§1.331ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ
γηροτρόφος
, ὡς καὶ Πίνδαρος λέγει.
因此,凡是发现自己一生中做过许多不公之事的人,就像小孩子一样,常常从睡梦中惊醒并感到害怕,怀着坏的希望度日;而对于那些问心无愧的人来说,甘美的希望总是伴随着他,正如宾达罗斯所说,那是他年老的良伴。
χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ,
"
γλυκεῖά οἱ καρδίαν
ἀτάλλοισα γηροτρόφος συναορεῖ
ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον
γνώμαν κυβερνᾷ.
苏格拉底,那个人说得好极了,他说,凡是公正且虔敬度日的人, “甘美的希望伴随着他,抚育他的心灵,作为年老的良伴,它最能指引凡人那多变的思想。
"
εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα.
” 他确实说得非常好,好得令人惊叹。
πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ.
为此,我个人认为,拥有财富具有极高的价值,并不是对任何人,而是对那些正派和有条理的人。
τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα ἢ θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμβάλλεται.
因为,即使不是故意,也绝不欺骗或欺诈任何人,或者,在不欠神明祭品也不欠他人钱财的情况下,不用怀着恐惧前往另一个世界,拥有财富对此做出了极大的贡献。
ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.
财富还有许多其他功用;但是,苏格拉底,在一对一的比较中,对于一个有头脑的人来说,我个人认为,财富在这方面最为有用。
παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, ὦ Κέφαλε.
“克法洛斯,你说得好极了,”我说。
τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν;
“但是,‘正义’这件事情本身,我们应当说它仅仅是真诚和归还从别人那里拿走的任何东西,还是说这些行为本身有时是正义的,有时又是不正义的呢?
οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν.
例如,我是指这样一件事:我想每个人都会说,如果有人从一个心智健全的朋友那里拿了武器,而这个朋友在疯了之后又来索要,我们就不应该把武器还给他,还给他的人不是正义的,而且对处于这种状态的人也不应该愿意说出全部的真相。
ὀρθῶς, ἔφη, λέγεις.
” “你说得对,”他说。
οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι.
“因此,这并不是正义的定义——说真话并归还所拿走的东西。
πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.
” “绝对是这样,苏格拉底,”波勒马科斯插话道,“如果西摩尼得斯的话确实有什么值得相信的话。
καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.
” “而且,”克法洛斯说,“我把话语权转交给你们,因为我该去照看祭祀了。
οὐκοῦν, ἔφη, ἐγώ, ὁ Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;
” “那么,”我说,“波勒马科斯是你的继承人吧?
πάνυ γε, ἦ δʼ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.
” “确实如此,”他笑着说,同时走向祭坛。
λέγε δή, εἶπον ἐγώ, σὺ ὁ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης;
“那么请说吧,”我说,“你作为讨论的继承人,你认为西摩尼得斯关于正义说了什么正确的话?
ὅτι, ἦ δʼ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι·
” “他说,”波勒马科斯说,“归还欠每个人的东西是正义的;在我看来,他这样说得很好。
τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.
”