ἀληθεστάτην, ἕως δʼ ἂν μὴ οἵα τʼ ᾖ ἀπολογήσασθαι, ἀκροασόμεθʼ αὐτῆς ἐπᾴδοντες ἡμῖν αὐτοῖς τοῦτον τὸν λόγον, ὃν λέγομεν, καὶ ταύτην τὴν ἐπῳδήν, εὐλαβούμενοι πάλιν ἐμπεσεῖν εἰς τὸν παιδικόν τε καὶ τὸν τῶν πολλῶν ἔρωτα.
但如果不能,亲爱的伙伴,就像那些曾爱过某人的人,如果他们认为这种爱并无益处,虽然要克制自己很痛苦,但仍然会克制住;同样地,我们也是如此:由于在美好的城邦政体的培养下,我们内心已经植入了对这类诗歌的爱,我们自然希望她能被表明是最优秀、最真实的;但在她能够为自己辩护之前,我们要边听她,边对自己吟诵我们现在所说的这些道理、这首咒语,唯恐重新陷入那童稚且属于大众的爱之中。
ᾀσόμεθα δʼ οὖν ὡς οὐ σπουδαστέον ἐπὶ τῇ τοιαύτῃ ποιήσει ὡς ἀληθείας τε ἁπτομένῃ καὶ σπουδαίᾳ, ἀλλʼ εὐλαβητέον αὐτὴν ὂν τῷ ἀκροωμένῳ, περὶ τῆς ἐν αὑτῷ πολιτείας δεδιότι, καὶ νομιστέα ἅπερ εἰρήκαμεν περὶ ποιήσεως.
因此,我们将要吟唱:不应把这类诗歌当成一件严肃的事,好象它是触及真理且值得严肃对待的;相反,听众在聆听她时必须保持警惕,为自己内心的政体担忧,并必须坚守我们对诗歌所说的这些看法。
παντάπασιν, ἦ δʼ ὅς, σύμφημι.
完全同意,他说,我赞同。
μέγας γάρ, ἔφην, ὁ ἀγών, ὦ φίλε Γλαύκων, μέγας, οὐχ ὅσος δοκεῖ, τὸ χρηστὸν ἢ κακὸν γενέσθαι, ὥστε οὔτε τιμῇ ἐπαρθέντα οὔτε χρήμασιν οὔτε ἀρχῇ οὐδεμιᾷ οὐδέ γε ποιητικῇ ἄξιον ἀμελῆσαι δικαιοσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς.
因为,亲爱的葛劳康,这是一场伟大的斗争,伟大到超出人们的想象:即成为一个好人还是一个坏人;因此,无论是因为名誉的诱惑,还是金钱,或是任何权力,甚至是诗歌,都不值得我们去忽视正义和其余的德性。
σύμφημί σοι, ἔφη, ἐξ ὧν διεληλύθαμεν· οἶμαι δὲ καὶ ἄλλον ὁντινοῦν.
根据我们所讨论的内容,我赞同你,他说,而且我认为任何其他人也都会如此认为。
καὶ μήν, ἦν δʼ ἐγώ, τά γε μέγιστα ἐπίχειρα ἀρετῆς καὶ προκείμενα ἆθλα οὐ διεληλύθαμεν.
「然而,」我说,「对于美德的最大报偿和摆在面前的奖赏,我们还没有讨论过。
ἀμήχανόν τι, ἔφη, λέγεις μέγεθος, εἰ τῶν εἰρημένων μείζω ἐστὶν ἄλλα.
」如果你说还有比已经说过的更大的事物,那你所说的规模可真是大得难以想象了,他说。
τί δʼ ἄν, ἦν δʼ ἐγώ, ἔν γε ὀλίγῳ χρόνῳ μέγα γένοιτο;
但是,我说,在短时间内能有什么事物变得真正伟大呢?
πᾶς γὰρ οὗτός γε ὁ ἐκ παιδὸς μέχρι πρεσβύτου χρόνος πρὸς πάντα ὀλίγος πού τις ἂν εἴη.
因为从孩提时代直到老年,这整个时间相比于无限的全体,大概也不过是极微小的一点而已。
οὐδὲν μὲν οὖν, ἔφη.
确实算不得什么,他说。
τί οὖν;
那又怎样?
οἴει ἀθανάτῳ πράγματι ὑπὲρ τοσούτου δεῖν χρόνου ἐσπουδακέναι, ἀλλʼ οὐχ ὑπὲρ τοῦ παντός;
你认为一个不朽的事物,应当为了这么短的时间去努力,而不是为了无限的全体吗?
οἶμαι ἔγωγʼ, ἔφη· ἀλλὰ τί τοῦτο λέγεις;
我确实这么认为,他说,但你为什么要说这个呢?
οὐκ ᾔσθησαι, ἦν δʼ ἐγώ, ὅτι ἀθάνατος ἡμῶν ἡ ψυχὴ καὶ οὐδέποτε ἀπόλλυται;
难道你没有意识到,我说,我们的灵魂是不朽的,而且永远不会消亡吗?
καὶ ὃς ἐμβλέψας μοι καὶ θαυμάσας εἶπε· μὰ Δίʼ, οὐκ ἔγωγε·
他注视着我,惊奇地说道:凭宙斯起誓,我没有!
σὺ δὲ τοῦτʼ ἔχεις λέγειν;
你真的能说明这一点吗?
εἰ μὴ ἀδικῶ γʼ, ἔφην. οἶμαι δὲ καὶ σύ· οὐδὲν γὰρ χαλεπόν.
如果我没有搞错的话,我说,而且我认为你也可以,因为这并无困难。
ἔμοιγʼ, ἔφη· σοῦ δʼ ἂν ἡδέως ἀκούσαιμι τὸ οὐ χαλεπὸν τοῦτο.
对我来说挺难的,他说,不过我很乐意听你讲讲这个‘不困难’的事。
ἀκούοις ἄν, ἦν δʼ ἐγώ.
那你就听着吧,我说。
λέγε μόνον, ἔφη.
只管说吧,他说。
ἀγαθόν τι, εἶπον, καὶ κακὸν καλεῖς;
你是否认为有什么事物是善的,有什么事物是恶的?
ἔγωγε.
我说。
ἆρʼ οὖν ὥσπερ ἐγὼ περὶ αὐτῶν διανοῇ;
是的。
τὸ ποῖον;
那么你对它们的看法是否和我一样? 是怎样的看法?
τὸ μὲν ἀπολλύον καὶ διαφθεῖρον πᾶν τὸ κακὸν εἶναι, τὸ δὲ σῷζον καὶ ὠφελοῦν τὸ ἀγαθόν.
凡是消灭和破坏一切的就是恶,而凡是保存和有益于一切的就是善。
ἔγωγʼ, ἔφη.
是的,他说。