§1.350τί δὲ ἰατρικός;
“那么关于医术呢?
ἐν τῇ ἐδωδῇ ἢ πόσει ἐθέλειν ἄν τι ἰατρικοῦ πλεονεκτεῖν ἢ ἀνδρὸς ἢ πράγματος;
在饮食方面,一个懂医术的人会想要比另一个懂医术的人占更多便宜,或者在医疗行为上要求更多吗?
οὐ δῆτα.
” “决不。
μὴ ἰατρικοῦ δέ;
” “那么对于不懂医术的人呢?
ναί.
” “是的。
περὶ πάσης δὴ ὅρα ἐπιστήμης τε καὶ ἀνεπιστημοσύνης εἴ τίς σοι δοκεῖ ἐπιστήμων ὁστισοῦν πλείω ἂν ἐθέλειν αἱρεῖσθαι ἢ ὅσα ἄλλος ἐπιστήμων ἢ πράττειν ἢ λέγειν, καὶ οὐ ταὐτὰ τῷ ὁμοίῳ ἑαυτῷ εἰς τὴν αὐτὴν πρᾶξιν.
” “那么,请考虑一下关于一切知识和无知:在你看来,任何一个有知识的人是否会想要比另一个有知识的人选择做更多或说更多,而不是在同一个行为中选择与自己相似的人相同的事物。
ἀλλʼ ἴσως, ἔφη, ἀνάγκη τοῦτό γε οὕτως ἔχειν.
” “但是,或许,”他说,“这确实不可避免地如此。
τί δὲ ὁ ἀνεπιστήμων;
” “那么无知的人呢?
οὐχὶ ὁμοίως μὲν ἐπιστήμονος πλεονεκτήσειεν ἄν, ὁμοίως δὲ ἀνεπιστήμονος;
他不是同样会占有知识的人的便宜,也同样会占无知的人的便宜吗?
ἴσως.
” “或许吧。
ὁ δὲ ἐπιστήμων σοφός;
” “那么有知识的人聪明吗?
φημί.
” “是的。
ὁ δὲ σοφὸς ἀγαθός;
” “那么聪明的人好吗?
φημί.
” “是的。
ὁ ἄρα ἀγαθός τε καὶ σοφὸς τοῦ μὲν ὁμοίου οὐκ ἐθελήσει πλεονεκτεῖν, τοῦ δὲ ἀνομοίου τε καὶ ἐναντίου.
” “因此,既好又聪明的人不想占他同类的便宜,而想占与他不同且相反的人的便宜。
ἔοικεν, ἔφη.
” “看来是这样,”他说。
ὁ δὲ κακός τε καὶ ἀμαθὴς τοῦ τε ὁμοίου καὶ τοῦ ἐναντίου.
“而既坏又无知的人则既想占他同类的便宜,也想占与他相反的人的便宜。
φαίνεται.
” “显而易见。
οὐκοῦν, ὦ Θρασύμαχε, ἦν δʼ ἐγώ, ὁ ἄδικος ἡμῖν τοῦ ἀνομοίου τε καὶ ὁμοίου πλεονεκτεῖ;
” “那么,色拉叙马霍斯,”我说,“在我们看来,不正义的人既占异类的便宜也占同类的便宜,对吗?
ἢ οὐχ οὕτως ἔλεγες;
或者,你不是这样说的吗?
ἔγωγε, ἔφη.
” “我确实是这样说的,”他说。
ὁ δέ γε δίκαιος τοῦ μὲν ὁμοίου οὐ πλεονεκτήσει, τοῦ δὲ ἀνομοίου;
“而正义的人则不占同类的便宜,只占异类的便宜?
ναί.
” “是的。
ἔοικεν ἄρα, ἦν δʼ ἐγώ, ὁ μὲν δίκαιος τῷ σοφῷ καὶ ἀγαθῷ, ὁ δὲ ἄδικος τῷ κακῷ καὶ ἀμαθεῖ.
” “那么,”我说,“正义的人相像于聪明和好的人,而不正义的人相像于坏和无知的人?
κινδυνεύει.
” “看来是这样。
ἀλλὰ μὴν ὡμολογοῦμεν, ᾧ γε ὅμοιος ἑκάτερος εἴη, τοιοῦτον καὶ ἑκάτερον εἶναι.
” “然而我们曾经同意,他们每个人都是他所相像的那种人。
ὡμολογοῦμεν γάρ.
” “我们确实同意过。
ὁ μὲν ἄρα δίκαιος ἡμῖν ἀναπέφανται ὢν ἀγαθός τε καὶ σοφός, ὁ δὲ ἄδικος ἀμαθής τε καὶ κακός.
” “因此,在我们面前,正义的人已经显现为既好又聪明,而不正义的人则是无知且坏的。
ὁ δὴ Θρασύμαχος ὡμολόγησε μὲν πάντα ταῦτα, οὐχ ὡς ἐγὼ νῦν ῥᾳδίως λέγω, ἀλλʼ ἑλκόμενος καὶ μόγις, μετὰ ἱδρῶτος θαυμαστοῦ ὅσου, ἅτε καὶ θέρους ὄντος—τότε καὶ εἶδον ἐγώ, πρότερον δὲ οὔπω, Θρασύμαχον ἐρυθριῶντα— ἐπειδὴ δὲ οὖν διωμολογησάμεθα τὴν δικαιοσύνην ἀρετὴν εἶναι καὶ σοφίαν, τὴν δὲ ἀδικίαν κακίαν τε καὶ ἀμαθίαν, εἶεν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἡμῖν οὕτω κείσθω, ἔφαμεν δὲ δὴ καὶ ἰσχυρὸν εἶναι τὴν ἀδικίαν.
” 色拉叙马霍斯承认了所有这一切,但并不像我现在说得这么容易,而是极其勉强地被拖着,流了多得令人惊奇的汗,况且当时又是夏天——就在那时,我看到了色拉叙马霍斯脸红,这在以前我从未见过。
ἢ οὐ μέμνησαι, ὦ Θρασύμαχε;
——既然我们已经彻底同意正义是美德和智慧,而不正义是恶德和无知,“好吧,”我说,“这一条就让我们这样定下来。
μέμνημαι, ἔφη·
但是我们还说过,不正义也是强有力的。
ἀλλʼ ἔμοιγε οὐδὲ ἃ νῦν λέγεις ἀρέσκει, καὶ ἔχω περὶ αὐτῶν λέγειν.
或者,色拉叙马霍斯,你不记得了吗?
εἰ οὖν λέγοιμι, εὖ οἶδʼ ὅτι δημηγορεῖν ἄν με φαίης.
” “我记得,”他说,“但是即使是你现在说的话,也并不让我满意,我对此也有话要说。
ἢ οὖν ἔα με εἰπεῖν ὅσα βούλομαι, ἤ, εἰ βούλει ἐρωτᾶν, ἐρώτα·
所以,如果我长篇大论,我非常清楚你会说我是在作公众演说。
ἐγὼ δέ σοι, ὥσπερ ταῖς γραυσὶν ταῖς τοὺς μύθους λεγούσαις,
εἶεν
ἐρῶ καὶ κατανεύσομαι καὶ ἀνανεύσομαι.
所以,要么让我说我想说的话,要么如果你想问,就问吧;而我就会像对待讲故事的老太婆一样,对你回答: ‘好吧’ 然后朝你点头或摇头。
μηδαμῶς, ἦν δʼ ἐγώ, παρά γε τὴν σαυτοῦ δόξαν.
” “决不要这样,”我说,“至少不要违反你自己的真实想法。
ὥστε σοί, ἔφη, ἀρέσκειν, ἐπειδήπερ οὐκ ἐᾷς λέγειν.
” “为了让你满意,”他说,“既然你不允许我说话。
καίτοι τί ἄλλο βούλει;
不过你还要怎样呢?
οὐδὲν μὰ Δία, ἦν δʼ ἐγώ, ἀλλʼ εἴπερ τοῦτο ποιήσεις, ποίει·
” “凭宙斯发誓,什么也不要,”我说,“但如果你非要这样做,那就做吧;我来发问。
ἐγὼ δὲ ἐρωτήσω.
” “那就问吧。
ἐρώτα δή.
”