§10.597τί δὲ ὁ κλινοποιός;
“那么床匠呢?
οὐκ ἄρτι μέντοι ἔλεγες ὅτι οὐ τὸ εἶδος ποιεῖ, ὃ δή φαμεν εἶναι ὃ ἔστι κλίνη, ἀλλὰ κλίνην τινά;
你刚才不正是说,他所制作的外在形式并不是那个形相(即我们所说的‘床之所是’),而只是某张特定的床吗?
ἔλεγον γάρ.
” “我确实是这样说的。
οὐκοῦν εἰ μὴ ὃ ἔστιν ποιεῖ, οὐκ ἂν τὸ ὂν ποιοῖ, ἀλλά τι τοιοῦτον οἷον τὸ ὄν, ὂν δὲ οὔ·
” “那么,如果他所做的不是‘那所是者’,他就不是在制作‘存在者’,而是在制作某种类似于‘存在者’但又不是‘存在者’的东西?
τελέως δὲ εἶναι ὂν τὸ τοῦ κλινουργοῦ ἔργον ἢ ἄλλου τινὸς χειροτέχνου εἴ τις φαίη, κινδυνεύει οὐκ ἂν ἀληθῆ λέγειν;
如果有人说床匠或任何其他手艺人的作品是完全真实的存在,他恐怕不会是在说真话吧?
οὔκουν, ἔφη, ὥς γʼ ἂν δόξειεν τοῖς περὶ τοὺς τοιούσδε λόγους διατρίβουσιν.
” “至少,”他说,“在那些致力于此类讨论的人看来,确实如此。
μηδὲν ἄρα θαυμάζωμεν εἰ καὶ τοῦτο ἀμυδρόν τι τυγχάνει ὂν πρὸς ἀλήθειαν.
” “那么,如果这件作品相对于真理来说也是某种模糊不清的东西,我们也不必感到惊奇了。
μὴ γάρ.
” “确实不必。
βούλει οὖν, ἔφην, ἐπʼ αὐτῶν τούτων ζητήσωμεν τὸν μιμητὴν τοῦτον, τίς ποτʼ ἐστίν;
” “那么,”我说,“你想让我们就在这些事物的基础上来探寻这位模仿者究竟是谁吗?
εἰ βούλει, ἔφη.
” “如果您愿意的话,”他说。
οὐκοῦν τριτταί τινες κλῖναι αὗται γίγνονται· μία μὲν ἡ ἐν τῇ φύσει οὖσα, ἣν φαῖμεν ἄν, ὡς ἐγᾦμαι, θεὸν ἐργάσασθαι.
“那么,这就出现了三种不同的床:一种是存在于自然之中的,我想我们会说这是神所制作的。
ἢ τίνʼ ἄλλον;
或者还能是谁呢?
οὐδένα, οἶμαι.
我想没有别人了。
μία δέ γε ἣν ὁ τέκτων.
” “确实如此。 ” “另一种则是木匠做的。
ναί, ἔφη.
” “是的,”他说。
μία δὲ ἣν ὁ ζωγράφος.
“还有一种则是画家画的。
ἦ γάρ;
难道不是吗?
ἔστω.
” “姑且算作这样吧。
ζωγράφος δή, κλινοποιός, θεός, τρεῖς οὗτοι ἐπιστάται τρισὶν εἴδεσι κλινῶν.
” “画家、床匠、神:这三者就是这三种不同形态的床的主宰者。
ναὶ τρεῖς.
” “是的,三者。
ὁ μὲν δὴ θεός, εἴτε οὐκ ἐβούλετο, εἴτε τις ἀνάγκη ἐπῆν μὴ πλέον ἢ μίαν ἐν τῇ φύσει ἀπεργάσασθαι αὐτὸν κλίνην, οὕτως ἐποίησεν μίαν μόνον αὐτὴν ἐκείνην ὃ ἔστιν κλίνη·
” “神呢,或许是因为他不想,也或者是由于某种必然性的限制,使他在自然中只能制作一张床,因此他只制作了那唯一的一张,即‘床之所是’本身。
δύο δὲ τοιαῦται ἢ πλείους οὔτε ἐφυτεύθησαν ὑπὸ τοῦ θεοῦ οὔτε μὴ φυῶσιν.
因此,这样的床,无论是两张还是更多,既不曾由神种下,以后也绝不会生长出来。
πῶς δή;
” “这又是为什么呢?
ἔφη.
”他说。
ὅτι, ἦν δʼ ἐγώ, εἰ δύο μόνας ποιήσειεν, πάλιν ἂν μία ἀναφανείη ἧς ἐκεῖναι ἂν αὖ ἀμφότεραι τὸ εἶδος ἔχοιεν, καὶ εἴη ἂν ὃ ἔστιν κλίνη ἐκείνη ἀλλʼ οὐχ αἱ δύο.
“因为,”我说,“如果他只做了两张,那么就会再次出现另外一张,而那两张床又都会具有这一张的形相,于是那一张才会是‘床之所是’,而不是这两张。
ὀρθῶς, ἔφη.
” “完全正确,”他说。
ταῦτα δὴ οἶμαι εἰδὼς ὁ θεός, βουλόμενος εἶναι ὄντως κλίνης ποιητὴς ὄντως οὔσης, ἀλλὰ μὴ κλίνης τινὸς μηδὲ κλινοποιός τις, μίαν φύσει αὐτὴν ἔφυσεν.
“我想,神正是因为知道这一点,并且希望自己成为真正存在的床的真实制作者,而不是某张特定床的制造者,也不是一个普通的床匠,所以才在自然中只产生了一张唯一的床。
ἔοικεν.
” “看来是这样。
βούλει οὖν τοῦτον μὲν φυτουργὸν τούτου προσαγορεύωμεν, ἤ τι τοιοῦτον;
” “那么,你愿意我们称他为这个东西的‘自然生植者’,或者类似的称呼吗?
δίκαιον γοῦν, ἔφη, ἐπειδήπερ φύσει γε καὶ τοῦτο καὶ τἆλλα πάντα πεποίηκεν.
” “这至少是公允的,”他说,“因为他确实是通过自然制造了这件东西以及其他所有东西。
τί δὲ τὸν τέκτονα;
” “那么木匠呢?
ἆρʼ οὐ δημιουργὸν κλίνης;
难道他不是床的制作者吗?
ναί.
” “是的。
ἦ καὶ τὸν ζωγράφον δημιουργὸν καὶ ποιητὴν τοῦ τοιούτου;
” “那么,画家也是这类东西的制作者和创造者吗?
οὐδαμῶς.
” “绝非如此。
ἀλλὰ τί αὐτὸν κλίνης φήσεις εἶναι;
” “那么,你会说他是床的什么人呢?
τοῦτο, ἦ δʼ ὅς, ἔμοιγε δοκεῖ μετριώτατʼ ἂν προσαγορεύεσθαι, μιμητὴς οὗ ἐκεῖνοι δημιουργοί.
” “这个名称,”他说,“在我看来是最适度的称呼了:那两个人在制作时所制造之物的‘模仿者’。
εἶεν, ἦν δʼ ἐγώ·
” “好极了,”我说,“那么,你是把那个与自然的产物相隔三代之作的制作人称为‘模仿者’了?
τὸν τοῦ τρίτου ἄρα γεννήματος ἀπὸ τῆς φύσεως μιμητὴν καλεῖς;
” “正是如此,”他说。
πάνυ μὲν οὖν, ἔφη.
“由此看来,悲剧诗人如果确实是模仿者,他在天性上也就是与‘国王’和‘真理’相隔三代的第三者,所有其他模仿者也是如此。
τοῦτʼ ἄρα ἔσται καὶ ὁ τραγῳδοποιός, εἴπερ μιμητής ἐστι, τρίτος τις ἀπὸ βασιλέως καὶ τῆς ἀληθείας πεφυκώς, καὶ πάντες οἱ ἄλλοι μιμηταί.
” “看来是这样。
κινδυνεύει.
”