Humanitext Reader

柏拉图 · 理想国 §1.349

正义者的超越行为与技艺的类比

第 15 段,共 153 段 · 希腊语

内容简介

苏格拉底比较了正义者与不正义者的行为模式(是否企图超越同类或异类),并通过音乐和医术等专业技术人员的类比,指出专业人士在调音或行医时不企图超越同行,而只企图超越外行。

§1.349εἰ γὰρ λυσιτελεῖν μὲν τὴν ἀδικίαν ἐτίθεσο, κακίαν μέντοι ἢ αἰσχρὸν αὐτὸ ὡμολόγεις εἶναι ὥσπερ ἄλλοι τινές, εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες·
“因为,如果你假设不正义是有利的,但像其他某些人那样,承认它本身是一种恶德或可耻的事,我们本可以按照通常的观念说话,从而有话可说。
νῦν δὲ δῆλος εἶ ὅτι φήσεις αὐτὸ καὶ καλὸν καὶ ἰσχυρὸν εἶναι καὶ τἆλλα αὐτῷ πάντα προσθήσεις ἃ ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι.
但现在很明显,你会说它既美又强,并且会把我们归之于正义的所有其他特征都归之于它,因为你甚至敢于把它归入美德和智慧之列。
ἀληθέστατα, ἔφη, μαντεύῃ.
” “你预测得极准,”他说。
ἀλλʼ οὐ μέντοι, ἦν δʼ ἐγώ, ἀποκνητέον γε τῷ λόγῳ ἐπεξελθεῖν σκοπούμενον, ἕως ἄν σε ὑπολαμβάνω λέγειν ἅπερ διανοῇ.
“然而,”我说,“只要我认为你是在说你的真实想法,我们就不应该畏缩,而应当继续通过论辩进行审视。
ἐμοὶ γὰρ δοκεῖς σύ, ὦ Θρασύμαχε, ἀτεχνῶς νῦν οὐ σκώπτειν, ἀλλὰ τὰ δοκοῦντα περὶ τῆς ἀληθείας λέγειν.
因为在我看来,色拉叙马霍斯,你现在绝对不是在开玩笑,而是在说你对真理的真实看法。
τί δέ σοι, ἔφη, τοῦτο διαφέρει, εἴτε μοι δοκεῖ εἴτε μή, ἀλλʼ οὐ τὸν λόγον ἐλέγχεις;
” “这对你有什么关系呢,”他说,“无论我信不信,你为什么不直接去论驳这个论点呢?
οὐδέν, ἦν δʼ ἐγώ.
” “确实没什么关系,”我说。
ἀλλὰ τόδε μοι πειρῶ ἔτι πρὸς τούτοις ἀποκρίνασθαι· ὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν;
“但请在这些之外,再试着回答我这个问题:在你看来,正义的人会想比另一个正义的人占更多便宜吗?
οὐδαμῶς, ἔφη· οὐ γὰρ ἂν ἦν ἀστεῖος, ὥσπερ νῦν, καὶ εὐήθης.
” “决不,”他说,“否则他就不会像现在这样温和而愚直了。
τί δέ; τῆς δικαίας πράξεως;
” “那么,比正义的行为占更多便宜呢?
οὐδὲ τῆς δικαίας, ἔφη.
” “连比正义的行为也不想,”他说。
τοῦ δὲ ἀδίκου πότερον ἀξιοῖ ἂν πλεονεκτεῖν καὶ ἡγοῖτο δίκαιον εἶναι, ἢ οὐκ ἂν ἡγοῖτο;
“那么对于不正义的人,他会要求占便宜,并且认为这是正义的吗,还是不认为?
ἡγοῖτʼ ἄν, ἦ δʼ ὅς, καὶ ἀξιοῖ, ἀλλʼ οὐκ ἂν δύναιτο.
” “他会这样认为,”他说,“也会这样要求,但他不会做得到。
ἀλλʼ οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἐρωτῶ, ἀλλʼ εἰ τοῦ μὲν δικαίου μὴ ἀξιοῖ πλέον ἔχειν μηδὲ βούλεται ὁ δίκαιος, τοῦ δὲ ἀδίκου;
” “但我不是问这个,”我说,“而是问:正义的人是不是不要求也不愿意比正义的人占更多便宜,却对不正义的人这样做?
ἀλλʼ οὕτως, ἔφη, ἔχει.
” “情况正是这样,”他说。
τί δὲ δὴ ὁ ἄδικος;
“那么不正义的人呢?
ἆρα ἀξιοῖ τοῦ δικαίου πλεονεκτεῖν καὶ τῆς δικαίας πράξεως;
他会要求比正义的人和正义的行为占更多便宜吗?
πῶς γὰρ οὔκ;
” “怎么不呢?
ἔφη, ὅς γε πάντων πλέον ἔχειν ἀξιοῖ;
”他说,“因为他要求比所有的人占便宜。
οὐκοῦν καὶ ἀδίκου γε ἀνθρώπου τε καὶ πράξεως ὁ ἄδικος πλεονεκτήσει καὶ ἁμιλλήσεται ὡς ἁπάντων πλεῖστον αὐτὸς λάβῃ;
” “那么,不正义的人也会在面对不正义的人和不正义的行为时占便宜,并力图使自己得到最多吗?
ἔστι ταῦτα.
” “正是这样。
ὧδε δὴ λέγωμεν, ἔφην· ὁ δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτεῖ, τοῦ δὲ ἀνομοίου, ὁ δὲ ἄδικος τοῦ τε ὁμοίου καὶ τοῦ ἀνομοίου;
” “那我们就像这样说吧,”我说,“正义的人不比他的同类占便宜,而是比他的异类占便宜;而不正义的人则既比他的同类也比他的异类占便宜?
ἄριστα, ἔφη, εἴρηκας.
” “你说得好极了,”他说。
ἔστιν δέ γε, ἔφην, φρόνιμός τε καὶ ἀγαθὸς ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐδέτερα;
“而且,”我说,“不正义的人既聪明又好,而正义的人两样都不是?
καὶ τοῦτʼ, ἔφη, εὖ.
” “这也说得对,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἔοικε τῷ φρονίμῳ καὶ τῷ ἀγαθῷ ὁ ἄδικος, ὁ δὲ δίκαιος οὐκ ἔοικεν;
“那么,”我说,“不正义的人也像聪明和好的人,而正义的人不像?
πῶς γὰρ οὐ μέλλει, ἔφη, ὁ τοιοῦτος ὢν καὶ ἐοικέναι τοῖς τοιούτοις, ὁ δὲ μὴ ἐοικέναι;
” “既然他是这样的人,怎么会不像这样的人呢?
καλῶς.
而正义的人自然不像。
τοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν;
” “好。
ἀλλὰ τί μέλλει;
那么他们每一个人都是他所相像的那种人吗?
ἔφη.
” “还能是什么呢?
εἶεν, ὦ Θρασύμαχε·
”他说。
μουσικὸν δέ τινα λέγεις, ἕτερον δὲ ἄμουσον;
“好吧,色拉叙马霍斯。
ἔγωγε.
你把某个人称为有音乐素养的人,而把另一个人称为没有音乐素养的人吗?
πότερον φρόνιμον καὶ πότερον ἄφρονα;
” “我承认。
τὸν μὲν μουσικὸν δήπου φρόνιμον, τὸν δὲ ἄμουσον ἄφρονα.
” “哪一个聪明,哪一个愚蠢?
οὐκοῦν καὶ ἅπερ φρόνιμον, ἀγαθόν, ἃ δὲ ἄφρονα, κακόν;
” “有音乐素养的人自然聪明,没有音乐素养的人愚蠢。
ναί.
” “那么,聪明的人就是好的,愚蠢的人就是坏的吗?
τί δὲ ἰατρικόν;
” “是的。
οὐχ οὕτως;
” “那么关于医术呢?
οὕτως.
不也是这样吗?
δοκεῖ ἂν οὖν τίς σοι, ὦ ἄριστε, μουσικὸς ἀνὴρ ἁρμοττόμενος λύραν ἐθέλειν μουσικοῦ ἀνδρὸς ἐν τῇ ἐπιτάσει καὶ ἀνέσει τῶν χορδῶν πλεονεκτεῖν ἢ ἀξιοῦν πλέον ἔχειν;
” “也是这样。
οὐκ ἔμοιγε.
” “那么,优秀的朋友,在你看来,一个有音乐素养的人在给竖琴调音时,会在弦的紧缩和松弛上,想要比另一个有音乐素养的人占更多便宜,或者要求得到更多吗?
τί δέ;
” “我觉得不会。
ἀμούσου;
” “那么,对没有音乐素养的人呢?
ἀνάγκη, ἔφη.
” “必然如此,”他说。

词汇与语法注释

  1. 349εἴχομεν ἄν τι λέγειν κατὰ τὰ νομιζόμενα λέγοντες — 带有 ἄν 的直陈式过去(未完成过去)的反事实条件句归结句(εἴχομεν ἄν),与条件从句(ἐτίθεσο ... ὡμολόγεις)相结合,表达与当前事实相反的假设:“如果我们按照通常的观点说话,我们本会有话可说”。分词 λέγοντες 充当条件(“如果说话”)或手段。
  2. 349bὁ δίκαιος τοῦ δικαίου δοκεῖ τί σοι ἂν ἐθέλειν πλέον ἔχειν; — 动词 δοκεῖ 在此作为人称动词,以 ὁ δίκαιος 为主语。语气助词 ἄν 作用于不定式 ἐθέλειν,赋予其潜在的语气(“是否会想要……”)。短语 πλέον ἔχειν 是一组习语,意为“比他人占更多便宜、超越、胜过”(与“贪婪/占便宜”的观念相关)。
  3. 349dτοιοῦτος ἄρα ἐστὶν ἑκάτερος αὐτῶν οἷσπερ ἔοικεν; — 关系结构 τοιοῦτος... οἷσπερ(“正如他所相像的那样”)建立了一个关键的逻辑前提:每个人实际上都具有其所相似的阶级的特征。这种等同关系在随后苏格拉底的驳论中,起到了确定“不正义者即无知且坏、正义者即聪明且好”这一结论的关键作用。

引用这一段

柏拉图, 理想国 §1.349. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.349

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。