Humanitext Reader

柏拉图 · 理想国 §1.332

正义即善待朋友伤害敌人的定义及其检验

第 4 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和波勒马科斯探讨了西摩尼得斯关于“正义即归还所欠之物”的定义,并将其解释为“对朋友做好事、对敌人做坏事”,随后通过与具体技术的类比,探讨正义在和平时期的有用性。

§1.332ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, Σιμωνίδῃ γε οὐ ῥᾴδιον ἀπιστεῖν—σοφὸς γὰρ καὶ θεῖος ἀνήρ—τοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις, ἐγὼ δὲ ἀγνοῶ·
“但是,”我说,“不相信西摩尼得斯是不容易的——因为他是一个聪明而神圣的人——然而,他这话到底是什么意思,波勒马科斯,你也许知道,但我却不知道。
δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι.
因为很明显,他指的不是我们刚才所说的,即当有人神志不清地索要时,把别人寄托的东西归还给他。
καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ παρακατέθετο·
然而,他所寄托的东西在某种程度上难道不是欠他的吗?
ἦ γάρ;
不是吗?
ναί.
”“是的。
ἀποδοτέον δέ γε οὐδʼ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ;
”“但在有人神志不清地索要时,是无论如何也不应该归还的,对吗?
ἀληθῆ, ἦ δʼ ὅς.
”“确实如此,”他说。
ἄλλο δή τι ἢ τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι.
“那么,看来西摩尼得斯在说‘归还欠款是正义的’时,指的是与这类事情不同的其他意思。
ἄλλο μέντοι νὴ Δίʼ, ἔφη· τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν.
”“凭宙斯起誓,确实是别的意思,”他说,“因为他认为,朋友对朋友应该做些好事,而不该做任何坏事。
μανθάνω, ἦν δʼ ἐγώ—ὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἡ ἀπόδοσις καὶ ἡ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν ὅ τε ἀπολαμβάνων καὶ ὁ ἀποδιδούς—οὐχ οὕτω λέγειν φῂς τὸν Σιμωνίδην;
”“我明白了,”我说,“也就是说,当有人把黄金归还给寄托者时,如果这种归还和接受变得有害,而且接受者和归还者又是朋友,那么他就没有归还‘欠款’——你是不是说西摩尼得斯是这个意思?
πάνυ μὲν οὖν.
”“完全如此。
τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον;
”“那么,对于敌人,如果碰巧有欠他们的东西,也必须归还吗?
παντάπασι μὲν οὖν, ἔφη, ὅ γε ὀφείλεται αὐτοῖς, ὀφείλεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ προσήκει, κακόν τι.
”“那是当然,”他说,“必须归还欠他们的东西。 而我认为,敌人欠敌人的、并且适合于敌人的,恰恰是某种恶。
ἠινίξατο ἄρα, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ὁ Σιμωνίδης ποιητικῶς τὸ δίκαιον ὃ εἴη.
”“那么,看来,”我说,“西摩尼得斯是用诗人的手法,对正义是什么进行了隐喻。
διενοεῖτο μὲν γάρ, ὡς φαίνεται, ὅτι τοῦτʼ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο δὲ ὠνόμασεν ὀφειλόμενον.
因为看来他是这样想的:归还适合于每个人的东西就是正义,但他把这称作‘欠款’。
ἀλλὰ τί οἴει;
”“那你以为如何呢?
ἔφη.
”他说。
ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο· ὦ Σιμωνίδη, ἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται;
“凭宙斯起誓,”我说,“如果有人问他:‘西摩尼得斯啊,把什么东西归还给谁作为欠款和合适之物,这种技术才被称为医术呢?
τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι;
’你认为他会怎么回答我们?
δῆλον ὅτι, ἔφη, ἡ σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά.
”“显然,”他说,“是给身体归还药物、食物和饮料的技术。
ἡ δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται;
”“那么,把什么东西归还给谁作为欠款和合适之物,这种技术被称为烹饪术呢?
ἡ τοῖς ὄψοις τὰ ἡδύσματα.
” “给菜肴归还调味品的技术。
εἶεν·
”“好。
ἡ οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν καλοῖτο;
那么,把什么归还给谁的技术会被称为正义呢?
εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, ὦ Σώκρατες, τοῖς ἔμπροσθεν εἰρημένοις, ἡ τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας τε καὶ βλάβας ἀποδιδοῦσα.
”“苏格拉底,”他说,“如果一要遵循前面所说的话,那就是把利益和伤害分别归还给朋友和敌人的技术。
τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς δικαιοσύνην λέγει;
”“那么,他是说对朋友做好事、对敌人做坏意就是正义吗?
δοκεῖ μοι.
”“在我看来是这样。
τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν;
”“那么,在面对疾病和健康时,谁最能对生病的朋友做好事、对敌人做坏事呢?
ἰατρός.
”“医生。
τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον;
” “那么,在面对海洋的危险时,对航海的人来说,谁最能做到这一点呢?
κυβερνήτης.
”“舵手。
τί δὲ ὁ δίκαιος;
”“那么,正义的人呢?
ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν;
在什么行动中,针对什么工作,最能帮助朋友、伤害敌人呢?
ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ.
”“在我看来,是在共同作战和结盟时。
εἶεν·
”“好。
μὴ κάμνουσί γε μήν, ὦ φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος.
但是,对于不生病的人,亲爱的波勒马科斯,医生是没有用的。
ἀληθῆ.
”“对。
καὶ μὴ πλέουσι δὴ κυβερνήτης.
”“对于不航海的人,舵手也是没有用的。
ναί.
”“是的。
ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν ὁ δίκαιος ἄχρηστος;
”“那么,对于不打仗的人,正义的人也是没有用的吗?
οὐ πάνυ μοι δοκεῖ τοῦτο.
”“我不这么认为。
χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;
”“那么,正义在和平时期也是有用的吗? ”

词汇与语法注释

  1. 332aτοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις — 连接词 ὅτι 引导一个间接疑问名词从句(“他到底是什么意思”),伴随直陈式现在时 λέγει 表示“他到底在说什么”。
  2. 332aτό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι — 冠词 τό 修饰不定式 ἀποδιδόναι,形成名词短语“归还”。ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι 是与格短语,作为 ἀποδιδόναι 的间接宾语(“归还给任何在神志不清时索要的人”),而 τινος παρακαταθεμένου(“当某人寄托了某物时”)则用作属格独立结构。
  3. 332bτοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν — 依附于主句动词 οἴεται(以西摩尼得斯为主语)的宾格加不定式(A.c.I.)结构。宾格的 τοὺς φίλους 作为不定式 ὀφείλειν 的主语(“朋友们欠”),而与格的 τοῖς φίλοις(“对朋友”)则修饰 ὀφείλειν(或 δρᾶν)。δρᾶν 的宾语是宾格的 ἀγαθόν τι 和 κακὸν μηδέν。
  4. 332cἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται; — 这是希腊语特有的双重疑问句结构,在同一个句子中叠加了两个疑问词(与格复数 τίσιν 和宾格单数 τί)。它的意思是“把什么归还给谁的技术被称为……”,将两个变量的关系一并提问,而无需拆分为两个独立的疑问句。

引用这一段

柏拉图, 理想国 §1.332. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:1.332

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。