Humanitext Reader

柏拉图 · 理想国 §1.343-1.344

牧羊人比喻与完全不正义更有利的论说

第 12 段,共 153 段 · 希腊语

内容简介

色拉叙马霍斯试图避开对话,他将统治者比作牧羊人,论证正义本质上是他人的利益,而以僭主统治为代表的完美不正义才带来最大的幸福,并在发表完高论后企图离去,却被苏格拉底和听众挽留。

§1.343ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου καὶ πᾶσι καταφανὲς ἦν ὅτι ὁ τοῦ δικαίου λόγος εἰς τοὐναντίον περιειστήκει, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, τίτθη σοι ἔστιν;
因此,当我们讨论到这个地步,且众人皆已看清关于正义的定义已经转向了其反面时,色拉叙马霍斯没有回答,反而说道:“告诉我,苏格拉底,你有奶妈吗?
τί δέ;
” “为什么这么问?
ἦν δʼ ἐγώ· οὐκ ἀποκρίνεσθαι χρῆν μᾶλλον ἢ τοιαῦτα ἐρωτᾶν;
”我说,“难道你不该回答问题,而不是问这些吗?
ὅτι τοί σε, ἔφη, κορυζῶντα περιορᾷ καὶ οὐκ ἀπομύττει δεόμενον, ὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα γιγνώσκεις.
” “因为,”他说,“她放任你流着鼻涕而不帮你擦,即使你需要,因为你甚至连羊和牧羊人都为她分不清楚。
ὅτι δὴ τί μάλιστα;
” “这究竟是为什么?
ἦν δʼ ἐγώ.
”我说。
ὅτι οἴει τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων ἢ τὸ τῶν βοῶν ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτοὺς καὶ θεραπεύειν πρὸς ἄλλο τι βλέποντας ἢ τὸ τῶν δεσποτῶν ἀγαθὸν καὶ τὸ αὑτῶν, καὶ δὴ καὶ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλως πως ἡγῇ διανοεῖσθαι πρὸς τοὺς ἀρχομένους ἢ ὥσπερ ἄν τις πρὸς πρόβατα διατεθείη, καὶ ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο, ὅθεν αὐτοὶ ὠφελήσονται.
“因为你以为牧羊人或牧牛人是在关注羊或牛的利益,并喂肥和照料它们,而没有盯着主人和他们自己的利益;你竟然还以为城邦里那些真正的统治者,对被统治者的态度会不同于人们对待羊的态度,以为他们日日夜夜在寻找的,除了能让自己获利的机会以外,还会是别的东西。
καὶ οὕτω πόρρω εἶ περί τε τοῦ δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, ἡ δὲ ἀδικία τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ δικαίων, οἱ δʼ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδʼ ὁπωστιοῦν. σκοπεῖσθαι δέ, ὦ εὐηθέστατε Σώκρατες, οὑτωσὶ χρή, ὅτι δίκαιος ἀνὴρ ἀδίκου πανταχοῦ ἔλαττον ἔχει.
而且,你对正义和不正义、正确和错误的事情看得如此糊涂,以至于你不知道:正义和正确的事情实际上是他人的利益——即强者和统治者的利益,而对于服从和服务的弱者来说,则是切身的危害;相反,不正义却统治着那些真正天真和正义的人,而被统治者则在实现那个更强者的利益,通过伺候他而使他幸福,却绝不能使自己得到丝毫幸福。 最天真的苏格拉底啊,你必须这样来考虑:正义的人在任何地方都比不正义的人吃亏。
πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλʼ ἔλαττον· ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, ὁ μὲν δίκαιος ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, ὁ δʼ ἔλαττον, ὅταν τε λήψεις, ὁ μὲν οὐδέν, ὁ δὲ πολλὰ κερδαίνει.
首先,在彼此的契约交往中,凡是这两个人合伙的地方,在合伙关系解体时,你绝不会发现正义的人比不正义的人得到的多,反而得到的少;其次,在公共事务中,当有税收时,正义的人在同等财产下缴纳得更多,而另一个人则少缴;而当有分配时,前者一无所得,后者却大获其利。
καὶ γὰρ ὅταν ἀρχήν τινα ἄρχῃ ἑκάτερος, τῷ μὲν δικαίῳ ὑπάρχει, καὶ εἰ μηδεμία ἄλλη ζημία, τά γε οἰκεῖα διʼ ἀμέλειαν μοχθηροτέρως ἔχειν, ἐκ δὲ τοῦ δημοσίου μηδὲν ὠφελεῖσθαι διὰ τὸ δίκαιον εἶναι, πρὸς δὲ τούτοις ἀπεχθέσθαι τοῖς τε οἰκείοις καὶ τοῖς γνωρίμοις, ὅταν μηδὲν ἐθέλῃ αὐτοῖς ὑπηρετεῖν παρὰ τὸ δίκαιον·
而且当他们各自担任某种公职时,对正义的人来说,即使没有其他损失,他的私产也会因为疏于照料而变得糟糕,而他又因为坚守正义而无法从公家中捞取任何好处。 此外,由于他不愿违背正义去迎合亲友,还会招致亲戚和熟人的怨恨。
τῷ δὲ ἀδίκῳ πάντα τούτων τἀναντία ὑπάρχει.
然而对于不正义的人来说,所有这些情况都恰好相反。
§1.344λέγω γὰρ ὅνπερ νυνδὴ ἔλεγον, τὸν μεγάλα δυνάμενον πλεονεκτεῖν·
” “因为我所说的,” “正是刚才提到的那种有大本领谋取私利的人。
τοῦτον οὖν σκόπει, εἴπερ βούλει κρίνειν ὅσῳ μᾶλλον συμφέρει ἰδίᾳ αὑτῷ ἄδικον εἶναι ἢ τὸ δίκαιον.
如果你想判断不正义比正义对个人自己有多大好处,你就去考察这样的人吧。
πάντων δὲ ῥᾷστα μαθήσῃ, ἐὰν ἐπὶ τὴν τελεωτάτην ἀδικίαν ἔλθῃς, ἣ τὸν μὲν ἀδικήσαντα εὐδαιμονέστατον ποιεῖ, τοὺς δὲ ἀδικηθέντας καὶ ἀδικῆσαι οὐκ ἂν ἐθέλοντας ἀθλιωτάτους.
如果你去看那最完美的极度不正义,它是如何让作恶者最幸福,而让受害者以及那些不愿作恶的人最悲惨,你就会最容易明白这一点。
ἔστιν δὲ τοῦτο τυραννίς, ἣ οὐ κατὰ σμικρὸν τἀλλότρια καὶ λάθρᾳ καὶ βίᾳ ἀφαιρεῖται, καὶ ἱερὰ καὶ ὅσια καὶ ἴδια καὶ δημόσια, ἀλλὰ συλλήβδην·
这就是僭主统治,它不是小偷小摸,而是通过欺骗和暴力,把别人的东西——神圣的与世俗的、私人的与公共的——一股脑儿夺走。
ὧν ἐφʼ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστα—καὶ γὰρ ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων κακουργημάτων καλοῦνται—ἐπειδὰν δέ τις πρὸς τοῖς τῶν πολιτῶν χρήμασιν καὶ αὐτοὺς ἀνδραποδισάμενος δουλώσηται, ἀντὶ τούτων τῶν αἰσχρῶν ὀνομάτων εὐδαίμονες καὶ μακάριοι κέκληνται, οὐ μόνον ὑπὸ τῶν πολιτῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ὅσοι ἂν πύθωνται αὐτὸν τὴν ὅλην ἀδικίαν ἠδικηκότα·
在这些罪行中,任何人只要犯了其中一部分而被发现,就会受到惩罚并承受极大的耻辱——因为那些分批作恶的人,根据其罪行被称为神殿大盗、拐骗人口者、挖墙盗贼、诈骗犯和窃贼。 但是,当某人不仅掠夺了公民的财产,还把他们自己绑架并奴役时,他非但不会得到这些可耻的恶名,反而被称为幸福和神圣的人,不仅被公民这样称呼,也被所有听说他犯下这整体不正义的其他人们这样称呼。
οὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι ὀνειδίζουσιν οἱ ὀνειδίζοντες τὴν ἀδικίαν.
因为那些谴责不正义的人,并不是因为害怕做出不正义的事,而是因为害怕承受不正义,才去谴责它的。
οὕτως, ὦ Σώκρατες, καὶ ἰσχυρότερον καὶ ἐλευθεριώτερον καὶ δεσποτικώτερον ἀδικία δικαιοσύνης ἐστὶν ἱκανῶς γιγνομένη, καὶ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ μὲν τοῦ κρείττονος συμφέρον τὸ δίκαιον τυγχάνει ὄν, τὸ δʼ ἄδικον ἑαυτῷ λυσιτελοῦν τε καὶ συμφέρον.
因此,苏格拉底,当不正义得到充分施展时,它比正义更强力、更自由、更具支配力;正如我起初所说,正义恰恰是强者的利益,而不正义则是对自己有利且有益的事。
ταῦτα εἰπὼν ὁ Θρασύμαχος ἐν νῷ εἶχεν ἀπιέναι, ὥσπερ βαλανεὺς ἡμῶν καταντλήσας κατὰ τῶν ὤτων ἁθρόον καὶ πολὺν τὸν λόγον·
” 说了这些话后,色拉叙马霍斯打算离开,就像一个澡堂伙计把一池子话语一股脑儿倾倒在我们的耳朵里一样。
οὐ μὴν εἴασάν γε αὐτὸν οἱ παρόντες, ἀλλʼ ἠνάγκασαν ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων λόγον.
然而在场的人们没有放他走,而是强迫他留下,并为他所说的话做出解释。
καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον· ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει;
而且,我自己也极力恳求他,说道: “不可思议的色拉叙马霍斯啊,你扔下了这样一个论点,竟然就打算走掉,而不先充分教导我们或自己弄明白,事情到底是这样还是别样吗?
ἢ σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου βίου διαγωγήν, ᾗ ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελεστάτην ζωὴν ζῴη;
难道你认为尝试去规定一个人一生的生活方式——即我们每个人以此生活就能度过最划算的一生——是一件小事吗?
ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν;
” “难道我认为,”色拉叙马霍斯说,“这件事是别样的吗?
ἔοικας, ἦν δʼ ἐγώ—ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες ὃ σὺ φῂς εἰδέναι.
” “你看起来确实是这样,”我说,“或者说,你根本不在乎我们,也根本不在意我们因为不了解你声称知道的事情,从而会活得更好还是更坏。 ”

词汇与语法注释

  1. 343aὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα γιγνώσκεις — 关系代词 ὅς 连同语气词 γε 引导一个表主观原因或依据的从句(“既然你……”)。与格 αὐτῇ 指代奶妈(τίτθη),用作利益与格(“对她而言”)或参考与格(“在她看来”)。
  2. 343dπρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ — 代词 ὁ τοιοῦτος 与 τῷ τοιούτῳ(“这样的人与这样的人”)在语境中指代“正义之人与不正义之人(反之亦然)交往”。ὅπου ἂν 加上虚拟语气表示通则性的条件从句(“凡是……的地方”)。
  3. 343eτά γε οἰκεῖα διʼ ἀμέλειαν μοχθηροτέρως ἔχειν — 这是一个“对格加不定式”结构,作前面非人称动词 ὑπάρχει(“注定会发生/属于……”)的主语。动词 ἔχειν 与副词 μοχθηροτέρως 连用,表示不及物含义“处于较糟的状态”。
  4. 344cοὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι ὀνειδίζουσιν — 冠词附带不定式 τὸ ποιεῖν 和 τὸ πάσχειν 均作现在分词 φοβούμενοι(表示原因,“因为害怕”)的直接宾语。整句构成“不是因为害怕行不义,而是因为害怕承受不义而进行谴责”的对比结构。

引用这一段

柏拉图, 理想国 §1.343-1.344. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.343-1.344

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。