§1.353τί δέ;
“그럼 이건 어떤가?
μαχαίρᾳ ἂν ἀμπέλου κλῆμα ἀποτέμοις καὶ σμίλῃ καὶ ἄλλοις πολλοῖς; πῶς γὰρ οὔ; ἀλλʼ οὐδενί γʼ ἂν οἶμαι οὕτω καλῶς ὡς δρεπάνῳ τῷ ἐπὶ τούτῳ ἐργασθέντι. ἀληθῆ. ἆρʼ οὖν οὐ τοῦτο τούτου ἔργον θήσομεν; θήσομεν μὲν οὖν. νῦν δὴ οἶμαι ἄμεινον ἂν μάθοις ὃ ἄρτι ἠρώτων, πυνθανόμενος εἰ οὐ τοῦτο ἑκάστου εἴη ἔργον ὃ ἂν ἢ μόνον τι ἢ κάλλιστα τῶν ἄλλων ἀπεργάζηται.
자네는 포도나무 가지를 작은 칼로도, 끌로도, 그리고 다른 많은 도구로도 잘라낼 수 있지 않은가?” “어찌 그렇지 않겠는가.” “하지만 이를 위해 만들어진 낫만큼 훌륭하게 잘라낼 수 있는 것은 아무것도 없다고 나는 생각하네만.” “참말이네.” “그렇다면 우리는 이것을 그것의 기능이라고 규정하지 않겠는가?” “규정할 것이네.” “이제 자네는 내가 조금 전에 물었던 것, 즉 각각의 기능이란 오직 그것만으로 할 수 있거나 다른 것들에 비해 가장 훌륭하게 해낼 수 있는 일이 아닌가 하고 물었던 취지를 더 잘 이해할 수 있을 것이네.” “예,” 그가 말했네.
ἀλλά, ἔφη, μανθάνω τε καί μοι δοκεῖ τοῦτο ἑκάστου πράγματος ἔργον εἶναι. εἶεν, ἦν δʼ ἐγώ.
“이해하며, 참으로 이것이 개별 사물의 기능인 듯하네.” “좋네,” 내가 말했네.
οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται;
“그렇다면 어떤 기능이 배정되어 있는 개별 사물에는 저마다 덕 또한 있다고 생각하는가?
ἴωμεν δὲ ἐπὶ τὰ αὐτὰ πάλιν·
다시 동일한 예들로 돌아가 보세.
ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον; ἔστιν. ἆρʼ οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν; καὶ ἀρετή. τί δέ; ὤτων ἦν τι ἔργον; ναί. οὐκοῦν καὶ ἀρετή; καὶ ἀρετή. τί δὲ πάντων πέρι τῶν ἄλλων;
우리가 말하기를, 눈의 어떤 기능이 있는가?” “있네.” “그렇다면 눈의 덕 또한 있는가?” “덕 또한 있네.” “그럼 귀의 어떤 기능이 있었는가?” “그렇다네.” “그렇다면 덕 또한 있는가?” “덕 또한 있네.” “그럼 다른 모든 것들에 대해서도 마찬가지가 아니겠는가?
οὐχ οὕτω; οὕτω. ἔχε δή·
그렇지 않은가?” “그렇다네.” “자, 그렇다면 들어 보게.
ἆρʼ ἄν ποτε ὄμματα τὸ αὑτῶν ἔργον καλῶς ἀπεργάσαιντο μὴ ἔχοντα τὴν αὑτῶν οἰκείαν ἀρετήν, ἀλλʼ ἀντὶ τῆς ἀρετῆς κακίαν; καὶ πῶς ἄν; ἔφη·
만일 눈이 자신에게 고유한 덕을 가지지 못하고, 그 덕 대신에 악덕을 가진다면, 자신들의 기능을 훌륭하게 해낼 수 있겠는가?” “어찌 그럴 수 있겠는가?” 그가 말했네.
τυφλότητα γὰρ ἴσως λέγεις ἀντὶ τῆς ὄψεως. ἥτις, ἦν δʼ ἐγώ, αὐτῶν ἡ ἀρετή·
“자네는 아마 시력 대신 실명을 염두에 두고 말하는 것이겠지.” “그것이 무엇이든 간에,” 내가 말했네. “그것이 그것들의 덕이네.
οὐ γάρ πω τοῦτο ἐρωτῶ, ἀλλʼ εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς. ἀληθές, ἔφη, τοῦτό γε λέγεις.
왜냐하면 나는 아직 그것을 묻는 것이 아니라, 고유한 덕 덕분에 기능하는 것들이 자신들의 기능을 잘 해내고, 악덕 덕분에 잘못 해내게 되는가 하는 점을 묻고 있기 때문이네.” “그 점에 관해서라면 참으로 맞는 말을 하고 있네,” 그가 말했네.
οὐκοῦν καὶ ὦτα στερόμενα τῆς αὑτῶν ἀρετῆς κακῶς τὸ αὑτῶν ἔργον ἀπεργάσεται; πάνυ γε. τίθεμεν οὖν καὶ τἆλλα πάντα εἰς τὸν αὐτὸν λόγον; ἔμοιγε δοκεῖ. ἴθι δή, μετὰ ταῦτα τόδε σκέψαι.
“그렇다면 귀 역시 자신들의 덕을 빼앗긴다면, 자신들의 기능을 잘못 해내지 않겠는가?” “참으로 그렇군.” “그렇다면 다른 모든 것들도 동일한 논리에 귀속시키겠는가?” “나에게는 그렇게 보이네.” “자, 그렇다면 이다음에 이것을 검토해 보게.
ψυχῆς ἔστιν τι ἔργον ὃ ἄλλῳ τῶν ὄντων οὐδʼ ἂν ἑνὶ πράξαις, οἷον τὸ τοιόνδε·
혼의 기능 중에서, 존재하는 다른 어떤 것으로도 행할 수 없고 오직 혼으로만 행할 수 있는 일이 있는가?
τὸ ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ βουλεύεσθαι καὶ τὰ τοιαῦτα πάντα, ἔσθʼ ὅτῳ ἄλλῳ ἢ ψυχῇ δικαίως ἂν αὐτὰ ἀποδοῖμεν καὶ φαῖμεν ἴδια ἐκείνης εἶναι; οὐδενὶ ἄλλῳ. τί δʼ αὖ τὸ ζῆν;
예컨대 보살피는 것, 지배하는 것, 심사숙고하는 것, 그리고 이와 같은 모든 일들을, 우리가 혼 이외의 다른 어떤 것에 정당하게 돌리며 그것의 고유한 일이라고 말할 수 있겠는가?” “다른 어떤 것에도 돌릴 수 없네.” “그렇다면 살아가는 것은 어떤가?
οὐ ψυχῆς φήσομεν ἔργον εἶναι; μάλιστά γʼ, ἔφη.
우리는 이것을 혼의 기능이라고 말하지 않겠는가?” “가장 강력하게 그러할 것이네,” 그가 말했네.
οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι; φαμέν. ἆρʼ οὖν ποτε, ὦ Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἢ ἀδύνατον; ἀδύνατον. ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς ἄρχειν καὶ ἐπιμελεῖσθαι, τῇ δὲ ἀγαθῇ πάντα ταῦτα εὖ πράττειν. ἀνάγκη. οὐκοῦν ἀρετήν γε συνεχωρήσαμεν ψυχῆς εἶναι δικαιοσύνην, κακίαν δὲ ἀδικίαν; συνεχωρήσαμεν γάρ. ἡ μὲν ἄρα δικαία ψυχὴ καὶ ὁ δίκαιος ἀνὴρ εὖ βιώσεται, κακῶς δὲ ὁ ἄδικος. φαίνεται, ἔφη, κατὰ τὸν σὸν λόγον.
“그렇다면 우리는 혼의 어떤 덕 또한 있다고 말하겠는가?” “말하네.” “그렇다면 트라시마코스여, 혼은 자신에게 고유한 덕을 빼앗기고서 자신들의 기능들을 잘 해낼 수 있겠는가, 아니면 불가능하겠는가?” “불가능하네.” “따라서 나쁜 혼은 악하게 지배하고 보살필 것이며, 좋은 혼은 이 모든 일들을 잘 행할 수밖에 없네.” “그럴 수밖에 없네.” “그런데 우리는 혼의 덕이 정의이고, 악덕이 불의라는 점에 합의하지 않았는가?” “합의했지.” “그렇다면 정의로운 혼과 정의로운 사람은 잘 살아갈 것이고, 불의한 사람은 악하게 살아갈 것이네.” “자네의 논리에 따르면 그렇게 보이는군,” 그가 말했네.
§1.354ἀλλὰ μὴν ὅ γε εὖ ζῶν μακάριός τε καὶ εὐδαίμων, ὁ δὲ μὴ τἀναντία. πῶς γὰρ οὔ; ὁ μὲν δίκαιος ἄρα εὐδαίμων, ὁ δʼ ἄδικος ἄθλιος. ἔστω, ἔφη.
“그런데 참으로 잘 살아가는 사람은 축복받고 행복하지만, 그렇지 못한 사람은 그 반대이네.” “어찌 그렇지 않겠는가.” “그렇다면 정의로운 사람은 행복하고, 불의한 사람은 비참하겠군.” “그렇다고 해 두세,” 그가 말했네.
ἀλλὰ μὴν ἄθλιόν γε εἶναι οὐ λυσιτελεῖ, εὐδαίμονα δέ. πῶς γὰρ οὔ; οὐδέποτʼ ἄρα, ὦ μακάριε Θρασύμαχε, λυσιτελέστερον ἀδικία δικαιοσύνης. ταῦτα δή σοι, ἔφη, ὦ Σώκρατες, εἱστιάσθω ἐν τοῖς Βενδιδίοις.
“하지만 참으로 비참한 것은 유익하지 않고, 행복한 것이 유익하네.” “어찌 그렇지 않겠는가.” “그렇다면 사랑하는 트라시마코스여, 결코 불의가 정의보다 더 유익할 수는 없네.” “소크라테스여, 이것은 벤디스 축제에서 자네에게 대접하는 대접으로 삼아 두시게나,” 그가 말했네.
ὑπὸ σοῦ γε, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ἐπειδή μοι πρᾷος ἐγένου καὶ χαλεπαίνων ἐπαύσω.
“자네 덕분이라네, 트라시마코스여,” 내가 말했네. “자네가 나에게 온순해졌고 화내는 것을 멈추어 주었으니 말이네.
οὐ μέντοι καλῶς γε εἱστίαμαι, διʼ ἐμαυτὸν ἀλλʼ οὐ διὰ σέ·
하지만 나는 대접을 잘 받지는 못했네. 이는 나 자신 때문이지 자네 때문이 아니네.
ἀλλʼ ὥσπερ οἱ λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω, πρὶν ὃ τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτʼ ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἡ ἀδικία τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν ἀπʼ ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν εἰδέναι·
마치 탐욕스러운 자들이 계속해서 내어오는 음식들을, 이전 음식을 적절히 즐기기도 전에 낚아채서 맛보는 것처럼, 나 역시 우리가 처음에 찾고자 했던 것, 즉 정의가 도대체 무엇인가 하는 점을 찾아내기도 전에 그것을 내팽개쳐 버리고, 그것이 악덕이며 무지인지 아니면 지혜이며 덕인지 검토하는 데로 돌진해 버린 듯하네. 그리고 나중에 ‘불의가 정의보다 더 유익하다’는 논의가 끼어들었을 때에도, 나는 이전 것에서 벗어나 이쪽으로 나아가는 것을 삼가지 못했네. 그리하여 지금 나에게는 이 대화로부터 아무것도 알지 못한다는 결과가 생기고 말았네.
ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ὅ ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων.
왜냐하면 내가 정의가 무엇인지 알지 못하는 한, 그것이 어떤 덕인지 아닌지, 그리고 그것을 가진 자가 행복하지 않은지 혹은 행복한지 도무지 알 수 없을 것이기 때문이네.”},