§1.339τοῦτʼ οὖν ἐστιν, ὦ βέλτιστε, ὃ λέγω ἐν ἁπάσαις ταῖς πόλεσιν ταὐτὸν εἶναι δίκαιον, τὸ τῆς καθεστηκυίας ἀρχῆς συμφέρον·
“最亲爱的朋友,因此这就是我所说的在所有城邦中皆相同的正义:即现存统治者的利益。
αὕτη δέ που κρατεῖ, ὥστε συμβαίνει τῷ ὀρθῶς λογιζομένῳ πανταχοῦ εἶναι τὸ αὐτὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον.
而这,我想,就是掌权者。 因此,对于正确推论的人来说,在任何地方正义都是相同的,即强者的利益。
νῦν, ἦν δʼ ἐγώ, ἔμαθον ὃ λέγεις· εἰ δὲ ἀληθὲς ἢ μή, πειράσομαι μαθεῖν.
” “现在,”我说,“我明白你的意思了;但它是否真实,我必须试着去了解。
τὸ συμφέρον μὲν οὖν, ὦ Θρασύμαχε, καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναι—καίτοι ἔμοιγε ἀπηγόρευες ὅπως μὴ τοῦτο ἀποκρινοίμην—πρόσεστιν δὲ δὴ αὐτόθι τὸ
τοῦ κρείττονος.
那么,色拉叙马霍斯,你也回答了正义是利益——虽然你曾禁止我给出这个回答——然而‘强者的’这两个字确实被加在了上面。
σμικρά γε ἴσως, ἔφη, προσθήκη.
” “也许这只是个微不足道的添加,”他说。
οὔπω δῆλον οὐδʼ εἰ μεγάλη· ἀλλʼ ὅτι μὲν τοῦτο σκεπτέον εἰ ἀληθῆ λέγεις, δῆλον.
“它是否是个巨大的添加现在还不清楚;但我们必须审视这一点,看看你是否说了真话,这很清楚。
ἐπειδὴ γὰρ συμφέρον γέ τι εἶναι καὶ ἐγὼ ὁμολογῶ τὸ δίκαιον, σὺ δὲ προστιθεῖς καὶ αὐτὸ φῂς εἶναι τὸ τοῦ κρείττονος, ἐγὼ δὲ ἀγνοῶ, σκεπτέον δή.
因为既然我也承认正义是某种有利益的事,而你又加上这一点,说它是强者的利益,而我对此并不了解,我们确实需要审视它。
σκόπει, ἔφη.
” “那就审视吧,”他说。
ταῦτʼ ἔσται, ἦν δʼ ἐγώ.
“我会的,”我说。
καί μοι εἰπέ· οὐ καὶ πείθεσθαι μέντοι τοῖς ἄρχουσιν δίκαιον φῂς εἶναι;
“请告诉我:你难道不同样主张服从统治者也是正义的吗?
ἔγωγε.
” “我是这样主张的。
πότερον δὲ ἀναμάρτητοί εἰσιν οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν ἑκάσταις ἢ οἷοί τι καὶ ἁμαρτεῖν;
” “那么在每个城邦中,统治者们是无谬的,还是也会犯些错误呢?
πάντως που, ἔφη, οἷοί τι καὶ ἁμαρτεῖν.
” “毫无疑问,”他说,“他们确实也会犯些错误。
οὐκοῦν ἐπιχειροῦντες νόμους τιθέναι τοὺς μὲν ὀρθῶς τιθέασιν, τοὺς δέ τινας οὐκ ὀρθῶς;
” “因此,当他们试图制定法律时,他们制定的一些法律是正确的,另一些是不正确的,对吗?
οἶμαι ἔγωγε.
” “我认为是的。
τὸ δὲ ὀρθῶς ἆρα τὸ τὰ συμφέροντά ἐστι τίθεσθαι ἑαυτοῖς, τὸ δὲ μὴ ὀρθῶς ἀσύμφορα;
” “所谓‘正确制定’,就是制定对他们自己有利的法律,而‘不正确制定’,就是制定对他们自己不利的法律?
ἢ πῶς λέγεις;
还是你怎么说?
οὕτως.
” “就是这样。
ἃ δʼ ἂν θῶνται ποιητέον τοῖς ἀρχομένοις, καὶ τοῦτό ἐστι τὸ δίκαιον;
” “而他们所制定的法律,被统治者就必须执行,这就是正义,对吗?
πῶς γὰρ οὔ;
” “怎么会不是呢?
οὐ μόνον ἄρα δίκαιόν ἐστιν κατὰ τὸν σὸν λόγον τὸ τοῦ κρείττονος συμφέρον ποιεῖν ἀλλὰ καὶ τοὐναντίον, τὸ μὴ συμφέρον.
” “因此,根据你的论证,正义不仅是做对强者有利的事,而且也是做相反的事,即不利的事。
τί λέγεις σύ;
” “你在说什么?
ἔφη.
”他说。
ἃ σὺ λέγεις, ἔμοιγε δοκῶ· σκοπῶμεν δὲ βέλτιον.
“在我看来,这是你自己在说的话;但让我们更仔细地审视一下。
οὐχ ὡμολόγηται τοὺς ἄρχοντας τοῖς ἀρχομένοις προστάττοντας ποιεῖν ἄττα ἐνίοτε διαμαρτάνειν τοῦ ἑαυτοῖς βελτίστου, ἃ δʼ ἂν προστάττωσιν οἱ ἄρχοντες δίκαιον εἶναι τοῖς ἀρχομένοις ποιεῖν;
难道我们没有一致同意,统治者在命令被统治者做某些事时,有时会偏离对自己最有利的事,而统治者无论命令什么,被统治者去执行都是正义的?
ταῦτʼ οὐχ ὡμολόγηται;
这难道没有被一致同意吗?
οἶμαι ἔγωγε, ἔφη.
” “我认为是的,”他说。
οἴου τοίνυν, ἦν δʼ ἐγώ, καὶ τὸ ἀσύμφορα ποιεῖν τοῖς ἄρχουσί τε καὶ κρείττοσι δίκαιον εἶναι ὡμολογῆσθαί σοι, ὅταν οἱ μὲν ἄρχοντες ἄκοντες κακὰ αὑτοῖς προστάττωσιν, τοῖς δὲ δίκαιον εἶναι φῇς ταῦτα ποιεῖν ἃ ἐκεῖνοι προσέταξαν —ἆρα τότε, ὦ σοφώτατε Θρασύμαχε, οὐκ ἀναγκαῖον συμβαίνειν αὐτὸ οὑτωσί, δίκαιον εἶναι ποιεῖν τοὐναντίον ἢ ὃ σὺ λέγεις;
“那么,你也要认为,”我说,“你已经同意做对统治者及强者不利的事也是正义的了,因为统治者无意中命令了对自己有害的事,而你又说被统治者执行他们所命令的这些事是正义的。 ——那么,最聪明的色拉叙马霍斯,这时必然会得出与你所说的相反的事情是正义的,不是吗?
τὸ γὰρ τοῦ κρείττονος ἀσύμφορον δήπου προστάττεται τοῖς ἥττοσιν ποιεῖν.
因为强者的不利之处,显然被命令让弱者去执行了。
§1.340ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, ὁ Πολέμαρχος, σαφέστατά γε.
” “是的,凭宙斯起誓,苏格拉底,”波吕马霍斯说,“这确实最清楚不过了。
ἐὰν σύ γʼ, ἔφη, αὐτῷ μαρτυρήσῃς, ὁ Κλειτοφῶν ὑπολαβών.
” “如果你愿意为他作证的话,”克雷托丰插话说。
καὶ τί, ἔφη, δεῖται μάρτυρος;
“又何需证人呢? ”他说。
αὐτὸς γὰρ Θρασύμαχος ὁμολογεῖ τοὺς μὲν ἄρχοντας ἐνίοτε ἑαυτοῖς κακὰ προστάττειν, τοῖς δὲ δίκαιον εἶναι ταῦτα ποιεῖν.
“因为色拉叙马霍斯自己就同意,统治者有时会命令对自己有害的事,而被统治者去执行这些事是正义的。
τὸ γὰρ τὰ κελευόμενα ποιεῖν, ὦ Πολέμαρχε, ὑπὸ τῶν ἀρχόντων δίκαιον εἶναι ἔθετο Θρασύμαχος.
” “是的,因为色拉叙马霍斯规定了,执行统治者所命令的事是正义的,波吕马霍斯。
καὶ γὰρ τὸ τοῦ κρείττονος, ὦ Κλειτοφῶν, συμφέρον δίκαιον εἶναι ἔθετο.
” “而且,他也规定了强者的利益是正义,克雷托丰。
ταῦτα δὲ ἀμφότερα θέμενος ὡμολόγησεν αὖ ἐνίοτε τοὺς κρείττους τὰ αὑτοῖς ἀσύμφορα κελεύειν τοὺς ἥττους τε καὶ ἀρχομένους ποιεῖν.
在规定了这两点的同时,他又进一步同意,强者有时会命令弱者和被统治者去做对强者自己不利的事。
ἐκ δὲ τούτων τῶν ὁμολογιῶν οὐδὲν μᾶλλον τὸ τοῦ κρείττονος συμφέρον δίκαιον ἂν εἴη ἢ τὸ μὴ συμφέρον.
从这些一致同意的观点来看,强者的利益并不比不利的事情更算得上是正义。
ἀλλʼ, ἔφη ὁ Κλειτοφῶν, τὸ τοῦ κρείττονος συμφέρον ἔλεγεν ὃ ἡγοῖτο ὁ κρείττων αὑτῷ συμφέρειν· τοῦτο ποιητέον εἶναι τῷ ἥττονι, καὶ τὸ δίκαιον τοῦτο ἐτίθετο.
” “但是,”克雷托丰说,“他所说的强者的利益,是指强者认为对自己有利的事;这就是弱者必须做的事,他也是将这规定为正义的。
ἀλλʼ οὐχ οὕτως, ἦ δʼ ὃς ὁ Πολέμαρχος, ἐλέγετο.
” “但当时并不是这么说的,”波吕马霍斯说。
οὐδέν, ἦν δʼ ἐγώ, ὦ Πολέμαρχε, διαφέρει, ἀλλʼ εἰ νῦν οὕτω λέγει Θρασύμαχος, οὕτως αὐτοῦ ἀποδεχώμεθα.
“这没有关系,波吕马霍斯,”我说,“但如果色拉叙马霍斯现在这么说,我们就这样从他那里接受。
καί μοι εἰπέ, ὦ Θρασύμαχε· τοῦτο ἦν ὃ ἐβούλου λέγειν τὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον δοκοῦν εἶναι τῷ κρείττονι, ἐάντε συμφέρῃ ἐάντε μή;
告诉我,色拉叙马霍斯:你想称之为正义的,就是强者所认为的强者的利益,无论它实际上是否有益吗?
οὕτω σε φῶμεν λέγειν;
我们要说你是这个意思吗?
ἥκιστά γε, ἔφη· ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρτάνοντα ὅταν ἐξαμαρτάνῃ;
” “绝非如此,”他说;“当一个犯错的人在犯错时,你认为我会称他为‘强者’吗?
ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν.
” “我确实以为你是这个意思,”我说,“当你承认统治者并非无谬、而是也会犯些错误的时候。
συκοφάντης γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, ἐν τοῖς λόγοις· ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς κάμνοντας κατʼ αὐτὸ τοῦτο ὃ ἐξαμαρτάνει;
” “因为你在论证中是个吹毛求疵的人,苏格拉底,”他说;“就拿眼前的例子来说,对于在对待病人时犯了错误的人,你会在他犯错的这个方面称他为医生吗?
ἢ λογιστικόν, ὃς ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην τὴν ἁμαρτίαν;
或者在计算中犯错的人,在他犯错的那个时刻,因他的错误而称他为计算家吗?
ἀλλʼ οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν καὶ ὁ λογιστὴς ἐξήμαρτεν καὶ ὁ γραμματιστής·
但我认为,我们在言辞上是这么说的,‘医生犯了错’、‘计算家犯了错’、‘文书犯了错’。
τὸ δʼ οἶμαι ἕκαστος τούτων, καθʼ ὅσον τοῦτʼ ἔστιν ὃ προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει·
但我认为,他们中的每一个人,只要他还是我们所称呼的那个身份,就绝不会犯错。
ὥστε κατὰ τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν δημιουργῶν ἁμαρτάνει.
因此,根据严密的论证——既然你也喜欢严密——任何手艺人都不会犯错。
ἐπιλειπούσης γὰρ ἐπιστήμης ὁ ἁμαρτάνων ἁμαρτάνει, ἐν ᾧ οὐκ ἔστι δημιουργός·
因为只有在知识缺乏时,犯错的人才会犯错,而在这时他就不是手艺人了。
ὥστε δημιουργὸς ἢ σοφὸς ἢ ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων ᾖ, ἀλλὰ πᾶς γʼ ἂν εἴποι ὅτι ὁ ἰατρὸς ἥμαρτεν καὶ ὁ ἄρχων ἥμαρτεν.
因此,手艺人、智者、统治者在他是统治者的那个时候,是不会犯错的,尽管每个人在言辞上都会说‘医生犯了错’、‘统治者犯了错’。 ”