Humanitext Reader

柏拉图 · 理想国 §1.342

技艺的本质与为被统治者利益服务的真正统治者

第 11 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证道,每门手艺本质上都是为了其服务对象的利益,而非其自身的利益,从而使色拉叙马霍斯承认,任何严格意义上的统治者都是为了被统治者的利益而行动。

§1.342ὀρθῶς, ἔφη.
“对,”他说。
τί δὲ δή;
“那么,这又如何呢?
αὐτὴ ἡ ἰατρική ἐστιν πονηρά, ἢ ἄλλη τις τέχνη ἔσθʼ ὅτι προσδεῖταί τινος ἀρετῆς—ὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπʼ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσης— ἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτʼ ἔστιν ἀπέραντον;
医学本身是有缺陷的吗? 或者任何其他手艺是否需要某种额外的德性——就像眼睛需要视力,耳朵需要听力,因此在它们之上需要某种手艺来为这些事物本身寻找并提供利益? 难道在手艺本身之中也有某种缺陷,以至于每种手艺都需要另一种手艺来为它寻找利益,而那部负责寻找的手艺又需要另一部这样的手艺,如此循环以至无穷吗?
ἢ αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται;
还是说手艺会为它自己寻找利益?
ἢ οὔτε αὑτῆς οὔτε ἄλλης προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν·
或者它既不需要自己,也不需要别的来为它自己的缺陷寻找利益?
οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἢ ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν ὀρθὴ οὖσα, ἕωσπερ ἂν ᾖ ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν;
因为任何手艺中既不存在任何缺陷也不存在任何错误,手艺也不适合去寻找除了作为其对象之外的任何事物的利益;而手艺本身只要是正确的,只要每种手艺在最严格意义上完整地保留其本色,它就是无害且纯洁的。
καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ· οὕτως ἢ ἄλλως ἔχει;
请按照那个严格的论证来考虑:是这样,还是别样?
οὕτως, ἔφη, φαίνεται.
” “看来是这样,”他说。
οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ ἀλλὰ σώματι.
¦342c “因此,”我说,“医学不是为医学寻找利益,而是为身体寻找利益。
ναί, ἔφη.
” “是的,”他说。
οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλʼ ἵπποις· οὐδὲ ἄλλη τέχνη οὐδεμία ἑαυτῇ—οὐδὲ γὰρ προσδεῖται—ἀλλʼ ἐκείνῳ οὗ τέχνη ἐστίν.
“骑术也不是为骑术,而是为马匹;其他任何手艺也都不是为自己——因为并不需要——而是为作为其对象的事物寻找利益。
φαίνεται, ἔφη, οὕτως.
” “看来是这样,”他说。
ἀλλὰ μήν, ὦ Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι.
“然而,色拉叙马霍斯,手艺确实统治并支配着作为其对象的事物。
συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις.
” 他在这里非常勉强地同意了。
οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου ὑπὸ ἑαυτῆς.
“因此,没有任何知识是寻找或命令强者的利益,而是寻找和命令那弱于并被其统治者的利益。
συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι· ἐπειδὴ δὲ ὡμολόγησεν, ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθʼ ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι;
” 他最终也同意了这一点,尽管他曾企图对此进行抗争;但当他同意后,我说:“那么,这难道不意味着,没有任何医生在他是医生的范围内,会寻找或命令医生的利益,而是寻找病人的利益?
ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλʼ οὐ χρηματιστής.
因为我们已经同意,严格意义上的医生是身体的统治者,而不是赚钱者。
ἢ οὐχ ὡμολόγηται;
难道没有同意吗?
συνέφη.
” 他表示同意。
οὐκοῦν καὶ ὁ κυβερνήτης ὁ ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλʼ οὐ ναύτης;
“而且严格意义上的舵手也是水手们的统治者,而不是水手,对吗?
ὡμολόγηται.
” ¦342e “同意了。
οὐκ ἄρα ὅ γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ.
” “因此,这样的舵手和统治者不会寻找和命令舵手的利益,而是寻找和命令水手和被统治者的利益。
συνέφησε μόγις.
” 他勉强同意了。
οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθʼ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ᾧ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ ἅπαντα.
“因此,色拉叙马霍斯,”我说,“在任何统治地位上的其他人,只要他是统治者,就不会寻找或命令他自己的利益,而是寻找被统治者以及他自己所服务对象之利益;他看着那个对象,并盯着对那个对象有利且合适的事,来说他所说的每一句话,做他所做的每一件事。 ”

词汇与语法注释

  1. 342aτῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσης — 此处未使用关系从句,而是用带定冠词的将来时分词短语(τῆς... σκεψομένης...)修饰前方的名词(τέχνης)。将来时分词 σκεψομένης 和 ἐκποριούσης 在此表示目的或意图(“旨在寻找并提供”)。
  2. 342bἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν — 不定式 σκοπεῖν 在此作副词性说明,与动词 προσδεῖται(需要)连用表示目的(“去寻找”)。介词短语 ἐπὶ τὴν αὑτῆς πονηρίαν 意为“针对其自身的缺陷”,指明了寻找利益的对象和上下文背景。
  3. 342bἕωσπερ ἂν ᾖ ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν — 带 ἄν 和虚拟语气 ᾖ 的时间连词 ἕωσπερ 表示一种带有条件的时间界限(“只要……一直”)。短语 ὅλη ἥπερ ἐστίν(“正如其所是的完整整体”)强调了每门手艺保持纯粹、无缺损的理想状态。
  4. 342eκαὶ ᾧ ἂν αὐτὸς δημιουργῇ — 关系代词 ᾧ(与格)指代作为统治对象的先行词,并在从句中充当动词 δημιουργῇ 的利益与格。ἄν 结合虚拟语气 δημιουργῇ 构成了普遍性的关系条件(“凡是他自己为其服务或制作的对象”)。

引用这一段

柏拉图, 理想国 §1.342. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.342

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。