§10.600ἀλλὰ δή τις πόλεμος ἐπὶ Ὁμήρου ὑπʼ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται;
“但是,在荷马的时代,可曾有哪场战争是在他的指挥或建议下打得漂亮的并为人所铭记?
οὐδείς.
” “没有。
ἀλλʼ οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιος τοῦ Σκύθου;
” “那么,关于工艺或其他活动,可曾有许多适合智者工作的、发明和巧妙的构想被归于他,就像关于米利都的泰勒斯和斯基泰的阿纳哈尔西斯所说的那样?
οὐδαμῶς τοιοῦτον οὐδέν.
” “绝对没有这样的事。
ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικήν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πῃ δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις;
” “但是,即使不是在公家生活里,荷马在生前是否曾在私人生活中成为某些人的教育导师? 这些人因为喜欢与他交往而爱戴他,并向后人传授了某种‘荷马式’的生活方式,就像毕达哥拉斯本人因此而特别受到爱戴,而他的追随者直到今天还将自己的生活方式称为‘毕达哥拉斯式’,并在其他人中显得有些与众不同?
οὐδʼ αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. ὁ γὰρ Κρεώφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γελοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ.
” “格劳孔说:‘苏格拉底啊,如果关于荷马的传说属实,那么荷马的同伴克里奥菲卢斯在教育方面,比起他的名字来可能显得还要荒稽。
λέγεται γὰρ ὡς πολλή τις ἀμέλεια περὶ αὐτὸν ἦν ἐπʼ αὐτοῦ ἐκείνου, ὅτε ἔζη.
因为据说,在他活着的时候,他自己曾遭到极大的冷落。
λέγεται γὰρ οὖν, ἦν δʼ ἐγώ.
’” “确实是这样说的,”我说。
ἀλλʼ οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τʼ ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι ἀλλὰ γιγνώσκειν δυνάμενος, οὐκ ἄρʼ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπʼ αὐτῶν, ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφʼ ἑαυτῶν παριστάναι ἰδίᾳ συγγιγνόμενοι ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὑτῶν διοικεῖν οἷοί τʼ ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν ἐπιστατήσωσιν τῆς παιδείας, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι·
“但是,格劳孔,你认为如果荷马真的能够教育人并使人变得更好,因为他在这些事情上能够真正认识而不仅是模仿,他难道不会赢得许多同伴,并受到他们的尊重和爱戴吗? 而阿布德拉的普罗泰戈拉和凯斯的普罗迪科,以及许多其他人,通过私下的交往,就能使同代人相信,除非由他们来监督自己的教育,否则他们将无法管理自己的家园或城邦;而且因为这种智慧,他们受到了同伴们极其热烈地爱戴,甚至几乎要把他们抬在头上走。
Ὅμηρον δʼ ἄρα οἱ ἐπʼ ἐκείνου, εἴπερ οἷός τʼ ἦν πρὸς ἀρετὴν ὀνῆσαι ἀνθρώπους, ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν ὅπῃ ᾖσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;
那么,如果荷马或赫西俄德能够帮助人们获得美德,他同时代的人难道会容许他们巡回吟诵吗? 难道不会像紧抱黄金一样紧紧抓住他们,强迫他们留在家里吗? 或者如果说服不了,他们难道不会自己充当追随者,无论他们去哪里都跟到哪里,直到他们充分分享了教育吗?
παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν.
” “苏格拉底,”他说,“我认为你说的完全是真理。
§10.601οὐκοῦν τιθῶμεν ἀπὸ Ὁμήρου ἀρξαμένους πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσιν, τῆς δὲ ἀληθείας οὐχ ἅπτεσθαι, ἀλλʼ ὥσπερ νυνδὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτόμον ποιήσει δοκοῦντα εἶναι, αὐτός τε οὐκ ἐπαΐων περὶ σκυτοτομίας καὶ τοῖς μὴ ἐπαΐουσιν, ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσιν;
” “那么,我们是否要判定,从荷马开始的所有诗歌模仿者,都是美德以及他们所创作的其他事物的影像的模仿者,而没有触及真理? 正如我们刚才所说,画家将画出一个看起来像鞋匠的鞋匠,尽管他自己对鞋匠手艺一无所知,而对于同样一无所知、仅凭颜色和形状来观看的人来说也是如此?
πάνυ μὲν οὖν.
” “完全如此。
οὕτω δὴ οἶμαι καὶ τὸν ποιητικὸν φήσομεν χρώματα ἄττα ἑκάστων τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαΐοντα ἀλλʼ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λόγων θεωροῦσι δοκεῖν, ἐάντε περὶ σκυτοτομίας τις λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δοκεῖν λέγεσθαι, ἐάντε περὶ στρατηγίας ἐάντε περὶ ἄλλου ὁτουοῦν·
” “因此,我想我们要说,诗歌创作者也是如此。 他自己除了模仿之外什么也不懂,却用名词和动词给每种技术涂上某种色彩,以至于对其他像他一样、仅凭语言来观看的人来说,当有人用格律、节奏和声调来谈论鞋匠手艺,或将帅之术,或任何其他事情时,都会显得说得好极了。
οὕτω φύσει αὐτὰ ταῦτα μεγάλην τινὰ κήλησιν ἔχειν.
这些东西本身在天性上就具有如此巨大的魔力。
ἐπεὶ γυμνωθέντα γε τῶν τῆς μουσικῆς χρωμάτων τὰ τῶν ποιητῶν, αὐτὰ ἐφʼ αὑτῶν λεγόμενα, οἶμαί σε εἰδέναι οἷα φαίνεται.
因为当诗人的作品被剥去了音乐的色彩、单凭其自身被说出来时,我想你知道它们看起来是什么样子的。
τεθέασαι γάρ που.
因为你一定观察过。
ἔγωγʼ, ἔφη.
” “我观察过,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἔοικεν τοῖς τῶν ὡραίων προσώποις, καλῶν δὲ μή, οἷα γίγνεται ἰδεῖν ὅταν αὐτὰ τὸ ἄνθος προλίπῃ;
“这,”我说,“难道不就像那些正处于青春韶华、却并不美丽的人的脸,当青春的盛开离他们而去时所变成的样子吗?
παντάπασιν, ἦ δʼ ὅς.
” “完全是这样,”他说。
ἴθι δή, τόδε ἄθρει· ὁ τοῦ εἰδώλου ποιητής, ὁ μιμητής, φαμέν, τοῦ μὲν ὄντος οὐδὲν ἐπαΐει, τοῦ δὲ φαινομένου·
“来,看这一点:影像的制作者,即模仿者,我们说,他对存在者一无所知,而只懂得显现者。
οὐχ οὕτως;
难道不是这样吗?
ναί.
” “是的。
μὴ τοίνυν ἡμίσεως αὐτὸ καταλίπωμεν ῥηθέν, ἀλλʼ ἱκανῶς ἴδωμεν.
” “那么,我们不要把这句话只说了一半就丢下,而是要看得足够充分。
λέγε, ἔφη.
” “请说吧,”他说。
ζωγράφος, φαμέν, ἡνίας τε γράψει καὶ χαλινόν;
“我们说,画家会画出手缰和马衔,是吗?
ναί.
” “是的。
ποιήσει δέ γε σκυτοτόμος καὶ χαλκεύς;
” “但鞋匠和铁匠会制作它们,是吗?
πάνυ γε.
” “当然。
ἆρʼ οὖν ἐπαΐει οἵας δεῖ τὰς ἡνίας εἶναι καὶ τὸν χαλινὸν ὁ γραφεύς;
” “那么,画家知道手缰和马衔应当是什么样的吗?
ἢ οὐδʼ ὁ ποιήσας, ὅ τε χαλκεὺς καὶ ὁ σκυτεύς, ἀλλʼ ἐκεῖνος ὅσπερ τούτοις ἐπίσταται χρῆσθαι, μόνος ὁ ἱππικός;
或者甚至连制作它们的铁匠和鞋匠也不知道,而只有知道如何使用它们的人,即唯有骑者才知道?
ἀληθέστατα.
” “确实如此。
ἆρʼ οὖν οὐ περὶ πάντα οὕτω φήσομεν ἔχειν;
” “那么,我们难道不可以说,在所有事情上都是如此吗?
πῶς;
” “怎么说?
περὶ ἕκαστον ταύτας τινὰς τρεῖς τέχνας εἶναι, χρησομένην, ποιήσουσαν, μιμησομένην;
” “关于每一件事物,都有这三种技术:使用的技术、制作的技术、模仿的技术。
ναί.
” “是的。
οὐκοῦν ἀρετὴ καὶ κάλλος καὶ ὀρθότης ἑκάστου σκεύους καὶ ζῴου καὶ πράξεως οὐ πρὸς ἄλλο τι ἢ τὴν χρείαν ἐστίν, πρὸς ἣν ἂν ἕκαστον ᾖ πεποιημένον ἢ πεφυκός;
” “那么,每一种器具、生物和行为的德性、美和正确性,不都是针对那每一个事物被制作或天生被造出来的那个用途吗?
οὕτως.
” “是的。
πολλὴ ἄρα ἀνάγκη τὸν χρώμενον ἑκάστῳ ἐμπειρότατόν τε εἶναι καὶ ἄγγελον γίγνεσθαι τῷ ποιητῇ οἷα ἀγαθὰ ἢ κακὰ ποιεῖ ἐν τῇ χρείᾳ ᾧ χρῆται·
” “因此,大有必要的是,每一个事物的使用者应当是最有经验的,并且要向制作者报告,他在使用所使用的东西时产生了什么好或坏的效果。
οἷον αὐλητής που αὐλοποιῷ ἐξαγγέλλει περὶ τῶν αὐλῶν, οἳ ἂν ὑπηρετῶσιν ἐν τῷ αὐλεῖν, καὶ ἐπιτάξει οἵους δεῖ ποιεῖν, ὁ δʼ ὑπηρετήσει.
例如,笛子演奏者显然会向笛子制作者报告在吹奏中对他有用的笛子,并将指示他应该制作什么样的笛子,而后者将听从服务。
πῶς δʼ οὔ;
” “怎么会不呢?
οὐκοῦν ὁ μὲν εἰδὼς ἐξαγγέλλει περὶ χρηστῶν καὶ πονηρῶν αὐλῶν, ὁ δὲ πιστεύων ποιήσει;
” “那么,知道的人报告好和坏的笛子,而信任他的人制作它们,是吗?
ναί.
” “是的。 ”