§10.602τοῦ αὐτοῦ ἄρα σκεύους ὁ μὲν ποιητὴς πίστιν ὀρθὴν ἕξει περὶ κάλλους τε καὶ πονηρίας, συνὼν τῷ εἰδότι καὶ ἀναγκαζόμενος ἀκούειν παρὰ τοῦ εἰδότος, ὁ δὲ χρώμενος ἐπιστήμην.
因此,对于同一种器具,制作者因为与知道的人交往,并被迫倾听知道的人,从而对它的美与恶拥有正确的信念;而使用者则拥有知识。
πάνυ γε.
确实如此。
ὁ δὲ μιμητὴς πότερον ἐκ τοῦ χρῆσθαι ἐπιστήμην ἕξει περὶ ὧν ἂν γράφῃ, εἴτε καλὰ καὶ ὀρθὰ εἴτε μή, ἢ δόξαν ὀρθὴν διὰ τὸ ἐξ ἀνάγκης συνεῖναι τῷ εἰδότι καὶ ἐπιτάττεσθαι οἷα χρὴ γράφειν;
而模仿者对于他所描绘的事物,无论是美是正还是相反,难道会因为使用它而拥有知识,还是会因为必然与知道的人交往并被指派应该如何描绘,从而拥有正确的意见?
οὐδέτερα.
两者都不是。
οὔτε ἄρα εἴσεται οὔτε ὀρθὰ δοξάσει ὁ μιμητὴς περὶ ὧν ἂν μιμῆται πρὸς κάλλος ἢ πονηρίαν.
因此,模仿者对于他所模仿的事物,在美或恶方面,既不会有知识,也不会有正确的意见。
οὐκ ἔοικεν.
看来是不像。
χαρίεις ἂν εἴη ὁ ἐν τῇ ποιήσει μιμητικὸς πρὸς σοφίαν περὶ ὧν ἂν ποιῇ.
那么在诗歌创作中的模仿者,对于他所创作的事物的智慧而言,还真是了不起啊。
οὐ πάνυ.
一点也不。
ἀλλʼ οὖν δὴ ὅμως γε μιμήσεται, οὐκ εἰδὼς περὶ ἑκάστου ὅπῃ πονηρὸν ἢ χρηστόν· ἀλλʼ, ὡς ἔοικεν, οἷον φαίνεται καλὸν εἶναι τοῖς πολλοῖς τε καὶ μηδὲν εἰδόσιν, τοῦτο μιμήσεται.
但无论如何他还是会去模仿,尽管他并不知道每件事物在何种程度上是坏的或好的;但是,正如看起来那样,凡是在那些一无所知的普通人看来是美的东西,他就会去模仿它。
τί γὰρ ἄλλο;
不然还能是什么呢?
ταῦτα μὲν δή, ὥς γε φαίνεται, ἐπιεικῶς ἡμῖν διωμολόγηται, τόν τε μιμητικὸν μηδὲν εἰδέναι ἄξιον λόγου περὶ ὧν μιμεῖται, ἀλλʼ εἶναι παιδιάν τινα καὶ οὐ σπουδὴν τὴν μίμησιν, τούς τε τῆς τραγικῆς ποιήσεως ἁπτομένους ἐν ἰαμβείοις καὶ ἐν ἔπεσι πάντας εἶναι μιμητικοὺς ὡς οἷόν τε μάλιστα.
那么,这些事情,正如显现的那样,已经在我们之间得到了相当充分的公认:即模仿者对于他所模仿的事物,一无所知到不值一提的程度,而模仿只是一种游戏,而非严肃的事业,并且那些在雅姆诗和史诗中从事悲剧创作的人,全都是最大程度上的模仿者。
πάνυ μὲν οὖν.
完全如此。
πρὸς Διός, ἦν δʼ ἐγώ, τὸ δὲ δὴ μιμεῖσθαι τοῦτο οὐ περὶ τρίτον μέν τί ἐστιν ἀπὸ τῆς ἀληθείας;
“凭着宙斯起誓,”我说,“但这种模仿,难道不就是关于那距离真理第三等的事物吗?
ἦ γάρ;
难道不是吗?
ναί.
” “是的。
πρὸς δὲ δὴ ποῖόν τί ἐστιν τῶν τοῦ ἀνθρώπου ἔχον τὴν δύναμιν ἣν ἔχει;
” “那么它所拥有的这种力量,是针对人的灵魂中哪一部分而起作用的呢?
τοῦ ποίου τινὸς πέρι λέγεις;
” “你是指哪一部分?
τοῦ τοιοῦδε· ταὐτόν που ἡμῖν μέγεθος ἐγγύθεν τε καὶ πόρρωθεν διὰ τῆς ὄψεως οὐκ ἴσον φαίνεται.
” “比如以下情况:同一个大小的东西,从近处看和从远处看,通过视觉在我们看来是不一样大的。
οὐ γάρ.
” “的确不。
καὶ ταὐτὰ καμπύλα τε καὶ εὐθέα ἐν ὕδατί τε θεωμένοις καὶ ἔξω, καὶ κοῖλά τε δὴ καὶ ἐξέχοντα διὰ τὴν περὶ τὰ χρώματα αὖ πλάνην τῆς ὄψεως, καὶ πᾶσά τις ταραχὴ δήλη ἡμῖν ἐνοῦσα αὕτη ἐν τῇ ψυχῇ·
” “同样的事物,在水中看和在水外看,会显得弯曲或笔直;又因为对颜色的视觉错觉,会显得凹陷或凸出。 显然,这种种种种的混乱都存在于我们的灵魂中。
ᾧ δὴ ἡμῶν τῷ παθήματι τῆς φύσεως ἡ σκιαγραφία ἐπιθεμένη γοητείας οὐδὲν ἀπολείπει, καὶ ἡ θαυματοποιία καὶ αἱ ἄλλαι πολλαὶ τοιαῦται μηχαναί.
阴影画正是利用了我们天性中的这种弱点,其魔力不亚于巫术,奇术和其他许多此类发明也是如此。
ἀληθῆ.
” “真实。
ἆρʼ οὖν οὐ τὸ μετρεῖν καὶ ἀριθμεῖν καὶ ἱστάναι βοήθειαι χαριέσταται πρὸς αὐτὰ ἐφάνησαν, ὥστε μὴ ἄρχειν ἐν ἡμῖν τὸ φαινόμενον μεῖζον ἢ ἔλαττον ἢ πλέον ἢ βαρύτερον, ἀλλὰ τὸ λογισάμενον καὶ μετρῆσαν ἢ καὶ στῆσαν;
” “那么,测量、数数和称重,难道不是针对这些情况最妙的援助吗? 从而使得在我们的灵魂中起主导作用的,不是那个显得更大、更小、更多或更重的东西,而是那个进行了计算、测量或称重的东西?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
ἀλλὰ μὴν τοῦτό γε τοῦ λογιστικοῦ ἂν εἴη τοῦ ἐν ψυχῇ ἔργον.
” “可是,这确实是灵魂中理性计算部分的工作吧。
τούτου γὰρ οὖν.
” “确实是它的工作。
τούτῳ δὲ πολλάκις μετρήσαντι καὶ σημαίνοντι μείζω ἄττα εἶναι ἢ ἐλάττω ἕτερα ἑτέρων ἢ ἴσα τἀναντία φαίνεται ἅμα περὶ ταὐτά.
” “然而,尽管这一部分进行了多次测量,并指示出某些东西比另一些大、小或相等,但与此同时,针对同样的事物却会显现出相反的情况。
ναί.
” “是的。
οὐκοῦν ἔφαμεν τῷ αὐτῷ ἅμα περὶ ταὐτὰ ἐναντία δοξάζειν ἀδύνατον εἶναι;
” “那么,我们难道没有说过,同一个部分在同一时间对同一事物持有相反的意见是不可能的吗?
καὶ ὀρθῶς γʼ ἔφαμεν.
” “是的,我们说得非常正确。 ”