§1.338πῶς γὰρ ἄν, ἔφην ἐγώ, ὦ βέλτιστε, τὶς ἀποκρίναιτο πρῶτον μὲν μὴ εἰδὼς μηδὲ φάσκων εἰδέναι, ἔπειτα, εἴ τι καὶ οἴεται, περὶ τούτων ἀπειρημένον αὐτῷ εἴη ὅπως μηδὲν ἐρεῖ ὧν ἡγεῖται ὑπʼ ἀνδρὸς οὐ φαύλου;
“因为,我最亲爱的朋友,”我说,“一个人怎么能回答呢? 首先他不知道,也不自称知道;其次,即便他有什么想法,他也已经被一个并非平庸的人禁止说出他所想的任何事情。
ἀλλὰ σὲ δὴ μᾶλλον εἰκὸς λέγειν· σὺ γὰρ δὴ φῂς εἰδέναι καὶ ἔχειν εἰπεῖν.
相反,倒是你更应该说,因为你自称知道并且能够说出来。
μὴ οὖν ἄλλως ποίει, ἀλλὰ ἐμοί τε χαρίζου ἀποκρινόμενος καὶ μὴ φθονήσῃς καὶ Γλαύκωνα τόνδε διδάξαι καὶ τοὺς ἄλλους.
所以请不要推托,而是通过回答来向我施予恩惠,也不要吝啬去教导这里的格劳孔和其他人。
εἰπόντος δέ μου ταῦτα, ὅ τε Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο αὐτοῦ μὴ ἄλλως ποιεῖν.
” 我说了这些话后,格劳孔和其他人都请求他不要推托。
καὶ ὁ Θρασύμαχος φανερὸς μὲν ἦν ἐπιθυμῶν εἰπεῖν ἵνʼ εὐδοκιμήσειεν, ἡγούμενος ἔχειν ἀπόκρισιν παγκάλην· προσεποιεῖτο δὲ φιλονικεῖν πρὸς τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον.
色拉叙马霍斯显然很渴望说话以赢取名声,因为他认为自己有一个极好的回答;但他装作要争胜,坚持应该由我来回答。
τελευτῶν δὲ συνεχώρησεν, κἄπειτα, αὕτη δή, ἔφη, ἡ Σωκράτους σοφία· αὐτὸν μὲν μὴ ἐθέλειν διδάσκειν, παρὰ δὲ τῶν ἄλλων περιιόντα μανθάνειν καὶ τούτων μηδὲ χάριν ἀποδιδόναι.
然而,他最终还是同意了,接着说:“这正是苏格拉底的智慧:他自己不肯教人,却到处向别人学习,甚至连感谢都不予回报。
ὅτι μέν, ἦν δʼ ἐγώ, μανθάνω παρὰ τῶν ἄλλων, ἀληθῆ εἶπες, ὦ Θρασύμαχε, ὅτι δὲ οὔ με φῂς χάριν ἐκτίνειν, ψεύδῃ·
” “我向别人学习这一点,”我说,“你说得对,色拉叙马霍斯;但你说我不回报感谢,你就在撒谎了。
ἐκτίνω γὰρ ὅσην δύναμαι.
因为我尽我所能地予以回报。
δύναμαι δὲ ἐπαινεῖν μόνον· χρήματα γὰρ οὐκ ἔχω.
而我只能赞美,因为我没有钱。
ὡς δὲ προθύμως τοῦτο δρῶ, ἐάν τίς μοι δοκῇ εὖ λέγειν, εὖ εἴσῃ αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀποκρίνῃ· οἶμαι γάρ σε εὖ ἐρεῖν.
当我认为某人说得好时,我做这件事有多么热切,你等会儿回答时马上就会很清楚地知道了;因为我想你会说得很好的。
ἄκουε δή, ἦ δʼ ὅς.
” “那就听着吧,”他说。
φημὶ γὰρ ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος συμφέρον.
“因为我主张,正义不是别的,正是强者的利益。
ἀλλὰ τί οὐκ ἐπαινεῖς;
那么,你为什么不赞美呢?
ἀλλʼ οὐκ ἐθελήσεις.
不过,你是不会愿意的。
ἐὰν μάθω γε πρῶτον, ἔφην, τί λέγεις· νῦν γὰρ οὔπω οἶδα.
” “如果我先弄懂了,”我说,“你指的是什么;因为现在我还不知道。
τὸ τοῦ κρείττονος φῂς συμφέρον δίκαιον εἶναι.
你主张强者的利益就是正义。
καὶ τοῦτο, ὦ Θρασύμαχε, τί ποτε λέγεις;
色拉叙马霍斯,这到底是什么意思?
οὐ γάρ που τό γε τοιόνδε φῄς· εἰ Πουλυδάμας ἡμῶν κρείττων ὁ παγκρατιαστὴς καὶ αὐτῷ συμφέρει τὰ βόεια κρέα πρὸς τὸ σῶμα, τοῦτο τὸ σιτίον εἶναι καὶ ἡμῖν τοῖς ἥττοσιν ἐκείνου συμφέρον ἅμα καὶ δίκαιον.
因为你肯定不是指这样的意思:如果潘克拉辛运动员波吕达马斯比我们强,牛肉对他的身体有益,那么这种食物对于比他弱的我们来说,也是有益的,同时也是正义的。
βδελυρὸς γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, καὶ ταύτῃ ὑπολαμβάνεις ᾗ ἂν κακουργήσαις μάλιστα τὸν λόγον.
” “你真是个恶劣的家伙,苏格拉底,”他说,“你正是用那种最能恶意曲解论证的方式来理解它。
οὐδαμῶς, ὦ ἄριστε, ἦν δʼ ἐγώ· ἀλλὰ σαφέστερον εἰπὲ τί λέγεις.
” “绝非如此,我最优秀的朋友,”我说;“但是请更清楚地说明你的意思。
εἶτʼ οὐκ οἶσθʼ, ἔφη, ὅτι τῶν πόλεων αἱ μὲν τυραννοῦνται, αἱ δὲ δημοκρατοῦνται, αἱ δὲ ἀριστοκρατοῦνται;
” “那么,你不知道吗,”他说,“在城邦中,有些是由僭主统治,有些是由民主统治,有些是由贵族统治?
πῶς γὰρ οὔ;
” “怎么会不知道呢?
οὐκοῦν τοῦτο κρατεῖ ἐν ἑκάστῃ πόλει, τὸ ἄρχον;
” “因此,在每个城邦中,进行统治的权力就是掌权者,对吧?
πάνυ γε.
” “当然。
τίθεται δέ γε τοὺς νόμους ἑκάστη ἡ ἀρχὴ πρὸς τὸ αὑτῇ συμφέρον, δημοκρατία μὲν δημοκρατικούς, τυραννὶς δὲ τυραννικούς, καὶ αἱ ἄλλαι οὕτως·
” “而每个统治者都根据自己的利益来制定法律:民主制制定民主的法律,僭主制制定僭主的法律,其他的也是如此。
θέμεναι δὲ ἀπέφηναν τοῦτο δίκαιον τοῖς ἀρχομένοις εἶναι, τὸ σφίσι συμφέρον, καὶ τὸν τούτου ἐκβαίνοντα κολάζουσιν ὡς παρανομοῦντά τε καὶ ἀδικοῦντα.
制定法律后,他们宣布这就是被统治者的正义——也就是他们自己的利益——并把偏离这一点的人作为违法者和行不正义者加以惩罚。 ”