Humanitext Reader

柏拉图 · 理想国 §1.345-1.346

技艺旨在造福被统治者与谋求报酬之术

第 13 段,共 153 段 · 希腊语

内容简介

苏格拉底反对色拉叙马霍斯关于不正义比正义更有利的观点,通过医学、牧羊和赚钱术的类比,论证任何技术或统治所关注的都是被统治者(弱者)的利益,而非统治者自身的利益。

§1.345ἀλλʼ, ὠγαθέ, προθυμοῦ καὶ ἡμῖν ἐνδείξασθαι—οὔτοι κακῶς σοι κείσεται ὅτι ἂν ἡμᾶς τοσούσδε ὄντας εὐεργετήσῃς—ἐγὼ γὰρ δή σοι λέγω τό γʼ ἐμόν, ὅτι οὐ πείθομαι οὐδʼ οἶμαι ἀδικίαν δικαιοσύνης κερδαλεώτερον εἶναι, οὐδʼ ἐὰν ἐᾷ τις αὐτὴν καὶ μὴ διακωλύῃ πράττειν ἃ βούλεται.
但是,我的好朋友,请尽力也向我们证明吧——你若是对我们这许多人施以恩惠,对你来说绝不会是没有好报的——因为就我个人而言,我告诉你,我不相信,也不认为不正义比正义更有利可图,即使有人任由它行事而不阻止它做它想做的事。
ἀλλʼ, ὠγαθέ, ἔστω μὲν ἄδικος, δυνάσθω δὲ ἀδικεῖν ἢ τῷ λανθάνειν ἢ τῷ διαμάχεσθαι, ὅμως ἐμέ γε οὐ πείθει ὡς ἔστι τῆς δικαιοσύνης κερδαλεώτερον.
但是,我的好朋友,即便让某人是不正义的,并且让他有能力行不正义,无论是通过隐瞒还是通过搏斗,这至少无法说服我,使我坚信它比正义更有利可图。
ταῦτʼ οὖν καὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ·
所以,这桩事也许我们中的其他人也有同感,不单是我。
πεῖσον οὖν, ὦ μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι.
那么,我那令人羡慕的朋友,请充分说服我们:我们在把正义看得比不正义更宝贵时,并没有做出正确的抉择。
καὶ πῶς, ἔφη, σὲ πείσω;
“那我该怎么说服你呢?
εἰ γὰρ οἷς νυνδὴ ἔλεγον μὴ πέπεισαι, τί σοι ἔτι ποιήσω;
”他说,“如果你对我刚才说的话还不信服,我还能为你做什么呢?
ἢ εἰς τὴν ψυχὴν φέρων ἐνθῶ τὸν λόγον;
难道要我把这道理塞进你的灵魂里去吗?
μὰ Δίʼ, ἦν δʼ ἐγώ, μὴ σύ γε·
” “绝不,”我说,“千万别这么做!
ἀλλὰ πρῶτον μέν, ἃ ἂν εἴπῃς, ἔμμενε τούτοις, ἢ ἐὰν μετατιθῇ, φανερῶς μετατίθεσο καὶ ἡμᾶς μὴ ἐξαπάτα.
首先,无论你说了什么,请坚持下去;或者如果你要改变,就公开地改变,不要欺骗我们。
νῦν δὲ ὁρᾷς, ὦ Θρασύμαχε—ἔτι γὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθα—ὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθʼ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα ἀλλʼ, ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιάσεσθαι, πρὸς τὴν εὐωχίαν, ἢ αὖ πρὸς τὸ ἀποδόσθαι, ὥσπερ χρηματιστὴν ἀλλʼ οὐ ποιμένα.
而现在你看,色拉叙马霍斯——因为让我们再审视一下先前的事情——你起初定义了什么是真正的医生,但后来却认为没有必要对什么是真正的牧羊人保持严格的界定,反而认为他作为牧羊人,是在把羊喂肥,他所关注的并非羊的最大利益,而是像某个准备去赴宴的食客一样关注于宴席,或者又像一个赚钱者而非牧羊人一样,关注于把羊卖掉。
τῇ δὲ ποιμενικῇ οὐ δήπου ἄλλου του μέλει ἢ ἐφʼ ᾧ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖ—ἐπεὶ τά γε αὑτῆς ὥστʼ εἶναι βελτίστη ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως γʼ ἂν μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναι—οὕτω δὲ ᾤμην ἔγωγε νυνδὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθʼ ὅσον ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἢ ἐκείνῳ, τῷ ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἔν τε πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ.
然而,牧羊术除了它所主管的对象以外,绝不关心任何其他事物,它只关心如何为该对象提供最大的利益——因为只要它不缺乏作为牧羊术的任何要素,它自身要达到完美状态的条件无疑就已经得到了充分的提供——同样地,我个人刚才认为,我们必然要同意:一切统治,只要它是统治,除了被统治者和被照料者的最大利益之外,不考虑其他任何东西,无论是公职还是私人的统治。
σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν;
那么,你认为城邦里的统治者,那些真正的统治者,是自愿统治的吗?
μὰ Δίʼ οὔκ, ἔφη, ἀλλʼ εὖ οἶδα.
” “绝对不是,”他说,“我很确定。
§1.346τί δέ, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε;
” “这是为什么呢? ”我说,“色拉叙马霍斯。
τὰς ἄλλας ἀρχὰς οὐκ ἐννοεῖς ὅτι οὐδεὶς ἐθέλει ἄρχειν ἑκών, ἀλλὰ μισθὸν αἰτοῦσιν, ὡς οὐχὶ αὐτοῖσιν ὠφελίαν ἐσομένην ἐκ τοῦ ἄρχειν ἀλλὰ τοῖς ἀρχομένοις; ἐπεὶ τοσόνδε εἰπέ·
你难道没有注意到其他所有的公职,没有人自愿去统治,而是要求报酬,理由是统治带来的利益不属于他们自己,而是属于被统治者吗?
οὐχὶ ἑκάστην μέντοι φαμὲν ἑκάστοτε τῶν τεχνῶν τούτῳ ἑτέραν εἶναι, τῷ ἑτέραν τὴν δύναμιν ἔχειν;
那么告诉我这一点:我们难道不是说,每一种技术之所以各不相同,正是因为它们具有不同的功能吗?
καί, ὦ μακάριε, μὴ παρὰ δόξαν ἀποκρίνου, ἵνα τι καὶ περαίνωμεν.
而且,我那令人羡慕的朋友,请不要说违心的话,好让我们的讨论能有所进展。
ἀλλὰ τούτῳ, ἔφη, ἑτέρα.
” “是的,就在这一点上不同,”他说。
οὐκοῦν καὶ ὠφελίαν ἑκάστη τούτων ἰδίαν τινὰ ἡμῖν παρέχεται ἀλλʼ οὐ κοινήν, οἷον ἰατρικὴ μὲν ὑγίειαν, κυβερνητικὴ δὲ σωτηρίαν ἐν τῷ πλεῖν, καὶ αἱ ἄλλαι οὕτω;
“那么,它们中的每一种是不是也都向我们提供某种独特的、而非共同的利益呢? 例如,医术提供健康,航海术在航行中提供安全,其他技术也同样如此?
πάνυ γε.
” “完全是这样。
οὐκοῦν καὶ μισθωτικὴ μισθόν;
” “那么,雇佣的技术不就提供报酬吗?
αὕτη γὰρ αὐτῆς ἡ δύναμις·
因为这就是它的功能。
ἢ τὴν ἰατρικὴν σὺ καὶ τὴν κυβερνητικὴν τὴν αὐτὴν καλεῖς;
或者你会把医术和航海术称作是同一个东西吗?
ἢ ἐάνπερ βούλῃ ἀκριβῶς διορίζειν, ὥσπερ ὑπέθου, οὐδέν τι μᾶλλον, ἐάν τις κυβερνῶν ὑγιὴς γίγνηται διὰ τὸ συμφέρον αὐτῷ πλεῖν ἐν τῇ θαλάττῃ, ἕνεκα τούτου καλεῖς μᾶλλον αὐτὴν ἰατρικήν;
或者,如果你想按照你提议的那样严格区分,要是有人在领航时因为在海上航行对他有利而变得健康,你会因此就更多地称这技术为医术吗?
οὐ δῆτα, ἔφη.
” “绝非如此,”他说。
οὐδέ γʼ, οἶμαι, τὴν μισθωτικήν, ἐὰν ὑγιαίνῃ τις μισθαρνῶν.
“我想,如果某人在赚取报酬时身体健康,你也不会把赚取报酬的技术称为医术吧。
οὐ δῆτα.
” “绝非如此。
τί δέ;
” “那又如何?
τὴν ἰατρικὴν μισθαρνητικήν, ἐὰν ἰώμενός τις μισθαρνῇ;
如果有人在行医时赚取报酬,你会把医术称为赚钱的技术吗?
οὐκ ἔφη.
” “不会,”他说。
οὐκοῦν τήν γε ὠφελίαν ἑκάστης τῆς τέχνης ἰδίαν ὡμολογήσαμεν εἶναι;
“那么,我们是不是同意了每种技术的利益都是独特的?
ἔστω, ἔφη.
” “算作是这样吧,”他说。
ἥντινα ἄρα ὠφελίαν κοινῇ ὠφελοῦνται πάντες οἱ δημιουργοί, δῆλον ὅτι κοινῇ τινι τῷ αὐτῷ προσχρώμενοι ἀπʼ ἐκείνου ὠφελοῦνται.
“那么,如果所有的手艺人都共同享受到某种利益,这显然是因为他们共同额外使用了某种相同的东西,并从中获益。
ἔοικεν, ἔφη.
” “似乎是这样,”他说。
φαμὲν δέ γε τὸ μισθὸν ἀρνυμένους ὠφελεῖσθαι τοὺς δημιουργοὺς ἀπὸ τοῦ προσχρῆσθαι τῇ μισθωτικῇ τέχνῃ γίγνεσθαι αὐτοῖς.
“而且,我们确实在说,手艺人们通过赚取报酬来获益,是对他们而言由于附加使用了赚取报酬的技术才发生的。
συνέφη μόγις.
” 他勉强同意了。
οὐκ ἄρα ἀπὸ τῆς αὑτοῦ τέχνης ἑκάστῳ αὕτη ἡ ὠφελία ἐστίν, ἡ τοῦ μισθοῦ λῆψις, ἀλλʼ, εἰ δεῖ ἀκριβῶς σκοπεῖσθαι, ἡ μὲν ἰατρικὴ ὑγίειαν ποιεῖ, ἡ δὲ μισθαρνητικὴ μισθόν, καὶ ἡ μὲν οἰκοδομικὴ οἰκίαν, ἡ δὲ μισθαρνητικὴ αὐτῇ ἑπομένη μισθόν, καὶ αἱ ἄλλαι πᾶσαι οὕτως τὸ αὑτῆς ἑκάστη ἔργον ἐργάζεται καὶ ὠφελεῖ ἐκεῖνο ἐφʼ ᾧ τέτακται.
“因此,这种利益——即获取报酬——对每个人来说并不是来自他自己的那门技术;相反,如果必须严格审视,医术产生健康,而赚钱术产生报酬;建造术建造房屋,而伴随其后的赚钱术产生报酬;所有其他技术也是如此,每种技术都在做它自己的工作,并使它所主管的对象获益。
ἐὰν δὲ μὴ μισθὸς αὐτῇ προσγίγνηται, ἔσθʼ ὅτι ὠφελεῖται ὁ δημιουργὸς ἀπὸ τῆς τέχνης;
但如果没有报酬附加其上,手艺人还能从这技术中获得利益吗?
οὐ φαίνεται, ἔφη.
” “看来不能,”他说。
ἆρʼ οὖν οὐδʼ ὠφελεῖ τότε, ὅταν προῖκα ἐργάζηται;
“那么,当他无偿工作时,他就没有带给任何人利益吗?
οἶμαι ἔγωγε.
” “我想他是带给了的。
οὐκοῦν, ὦ Θρασύμαχε, τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλʼ, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἥττονος ὄντος σκοποῦσα, ἀλλʼ οὐ τὸ τοῦ κρείττονος.
” “那么,色拉叙马霍斯,这现在已经很清楚了:没有任何技术或统治是在为它自己提供利益,而是正如我们早就说过的,它是在为被统治者提供并发出命令,它所关注的是那较弱者的利益,而不是强者的利益。 ”

词汇与语法注释

  1. 345aκακῶς σοι κείσεται ὅτι ἂν — 在“对你来说绝不会是被糟糕地置放(即不会没有好报)”这一表达中,动词 κείσεται 具有被动意义,指财产或恩惠的累积或存放。后文的 ὅτι ἂν(亦可读作 ὅ τι ἂν,意为“无论什么”)引导一个关系条件从句,整句意为“你对我们施加的任何恩惠,对你自身而言都绝不会是一笔糟糕的投资”。
  2. 345cἀκριβῶς φυλάξαι — “严格地守护(或保持)”(ἀκριβῶς φυλάξαι)的宾语在文脉中被省略了,但承接前文的“定义”(ὁριζόμενος),其含义是指在后文中继续严格保持对“真正牧羊人”的精准定义。
  3. 346cπροσχρήσθαι — 动词 προσχράομαι 意为“附加使用”或“额外使用(辅助技术)”。这里揭示了论证的核心双重结构:手艺人并非从其自身的主要专业技术(如医术或建造术)中直接获利,而是通过在主要技术之外,辅助性地协同使用“赚钱术(μισθωτική)”来获得报酬。

引用这一段

柏拉图, 理想国 §1.345-1.346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.345-1.346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。