Humanitext Reader

柏拉图 · 理想国 §1.347-1.348

善人执政的缘由与关于不正义即美德的质问

第 14 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证说,优秀的统治者之所以统治,并非为了个人利益,而是出于被迫,以避免被更差的人统治这一最大惩罚,格劳孔对此表示赞同。随后,苏格拉底就色拉叙马霍斯关于不正义是美德和智慧的极端主张提出质问,继续展开讨论。

§1.347διὰ δὴ ταῦτα ἔγωγε, ὦ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἀνορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν, ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποτε αὑτῷ τὸ βέλτιστον πράττει οὐδʼ ἐπιτάττει κατὰ τὴν τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ·
“正是因为这些缘故,我那亲爱的色拉叙马霍斯,我刚才也说了,没有人自愿去统治,去着手纠正别人的不幸,而是要求报酬,因为凡是打算在自己的技术上表现出色的人,在根据技术发出命令时,绝不会为自己做最有利的事或发出命令,而是为被统治者。
ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖν ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμήν, ἢ ζημίαν ἐὰν μὴ ἄρχῃ.
正是因为这些缘故,似乎对于那些将要乐意统治的人,必须存在报酬,或是金钱,或是名誉,或者如果不统治就给以惩罚。
πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
” “你这话是什么意思,苏格拉底?
ἔφη ὁ Γλαύκων·
”格劳孔说。
τοὺς μὲν γὰρ δύο μισθοὺς γιγνώσκω, τὴν δὲ ζημίαν ἥντινα λέγεις καὶ ὡς ἐν μισθοῦ μέρει εἴρηκας, οὐ συνῆκα.
“因为那两种报酬我是知道的,但你所说的惩罚是什么,以及你如何把它作为报酬的一种来谈论,我没有理解。
τὸν τῶν βελτίστων ἄρα μισθόν, ἔφην, οὐ συνιεῖς, διʼ ὃν ἄρχουσιν οἱ ἐπιεικέστατοι, ὅταν ἐθέλωσιν ἄρχειν.
” “那么,最优秀的人的报酬,”我说,“你就不理解了,正是因为这报酬,最有德行的人在愿意统治时才会去统治。
ἢ οὐκ οἶσθα ὅτι τὸ φιλότιμόν τε καὶ φιλάργυρον εἶναι ὄνειδος λέγεταί τε καὶ ἔστιν;
难道你不知道,爱名誉和爱钱财被说成是、而且确实是耻辱吗?
ἔγωγε, ἔφη.
” “我知道,”他说。
διὰ ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὔτε χρημάτων ἕνεκα ἐθέλουσιν ἄρχειν οἱ ἀγαθοὶ οὔτε τιμῆς·
“因此,正是因为这些,”我说,“优秀的人不乐意为了金钱或名誉去统治。
οὔτε γὰρ φανερῶς πραττόμενοι τῆς ἀρχῆς ἕνεκα μισθὸν μισθωτοὶ βούλονται κεκλῆσθαι, οὔτε λάθρᾳ αὐτοὶ ἐκ τῆς ἀρχῆς λαμβάνοντες κλέπται.
因为他们不愿因为公开为官职索取报酬而被叫做雇工,也不愿因为自己从官职中暗中捞取而被叫做小偷。
οὐδʼ αὖ τιμῆς ἕνεκα· οὐ γάρ εἰσι φιλότιμοι.
同样,也不是为了名誉,因为他们不贪图名誉。
δεῖ δὴ αὐτοῖς ἀνάγκην προσεῖναι καὶ ζημίαν, εἰ μέλλουσιν ἐθέλειν ἄρχειν—ὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι—τῆς δὲ ζημίας μεγίστη τὸ ὑπὸ πονηροτέρου ἄρχεσθαι, ἐὰν μὴ αὐτὸς ἐθέλῃ ἄρχειν·
所以,如果要他们乐意去统治,就必须对他们施加被迫和惩罚。 ——由此看来,自愿前去统治而不等待被迫,往往被认为是可耻的——而在惩罚中,最大的一种就是,如果不自愿统治,就会被更差的人所统治。
ἣν δείσαντές μοι φαίνονται ἄρχειν, ὅταν ἄρχωσιν, οἱ ἐπιεικεῖς, καὶ τότε ἔρχονται ἐπὶ τὸ ἄρχειν οὐχ ὡς ἐπʼ ἀγαθόν τι ἰόντες οὐδʼ ὡς εὐπαθήσοντες ἐν αὐτῷ, ἀλλʼ ὡς ἐπʼ ἀναγκαῖον καὶ οὐκ ἔχοντες ἑαυτῶν βελτίοσιν ἐπιτρέψαι οὐδὲ ὁμοίοις.
在我看来,有德行的人正是害怕这一点,才在统治时去统治的。 而他们那时去统治,并不是去接手什么好事,也不是为了在其中享受,而是迫于无奈,因为他们找不到比自己更好的人,也找不到和自己同等的人去托付。
ἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν ὥσπερ νυνὶ τὸ ἄρχειν, καὶ ἐνταῦθʼ ἂν καταφανὲς γενέσθαι ὅτι τῷ ὄντι ἀληθινὸς ἄρχων οὐ πέφυκε τὸ αὑτῷ συμφέρον σκοπεῖσθαι ἀλλὰ τὸ τῷ ἀρχομένῳ·
因为,如果有一个完全由好人组成的城邦,那么不当政就会像现在争着当政一样,成为争夺的对象。 在那种情况下,就会完全看清楚,真正的统治者在本质上并不是要考虑自己的利益,而是考虑被统治者的利益。
ὥστε πᾶς ἂν ὁ γιγνώσκων τὸ ὠφελεῖσθαι μᾶλλον ἕλοιτο ὑπʼ ἄλλου ἢ ἄλλον ὠφελῶν πράγματα ἔχειν.
因此,凡有理性的人都会选择接受别人的利益,而不是自找麻烦去利益别人。
τοῦτο μὲν οὖν ἔγωγε οὐδαμῇ συγχωρῶ Θρασυμάχῳ, ὡς τὸ δίκαιόν ἐστιν τὸ τοῦ κρείττονος συμφέρον.
所以,关于这一点,我绝不同意色拉叙马霍斯,即正义是强者的利益。
ἀλλὰ τοῦτο μὲν δὴ καὶ εἰς αὖθις σκεψόμεθα· πολὺ δέ μοι δοκεῖ μεῖζον εἶναι ὃ νῦν λέγει Θρασύμαχος, τὸν τοῦ ἀδίκου βίον φάσκων εἶναι κρείττω ἢ τὸν τοῦ δικαίου.
不过这件事我们以后再行审视;但色拉叙马霍斯现在所说的,即宣称不正义者的生活比正义者的生活更好,在我看来要严重得多。
σὺ οὖν ποτέρως, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, αἱρῇ;
那么,格劳孔,你选择哪一种呢?
καὶ πότερον ἀληθεστέρως δοκεῖ σοι λέγεσθαι;
你觉得哪一种说法更真实呢?
τὸν τοῦ δικαίου ἔγωγε λυσιτελέστερον βίον εἶναι.
” “我个人认为,正义者的生活更有利可图。
§1.348ἤκουσας, ἦν δʼ ἐγώ, ὅσα ἄρτι Θρασύμαχος ἀγαθὰ διῆλθεν τῷ τοῦ ἀδίκου;
” “你听到了吗,”我说,“刚才色拉叙马霍斯历数了不正义者的生活有多少好处?
ἤκουσα, ἔφη, ἀλλʼ οὐ πείθομαι.
” “听到了,”他说,“但我不信服。
βούλει οὖν αὐτὸν πείθωμεν, ἂν δυνώμεθά πῃ ἐξευρεῖν, ὡς οὐκ ἀληθῆ λέγει;
” “那么,如果我们能想出什么办法,你愿意让我们去说服他,证明他说得不对吗?
πῶς γὰρ οὐ βούλομαι; ἦ δʼ ὅς.
” “我当然愿意,”他说。
ἂν μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἀντικατατείναντες λέγωμεν αὐτῷ λόγον παρὰ λόγον, ὅσα αὖ ἀγαθὰ ἔχει τὸ δίκαιον εἶναι, καὶ αὖθις οὗτος, καὶ ἄλλον ἡμεῖς, ἀριθμεῖν δεήσει τἀγαθὰ καὶ μετρεῖν ὅσα ἑκάτεροι ἐν ἑκατέρῳ λέγομεν, καὶ ἤδη δικαστῶν τινων τῶν διακρινούντων δεησόμεθα·
“那么,如果我们,”我说,“针锋相对地跟他辩论,一条一条地陈述正义的生活有多少好处,然后他又反驳,我们再陈述,那么我们就需要计算好处并测量我们双方在各自的陈述中说了多少,而且马上就需要一些裁判官来做出裁决。
ἂν δὲ ὥσπερ ἄρτι ἀνομολογούμενοι πρὸς ἀλλήλους σκοπῶμεν, ἅμα αὐτοί τε δικασταὶ καὶ ῥήτορες ἐσόμεθα.
但是,如果我们像刚才那样在互相达成一致的情况下一同审视,我们自己就将同时成为裁判官和辩护人。
πάνυ μὲν οὖν, ἔφη.
” “完全是这样,”他说。
ὁποτέρως οὖν σοι, ἦν δʼ ἐγώ, ἀρέσκει.
“那么,你喜欢哪一种方式呢?
οὕτως, ἔφη.
”我说。 “这种方式,”他说。
ἴθι δή, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, ἀπόκριναι ἡμῖν ἐξ ἀρχῆς.
“那么来吧,”我说,“色拉叙马霍斯,从头回答我们。
τὴν τελέαν ἀδικίαν τελέας οὔσης δικαιοσύνης λυσιτελεστέραν φῂς εἶναι;
你说明白的不正义比明白的正义更有利可图吗?
πάνυ μὲν οὖν καὶ φημί, ἔφη, καὶ διʼ ἅ, εἴρηκα.
” “我当然是这么说的,”他说,“而且原因我也已经说过了。
φέρε δή, τὸ τοιόνδε περὶ αὐτῶν πῶς λέγεις;
” “那么,关于它们,你又是怎么看以下这种说法的?
τὸ μέν που ἀρετὴν αὐτοῖν καλεῖς, τὸ δὲ κακίαν;
你无疑把它们中的一个称为美德,另一个称为恶德吧?
πῶς γὰρ οὔ;
” “当然。
οὐκοῦν τὴν μὲν δικαιοσύνην ἀρετήν, τὴν δὲ ἀδικίαν κακίαν;
” “那么把正义称为美德,不正义称为恶德吗?
εἰκός γʼ, ἔφη, ὦ ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν λυσιτελεῖν, δικαιοσύνην δʼ οὔ.
” “这倒是有可能,我最亲爱的苏格拉底,因为我既然还说不正义是有利的,而正义不是。
ἀλλὰ τί μήν;
” “那又是什么呢?
τοὐναντίον, ἦ δʼ ὅς.
” “相反,”他说。
ἦ τὴν δικαιοσύνην κακίαν;
“你把正义称为恶德吗?
οὔκ, ἀλλὰ πάνυ γενναίαν εὐήθειαν.
” “不,而是极高尚的愚直。
τὴν ἀδικίαν ἄρα κακοήθειαν καλεῖς;
” “那么你把不正义称为恶劣的性格吗?
οὔκ, ἀλλʼ εὐβουλίαν, ἔφη.
” “不,而是明智,”他说。
ἦ καὶ φρόνιμοί σοι, ὦ Θρασύμαχε, δοκοῦσιν εἶναι καὶ ἀγαθοὶ οἱ ἄδικοι;
“在你看,色拉叙马霍斯,不正义的人既聪明又好吗?
οἵ γε τελέως, ἔφη, οἷοί τε ἀδικεῖν, πόλεις τε καὶ ἔθνη δυνάμενοι ἀνθρώπων ὑφʼ ἑαυτοὺς ποιεῖσθαι·
” “那些能够完全行不正义的人,”他说,“能够将城邦和人类的许多民族置于自己的统治之下。
σὺ δὲ οἴει με ἴσως τοὺς τὰ βαλλάντια ἀποτέμνοντας λέγειν.
但你可能以为我是指那些割钱包的小偷。
λυσιτελεῖ μὲν οὖν, ἦ δʼ ὅς, καὶ τὰ τοιαῦτα, ἐάνπερ λανθάνῃ· ἔστι δὲ οὐκ ἄξια λόγου, ἀλλʼ ἃ νυνδὴ ἔλεγον.
当然,”他说,“如果能瞒得过去,这种事也是有利的;但它们不值得一提,值得提的是我刚才说的那些。
τοῦτο μέν, ἔφην, οὐκ ἀγνοῶ ὃ βούλει λέγειν, ἀλλὰ τόδε ἐθαύμασα, εἰ ἐν ἀρετῆς καὶ σοφίας τιθεῖς μέρει τὴν ἀδικίαν, τὴν δὲ δικαιοσύνην ἐν τοῖς ἐναντίοις.
” “这确实,”我说,“我并非不知道你想要说什么,但我感到奇怪的是:你居然把不正义归入美德和智慧的一类,而把正义归入相反的一类。
ἀλλὰ πάνυ οὕτω τίθημι.
” “但我确实是这样归类的。
τοῦτο, ἦν δʼ ἐγώ, ἤδη στερεώτερον, ὦ ἑταῖρε, καὶ οὐκέτι ῥᾴδιον ἔχειν ὅτι τις εἴπῃ.
” “朋友,”我说,“这一下就变得更难对付了,不再容易找到可以说的话了。 ”

词汇与语法注释

  1. 347aὧν δὴ ἕνεκα — 使用关系代词复数中性属格的介词短语。先行词指代前文的整个表述(即不为自己而是为被统治者做事等),表示原因。
  2. 347cὅθεν κινδυνεύει τὸ ἑκόντα ἐπὶ τὸ ἄρχειν ἰέναι ἀλλὰ μὴ ἀνάγκην περιμένειν αἰσχρὸν νενομίσθαι — κινδυνεύει 起非人称动词作用,意为“往往”、“有……的倾向”,引导一个带冠词的不定式结构(以整个不定式从句 tò ἑκόντα... ἰέναι... αἰσχρὸν νενομίσθαι 为主语)。
  3. 347dἐπεὶ κινδυνεύει πόλις ἀνδρῶν ἀγαθῶν εἰ γένοιτο, περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν — 针对条件从句 εἰ γένοιτο,结果从句构成了隶属于 κινδυνεύει 的带不定式结构(περιμάχητον ἂν εἶναι τὸ μὴ ἄρχειν)。通过不定式 εἶναι 与 ἄν 的结合,表达了潜在(希求法 + ἄν)的语气。
  4. 348aἀντικατατείναντες — 意为“针锋相对地阐述”的不定过去时分词,表示主动词 λέγωμεν 的伴随状况或手段。
  5. 348cεἰκός γʼ, ἔφη, ὦ ἥδιστε, ἐπειδή γε καὶ λέγω ἀδικίαν μὲν λυσιτελεῖν, δικαιοσύνην δʼ οὔ — 在 εἰκός(理所当然、很可能)之后,接有带有反讽语气的 ἐπειδή γε。色拉叙马霍斯讽刺地否定了苏格拉底预想的问题(即是否将正义称为美德,不正义称为恶德)。

引用这一段

柏拉图, 理想国 §1.347-1.348. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.347-1.348

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。